Add parallel Print Page Options

Μηδενὶ μηδὲν ὀφείλετε, εἰ μὴ τὸ [a]ἀλλήλους ἀγαπᾶν· ὁ γὰρ ἀγαπῶν τὸν ἕτερον νόμον πεπλήρωκεν. τὸ γάρ· Οὐ μοιχεύσεις, Οὐ φονεύσεις, Οὐ κλέψεις, Οὐκ ἐπιθυμήσεις, καὶ εἴ τις ἑτέρα ἐντολή, ἐν [b]τῷ λόγῳ τούτῳ ἀνακεφαλαιοῦται, [c]ἐν τῷ· Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. 10 ἡ ἀγάπη τῷ πλησίον κακὸν οὐκ ἐργάζεται· πλήρωμα οὖν νόμου ἡ ἀγάπη.

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 13:8 ἀλλήλους ἀγαπᾶν WH Treg NIV ] ἀγαπᾶν ἀλλήλους RP
  2. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 13:9 τῷ λόγῳ τούτῳ WH Treg NIV ] τούτῳ τῷ λόγῳ RP
  3. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 13:9 ἐν τῷ WH Treg RP NA ] – NIV