Add parallel Print Page Options

10 καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν· 11 λέγει γὰρ ἡ γραφή· Πᾶς ὁ πιστεύων ἐπ’ αὐτῷ οὐ καταισχυνθήσεται. 12 οὐ γάρ ἐστιν διαστολὴ Ἰουδαίου τε καὶ Ἕλληνος, ὁ γὰρ αὐτὸς κύριος πάντων, πλουτῶν εἰς πάντας τοὺς ἐπικαλουμένους αὐτόν· 13 Πᾶς γὰρ ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα κυρίου σωθήσεται.

14 Πῶς οὖν [a]ἐπικαλέσωνται εἰς ὃν οὐκ ἐπίστευσαν; πῶς δὲ [b]πιστεύσωσιν οὗ οὐκ ἤκουσαν; πῶς δὲ [c]ἀκούσωσιν χωρὶς κηρύσσοντος; 15 πῶς δὲ [d]κηρύξωσιν ἐὰν μὴ ἀποσταλῶσιν; [e]καθὼς γέγραπται· Ὡς ὡραῖοι οἱ πόδες τῶν [f]εὐαγγελιζομένων [g]τὰ ἀγαθά. 16 ἀλλ’ οὐ πάντες ὑπήκουσαν τῷ εὐαγγελίῳ· Ἠσαΐας γὰρ λέγει· Κύριε, τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν; 17 ἄρα ἡ πίστις ἐξ ἀκοῆς, ἡ δὲ ἀκοὴ διὰ ῥήματος [h]Χριστοῦ.

18 Ἀλλὰ λέγω, μὴ οὐκ ἤκουσαν; μενοῦνγε· Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. 19 ἀλλὰ λέγω, μὴ [i]Ἰσραὴλ οὐκ ἔγνω; πρῶτος Μωϋσῆς λέγει· Ἐγὼ παραζηλώσω ὑμᾶς ἐπ’ οὐκ ἔθνει, ἐπ’ ἔθνει ἀσυνέτῳ παροργιῶ ὑμᾶς. 20 Ἠσαΐας δὲ ἀποτολμᾷ καὶ λέγει· Εὑρέθην [j]ἐν τοῖς ἐμὲ μὴ ζητοῦσιν, ἐμφανὴς [k]ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν. 21 πρὸς δὲ τὸν Ἰσραὴλ λέγει· Ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα.

Footnotes

  1. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 10:14 ἐπικαλέσωνται WH Treg NIV ] ἐπικαλέσονται RP
  2. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 10:14 πιστεύσωσιν WH Treg NIV ] πιστεύσουσιν RP
  3. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 10:14 ἀκούσωσιν WH Treg NIV] ἀκούσουσιν RP
  4. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 10:15 κηρύξωσιν WH Treg NIV ] κηρύξουσιν RP
  5. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 10:15 καθὼς Treg NIV RP ] καθάπερ WH
  6. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 10:15 εὐαγγελιζομένων WH Treg NIV ] + εἰρήνην τῶν εὐαγγελιζομένων RP
  7. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 10:15 τὰ NIV RP ] – WH Treg
  8. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 10:17 Χριστοῦ WH Treg NIV ] θεοῦ RP
  9. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 10:19 Ἰσραὴλ οὐκ ἔγνω WH Treg NIV ] οὐκ ἔγνω Ἰσραὴλ RP
  10. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 10:20 ἐν Treg NIV ] – WH RP
  11. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 10:20 ἐγενόμην WH NIV RP ] + ἐν Treg