Add parallel Print Page Options

11 Καὶ τοῦτο εἰδότες τὸν καιρόν, ὅτι ὥρα [a]ἤδη ὑμᾶς ἐξ ὕπνου ἐγερθῆναι, νῦν γὰρ ἐγγύτερον ἡμῶν ἡ σωτηρία ἢ ὅτε ἐπιστεύσαμεν. 12 ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν. [b]ἀποβαλώμεθα οὖν τὰ ἔργα τοῦ σκότους, [c]ἐνδυσώμεθα δὲ τὰ ὅπλα τοῦ φωτός. 13 ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν, μὴ κώμοις καὶ μέθαις, μὴ κοίταις καὶ ἀσελγείαις, μὴ ἔριδι καὶ ζήλῳ, 14 ἀλλὰ ἐνδύσασθε τὸν κύριον Ἰησοῦν Χριστόν, καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίας.

14 Τὸν δὲ ἀσθενοῦντα τῇ πίστει προσλαμβάνεσθε, μὴ εἰς διακρίσεις διαλογισμῶν. ὃς μὲν πιστεύει φαγεῖν πάντα, ὁ δὲ ἀσθενῶν λάχανα ἐσθίει. ὁ ἐσθίων τὸν μὴ ἐσθίοντα μὴ ἐξουθενείτω, [d]ὁ δὲ μὴ ἐσθίων τὸν ἐσθίοντα μὴ κρινέτω, ὁ θεὸς γὰρ αὐτὸν προσελάβετο. σὺ τίς εἶ ὁ κρίνων ἀλλότριον οἰκέτην; τῷ ἰδίῳ κυρίῳ στήκει ἢ πίπτει· σταθήσεται δέ, [e]δυνατεῖ γὰρ ὁ [f]κύριος στῆσαι αὐτόν.

Ὃς [g]μὲν κρίνει ἡμέραν παρ’ ἡμέραν, ὃς δὲ κρίνει πᾶσαν ἡμέραν· ἕκαστος ἐν τῷ ἰδίῳ νοῒ πληροφορείσθω·

Footnotes

  1. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 13:11 ἤδη ὑμᾶς WH NIV ] ἤδη ἡμᾶς Treg; ἡμᾶς ἤδη RP
  2. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 13:12 ἀποβαλώμεθα Holmes ] ἀποθώμεθα WH Treg NIV RP
  3. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 13:12 ἐνδυσώμεθα δὲ WH Treg NIV ] καὶ ἐνδυσώμεθα RP
  4. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 14:3 ὁ δὲ WH Treg NIV ] καὶ ὁ RP
  5. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 14:4 δυνατεῖ γὰρ WH Treg NIV ] δυνατὸς γάρ ἐστιν RP
  6. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 14:4 κύριος WH Treg NIV ] θεὸς RP
  7. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 14:5 μὲν Treg NIV RP ] + γάρ WH NA