Add parallel Print Page Options

17 μηδενὶ κακὸν ἀντὶ κακοῦ ἀποδιδόντες· προνοούμενοι καλὰ ἐνώπιον πάντων ἀνθρώπων· 18 εἰ δυνατόν, τὸ ἐξ ὑμῶν μετὰ πάντων ἀνθρώπων εἰρηνεύοντες· 19 μὴ ἑαυτοὺς ἐκδικοῦντες, ἀγαπητοί, ἀλλὰ δότε τόπον τῇ ὀργῇ, γέγραπται γάρ· Ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω, λέγει κύριος. 20 [a]ἀλλὰ ἐὰν πεινᾷ ὁ ἐχθρός σου, ψώμιζε αὐτόν· ἐὰν διψᾷ, πότιζε αὐτόν· τοῦτο γὰρ ποιῶν ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ. 21 μὴ νικῶ ὑπὸ τοῦ κακοῦ, ἀλλὰ νίκα ἐν τῷ ἀγαθῷ τὸ κακόν.

13 Πᾶσα ψυχὴ ἐξουσίαις ὑπερεχούσαις ὑποτασσέσθω, οὐ γὰρ ἔστιν ἐξουσία εἰ μὴ ὑπὸ θεοῦ, αἱ δὲ [b]οὖσαι [c]ὑπὸ θεοῦ τεταγμέναι εἰσίν. ὥστε ὁ ἀντιτασσόμενος τῇ ἐξουσίᾳ τῇ τοῦ θεοῦ διαταγῇ ἀνθέστηκεν, οἱ δὲ ἀνθεστηκότες ἑαυτοῖς κρίμα λήμψονται. οἱ γὰρ ἄρχοντες οὐκ εἰσὶν φόβος [d]τῷ ἀγαθῷ ἔργῳ ἀλλὰ [e]τῷ κακῷ. θέλεις δὲ μὴ φοβεῖσθαι τὴν ἐξουσίαν; τὸ ἀγαθὸν ποίει, καὶ ἕξεις ἔπαινον ἐξ αὐτῆς· θεοῦ γὰρ διάκονός ἐστιν σοὶ εἰς τὸ ἀγαθόν. ἐὰν δὲ τὸ κακὸν ποιῇς, φοβοῦ· οὐ γὰρ εἰκῇ τὴν μάχαιραν φορεῖ· θεοῦ γὰρ διάκονός ἐστιν, ἔκδικος εἰς ὀργὴν τῷ τὸ κακὸν πράσσοντι. διὸ ἀνάγκη ὑποτάσσεσθαι, οὐ μόνον διὰ τὴν ὀργὴν ἀλλὰ καὶ διὰ τὴν συνείδησιν, διὰ τοῦτο γὰρ καὶ φόρους τελεῖτε, λειτουργοὶ γὰρ θεοῦ εἰσιν εἰς αὐτὸ τοῦτο προσκαρτεροῦντες. [f]ἀπόδοτε πᾶσι τὰς ὀφειλάς, τῷ τὸν φόρον τὸν φόρον, τῷ τὸ τέλος τὸ τέλος, τῷ τὸν φόβον τὸν φόβον, τῷ τὴν τιμὴν τὴν τιμήν.

Μηδενὶ μηδὲν ὀφείλετε, εἰ μὴ τὸ [g]ἀλλήλους ἀγαπᾶν· ὁ γὰρ ἀγαπῶν τὸν ἕτερον νόμον πεπλήρωκεν. τὸ γάρ· Οὐ μοιχεύσεις, Οὐ φονεύσεις, Οὐ κλέψεις, Οὐκ ἐπιθυμήσεις, καὶ εἴ τις ἑτέρα ἐντολή, ἐν [h]τῷ λόγῳ τούτῳ ἀνακεφαλαιοῦται, [i]ἐν τῷ· Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. 10 ἡ ἀγάπη τῷ πλησίον κακὸν οὐκ ἐργάζεται· πλήρωμα οὖν νόμου ἡ ἀγάπη.

Footnotes

  1. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 12:20 ἀλλὰ ἐὰν WH Treg NIV ] Ἐὰν οὖν RP
  2. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 13:1 οὖσαι WH Treg NIV ] + ἐξουσίαι RP
  3. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 13:1 ὑπὸ WH Treg NIV ] + τοῦ RP
  4. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 13:3 τῷ ἀγαθῷ ἔργῳ WH Treg NIV ] τῶν ἀγαθῶν ἔργων RP
  5. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 13:3 τῷ κακῷ WH Treg NIV ] τῶν κακῶν RP
  6. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 13:7 ἀπόδοτε WH Treg NIV ] + οὖν RP
  7. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 13:8 ἀλλήλους ἀγαπᾶν WH Treg NIV ] ἀγαπᾶν ἀλλήλους RP
  8. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 13:9 τῷ λόγῳ τούτῳ WH Treg NIV ] τούτῳ τῷ λόγῳ RP
  9. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 13:9 ἐν τῷ WH Treg RP NA ] – NIV