Add parallel Print Page Options

σὺ τίς εἶ ὁ κρίνων ἀλλότριον οἰκέτην; τῷ ἰδίῳ κυρίῳ στήκει ἢ πίπτει· σταθήσεται δέ, [a]δυνατεῖ γὰρ ὁ [b]κύριος στῆσαι αὐτόν.

Ὃς [c]μὲν κρίνει ἡμέραν παρ’ ἡμέραν, ὃς δὲ κρίνει πᾶσαν ἡμέραν· ἕκαστος ἐν τῷ ἰδίῳ νοῒ πληροφορείσθω· ὁ φρονῶν τὴν ἡμέραν κυρίῳ [d]φρονεῖ. καὶ ὁ ἐσθίων κυρίῳ ἐσθίει, εὐχαριστεῖ γὰρ τῷ θεῷ· καὶ ὁ μὴ ἐσθίων κυρίῳ οὐκ ἐσθίει, καὶ εὐχαριστεῖ τῷ θεῷ.

Οὐδεὶς γὰρ ἡμῶν ἑαυτῷ ζῇ, καὶ οὐδεὶς ἑαυτῷ ἀποθνῄσκει· ἐάν τε γὰρ ζῶμεν, τῷ κυρίῳ ζῶμεν, ἐάν τε ἀποθνῄσκωμεν, τῷ κυρίῳ ἀποθνῄσκομεν. ἐάν τε οὖν ζῶμεν ἐάν τε ἀποθνῄσκωμεν, τοῦ κυρίου ἐσμέν.

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 14:4 δυνατεῖ γὰρ WH Treg NIV ] δυνατὸς γάρ ἐστιν RP
  2. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 14:4 κύριος WH Treg NIV ] θεὸς RP
  3. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 14:5 μὲν Treg NIV RP ] + γάρ WH NA
  4. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 14:6 φρονεῖ WH Treg NIV ] + καὶ ὁ μὴ φρονῶν τὴν ἡμέραν κυρίῳ οὐ φρονεῖ RP

23 ὁ δὲ διακρινόμενος ἐὰν φάγῃ κατακέκριται, ὅτι οὐκ ἐκ πίστεως· πᾶν δὲ ὃ οὐκ ἐκ πίστεως ἁμαρτία [a]ἐστίν.

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 14:23 ἐστίν WH Treg NIV ] + 24 Τῷ δὲ δυναμένῳ ὑμᾶς στηρίξαι κατὰ τὸ εὐαγγέλιόν μου καὶ τὸ κήρυγμα Ἰησοῦ Χριστοῦ, κατὰ ἀποκάλυψιν μυστηρίου χρόνοις αἰωνίοις σεσιγημένου, 25 φανερωθέντος δὲ νῦν διά τε γραφῶν προφητικῶν κατʼ ἐπιταγὴν τοῦ αἰωνίου θεοῦ εἰς ὑπακοὴν πίστεως εἰς πάντα τὰ ἔθνη γνωρισθέντος, 26 μόνῳ σοφῷ θεῷ, διὰ Ἰησοῦ χριστοῦ ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας· ἀμήν. RP