Add parallel Print Page Options

12 οὐ γάρ ἐστιν διαστολὴ Ἰουδαίου τε καὶ Ἕλληνος, ὁ γὰρ αὐτὸς κύριος πάντων, πλουτῶν εἰς πάντας τοὺς ἐπικαλουμένους αὐτόν· 13 Πᾶς γὰρ ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα κυρίου σωθήσεται.

14 Πῶς οὖν [a]ἐπικαλέσωνται εἰς ὃν οὐκ ἐπίστευσαν; πῶς δὲ [b]πιστεύσωσιν οὗ οὐκ ἤκουσαν; πῶς δὲ [c]ἀκούσωσιν χωρὶς κηρύσσοντος; 15 πῶς δὲ [d]κηρύξωσιν ἐὰν μὴ ἀποσταλῶσιν; [e]καθὼς γέγραπται· Ὡς ὡραῖοι οἱ πόδες τῶν [f]εὐαγγελιζομένων [g]τὰ ἀγαθά.

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 10:14 ἐπικαλέσωνται WH Treg NIV ] ἐπικαλέσονται RP
  2. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 10:14 πιστεύσωσιν WH Treg NIV ] πιστεύσουσιν RP
  3. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 10:14 ἀκούσωσιν WH Treg NIV] ἀκούσουσιν RP
  4. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 10:15 κηρύξωσιν WH Treg NIV ] κηρύξουσιν RP
  5. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 10:15 καθὼς Treg NIV RP ] καθάπερ WH
  6. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 10:15 εὐαγγελιζομένων WH Treg NIV ] + εἰρήνην τῶν εὐαγγελιζομένων RP
  7. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 10:15 τὰ NIV RP ] – WH Treg

12 ου γαρ εστιν διαστολη ιουδαιου τε και ελληνος ο γαρ αυτος κυριος παντων πλουτων εις παντας τους επικαλουμενους αυτον

13 πας γαρ ος αν επικαλεσηται το ονομα κυριου σωθησεται

14 πως ουν επικαλεσονται εις ον ουκ επιστευσαν πως δε πιστευσουσιν ου ουκ ηκουσαν πως δε ακουσουσιν χωρις κηρυσσοντος

15 πως δε κηρυξουσιν εαν μη αποσταλωσιν καθως γεγραπται ως ωραιοι οι ποδες των ευαγγελιζομενων ειρηνην των ευαγγελιζομενων τα αγαθα

Read full chapter