Add parallel Print Page Options

18 Ἀλλὰ λέγω, μὴ οὐκ ἤκουσαν; μενοῦνγε· Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. 19 ἀλλὰ λέγω, μὴ [a]Ἰσραὴλ οὐκ ἔγνω; πρῶτος Μωϋσῆς λέγει· Ἐγὼ παραζηλώσω ὑμᾶς ἐπ’ οὐκ ἔθνει, ἐπ’ ἔθνει ἀσυνέτῳ παροργιῶ ὑμᾶς. 20 Ἠσαΐας δὲ ἀποτολμᾷ καὶ λέγει· Εὑρέθην [b]ἐν τοῖς ἐμὲ μὴ ζητοῦσιν, ἐμφανὴς [c]ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν. 21 πρὸς δὲ τὸν Ἰσραὴλ λέγει· Ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα.

11 Λέγω οὖν, μὴ ἀπώσατο ὁ θεὸς τὸν λαὸν αὐτοῦ; μὴ γένοιτο· καὶ γὰρ ἐγὼ Ἰσραηλίτης εἰμί, ἐκ σπέρματος Ἀβραάμ, φυλῆς Βενιαμίν. οὐκ ἀπώσατο ὁ θεὸς τὸν λαὸν αὐτοῦ ὃν προέγνω. ἢ οὐκ οἴδατε ἐν Ἠλίᾳ τί λέγει ἡ γραφή, ὡς ἐντυγχάνει τῷ θεῷ κατὰ τοῦ [d]Ἰσραήλ; Κύριε, τοὺς προφήτας σου ἀπέκτειναν, [e]τὰ θυσιαστήριά σου κατέσκαψαν, κἀγὼ ὑπελείφθην μόνος, καὶ ζητοῦσιν τὴν ψυχήν μου. ἀλλὰ τί λέγει αὐτῷ ὁ χρηματισμός; Κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας, οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ Βάαλ. οὕτως οὖν καὶ ἐν τῷ νῦν καιρῷ λεῖμμα κατ’ ἐκλογὴν χάριτος γέγονεν· εἰ δὲ χάριτι, οὐκέτι ἐξ ἔργων, ἐπεὶ ἡ χάρις οὐκέτι γίνεται [f]χάρις.

Footnotes

  1. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 10:19 Ἰσραὴλ οὐκ ἔγνω WH Treg NIV ] οὐκ ἔγνω Ἰσραὴλ RP
  2. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 10:20 ἐν Treg NIV ] – WH RP
  3. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 10:20 ἐγενόμην WH NIV RP ] + ἐν Treg
  4. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 11:2 Ἰσραήλ WH Treg NIV ] + λέγων RP
  5. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 11:3 τὰ WH Treg NIV] καὶ τὰ RP
  6. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 11:6 χάρις WH Treg NIV ] + Εἰ δὲ ἐξ ἔργων οὐκέτι ἐστὶν χάρις ἐπεὶ τὸ ἔργον οὐκέτι ἐστὶν ἔργον RP