Add parallel Print Page Options

τέλος γὰρ νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι.

Μωϋσῆς γὰρ γράφει [a]ὅτι τὴν δικαιοσύνην τὴν ἐκ [b]τοῦ νόμου ὁ [c]ποιήσας ἄνθρωπος ζήσεται ἐν [d]αὐτῇ. ἡ δὲ ἐκ πίστεως δικαιοσύνη οὕτως λέγει· Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου· Τίς ἀναβήσεται εἰς τὸν οὐρανόν; τοῦτ’ ἔστιν Χριστὸν καταγαγεῖν· ἤ· Τίς καταβήσεται εἰς τὴν ἄβυσσον; τοῦτ’ ἔστιν Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν. ἀλλὰ τί λέγει; Ἐγγύς σου τὸ ῥῆμά ἐστιν, ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου, τοῦτ’ ἔστιν τὸ ῥῆμα τῆς πίστεως ὃ κηρύσσομεν. ὅτι ἐὰν [e]ὁμολογήσῃς ἐν τῷ στόματί [f]σου κύριον Ἰησοῦν, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου ὅτι ὁ θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ· 10 καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν· 11 λέγει γὰρ ἡ γραφή· Πᾶς ὁ πιστεύων ἐπ’ αὐτῷ οὐ καταισχυνθήσεται. 12 οὐ γάρ ἐστιν διαστολὴ Ἰουδαίου τε καὶ Ἕλληνος, ὁ γὰρ αὐτὸς κύριος πάντων, πλουτῶν εἰς πάντας τοὺς ἐπικαλουμένους αὐτόν· 13 Πᾶς γὰρ ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα κυρίου σωθήσεται.

14 Πῶς οὖν [g]ἐπικαλέσωνται εἰς ὃν οὐκ ἐπίστευσαν; πῶς δὲ [h]πιστεύσωσιν οὗ οὐκ ἤκουσαν; πῶς δὲ [i]ἀκούσωσιν χωρὶς κηρύσσοντος; 15 πῶς δὲ [j]κηρύξωσιν ἐὰν μὴ ἀποσταλῶσιν; [k]καθὼς γέγραπται· Ὡς ὡραῖοι οἱ πόδες τῶν [l]εὐαγγελιζομένων [m]τὰ ἀγαθά. 16 ἀλλ’ οὐ πάντες ὑπήκουσαν τῷ εὐαγγελίῳ· Ἠσαΐας γὰρ λέγει· Κύριε, τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν; 17 ἄρα ἡ πίστις ἐξ ἀκοῆς, ἡ δὲ ἀκοὴ διὰ ῥήματος [n]Χριστοῦ.

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 10:5 ὅτι τὴν … νόμου WH ] τὴν … νόμου ὅτι Treg NIV RP
  2. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 10:5 τοῦ NIV RP ] – WH Treg
  3. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 10:5 ποιήσας WH ] + αὐτὰ Treg NIV RP
  4. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 10:5 αὐτῇ WH Treg ] αὐτοῖς NIV RP
  5. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 10:9 ὁμολογήσῃς Treg NIV RP ] + τὸ ῥῆμα WH
  6. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 10:9 σου Treg NIV RP ] + ὅτι WH
  7. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 10:14 ἐπικαλέσωνται WH Treg NIV ] ἐπικαλέσονται RP
  8. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 10:14 πιστεύσωσιν WH Treg NIV ] πιστεύσουσιν RP
  9. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 10:14 ἀκούσωσιν WH Treg NIV] ἀκούσουσιν RP
  10. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 10:15 κηρύξωσιν WH Treg NIV ] κηρύξουσιν RP
  11. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 10:15 καθὼς Treg NIV RP ] καθάπερ WH
  12. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 10:15 εὐαγγελιζομένων WH Treg NIV ] + εἰρήνην τῶν εὐαγγελιζομένων RP
  13. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 10:15 τὰ NIV RP ] – WH Treg
  14. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 10:17 Χριστοῦ WH Treg NIV ] θεοῦ RP

τελος γαρ νομου χριστος εις δικαιοσυνην παντι τω πιστευοντι

μωσης γαρ γραφει την δικαιοσυνην την εκ του νομου οτι ο ποιησας αυτα ανθρωπος ζησεται εν αυτοις

η δε εκ πιστεως δικαιοσυνη ουτως λεγει μη ειπης εν τη καρδια σου τις αναβησεται εις τον ουρανον τουτ εστιν χριστον καταγαγειν

η τις καταβησεται εις την αβυσσον τουτ εστιν χριστον εκ νεκρων αναγαγειν

αλλα τι λεγει εγγυς σου το ρημα εστιν εν τω στοματι σου και εν τη καρδια σου τουτ εστιν το ρημα της πιστεως ο κηρυσσομεν

οτι εαν ομολογησης εν τω στοματι σου κυριον ιησουν και πιστευσης εν τη καρδια σου οτι ο θεος αυτον ηγειρεν εκ νεκρων σωθηση

10 καρδια γαρ πιστευεται εις δικαιοσυνην στοματι δε ομολογειται εις σωτηριαν

11 λεγει γαρ η γραφη πας ο πιστευων επ αυτω ου καταισχυνθησεται

12 ου γαρ εστιν διαστολη ιουδαιου τε και ελληνος ο γαρ αυτος κυριος παντων πλουτων εις παντας τους επικαλουμενους αυτον

13 πας γαρ ος αν επικαλεσηται το ονομα κυριου σωθησεται

14 πως ουν επικαλεσονται εις ον ουκ επιστευσαν πως δε πιστευσουσιν ου ουκ ηκουσαν πως δε ακουσουσιν χωρις κηρυσσοντος

15 πως δε κηρυξουσιν εαν μη αποσταλωσιν καθως γεγραπται ως ωραιοι οι ποδες των ευαγγελιζομενων ειρηνην των ευαγγελιζομενων τα αγαθα

16 αλλ ου παντες υπηκουσαν τω ευαγγελιω ησαιας γαρ λεγει κυριε τις επιστευσεν τη ακοη ημων

17 αρα η πιστις εξ ακοης η δε ακοη δια ρηματος θεου

Read full chapter