Font Size
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 5:1-5
SBL Greek New Testament
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 5:1-5
SBL Greek New Testament
5 Δικαιωθέντες οὖν ἐκ πίστεως εἰρήνην [a]ἔχομεν πρὸς τὸν θεὸν διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, 2 δι’ οὗ καὶ τὴν προσαγωγὴν ἐσχήκαμεν τῇ πίστει εἰς τὴν χάριν ταύτην ἐν ᾗ ἑστήκαμεν, καὶ καυχώμεθα ἐπ’ ἐλπίδι τῆς δόξης τοῦ θεοῦ· 3 οὐ μόνον δέ, ἀλλὰ καὶ [b]καυχώμεθα ἐν ταῖς θλίψεσιν, εἰδότες ὅτι ἡ θλῖψις ὑπομονὴν κατεργάζεται, 4 ἡ δὲ ὑπομονὴ δοκιμήν, ἡ δὲ δοκιμὴ ἐλπίδα. 5 ἡ δὲ ἐλπὶς οὐ καταισχύνει· ὅτι ἡ ἀγάπη τοῦ θεοῦ ἐκκέχυται ἐν ταῖς καρδίαις ἡμῶν διὰ πνεύματος ἁγίου τοῦ δοθέντος ἡμῖν.
Read full chapterFootnotes
- ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 5:1 ἔχομεν NIV RP ] ἔχωμεν WH Treg
- ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 5:3 καυχώμεθα WH NIV RP ] καυχώμενοι Treg
SBL Greek New Testament (SBLGNT)
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software