ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 8:10-9:19
SBL Greek New Testament
10 Καὶ ὁ τρίτος ἄγγελος ἐσάλπισεν· καὶ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ ἀστὴρ μέγας καιόμενος ὡς λαμπάς, καὶ ἔπεσεν ἐπὶ τὸ τρίτον τῶν ποταμῶν καὶ ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων. 11 καὶ τὸ ὄνομα τοῦ ἀστέρος λέγεται· [a]ὁ Ἄψινθος. καὶ ἐγένετο τὸ τρίτον τῶν ὑδάτων εἰς ἄψινθον, καὶ πολλοὶ τῶν ἀνθρώπων ἀπέθανον ἐκ τῶν ὑδάτων, ὅτι ἐπικράνθησαν.
12 Καὶ ὁ τέταρτος ἄγγελος ἐσάλπισεν· καὶ ἐπλήγη τὸ τρίτον τοῦ ἡλίου καὶ τὸ τρίτον τῆς σελήνης καὶ τὸ τρίτον τῶν ἀστέρων, ἵνα σκοτισθῇ τὸ τρίτον αὐτῶν καὶ [b]ἡ ἡμέρα μὴ φάνῃ τὸ τρίτον αὐτῆς, καὶ ἡ νὺξ ὁμοίως.
13 Καὶ εἶδον, καὶ ἤκουσα ἑνὸς ἀετοῦ πετομένου ἐν μεσουρανήματι λέγοντος φωνῇ μεγάλῃ· Οὐαὶ οὐαὶ οὐαὶ [c]τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς ἐκ τῶν λοιπῶν φωνῶν τῆς σάλπιγγος τῶν τριῶν ἀγγέλων τῶν μελλόντων σαλπίζειν.
9 Καὶ ὁ πέμπτος ἄγγελος ἐσάλπισεν· καὶ εἶδον ἀστέρα ἐκ τοῦ οὐρανοῦ πεπτωκότα εἰς τὴν γῆν, καὶ ἐδόθη αὐτῷ ἡ κλεὶς τοῦ φρέατος τῆς ἀβύσσου· 2 καὶ ἤνοιξεν τὸ φρέαρ τῆς ἀβύσσου, καὶ ἀνέβη καπνὸς ἐκ τοῦ φρέατος ὡς καπνὸς καμίνου [d]μεγάλης, καὶ [e]ἐσκοτώθη ὁ ἥλιος καὶ ὁ ἀὴρ ἐκ τοῦ καπνοῦ τοῦ φρέατος. 3 καὶ ἐκ τοῦ καπνοῦ ἐξῆλθον ἀκρίδες εἰς τὴν γῆν, καὶ ἐδόθη αὐταῖς ἐξουσία ὡς ἔχουσιν ἐξουσίαν οἱ σκορπίοι τῆς γῆς. 4 καὶ ἐρρέθη αὐταῖς ἵνα μὴ [f]ἀδικήσουσιν τὸν χόρτον τῆς γῆς οὐδὲ πᾶν χλωρὸν οὐδὲ πᾶν δένδρον, εἰ μὴ τοὺς ἀνθρώπους οἵτινες οὐκ ἔχουσι τὴν σφραγῖδα τοῦ θεοῦ ἐπὶ τῶν [g]μετώπων. 5 καὶ ἐδόθη [h]αὐτοῖς ἵνα μὴ ἀποκτείνωσιν αὐτούς, ἀλλ’ ἵνα [i]βασανισθήσονται μῆνας πέντε· καὶ ὁ βασανισμὸς αὐτῶν ὡς βασανισμὸς σκορπίου, ὅταν παίσῃ ἄνθρωπον. 6 καὶ ἐν ταῖς ἡμέραις ἐκείναις ζητήσουσιν οἱ ἄνθρωποι τὸν θάνατον καὶ οὐ μὴ εὑρήσουσιν αὐτόν, καὶ ἐπιθυμήσουσιν ἀποθανεῖν καὶ [j]φεύγει [k]ὁ θάνατος ἀπ’ αὐτῶν.
7 Καὶ τὰ ὁμοιώματα τῶν ἀκρίδων ὅμοια ἵπποις ἡτοιμασμένοις εἰς πόλεμον, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτῶν ὡς στέφανοι [l]ὅμοιοι χρυσῷ, καὶ τὰ πρόσωπα αὐτῶν ὡς πρόσωπα ἀνθρώπων, 8 καὶ εἶχον τρίχας ὡς τρίχας γυναικῶν, καὶ οἱ ὀδόντες αὐτῶν ὡς λεόντων ἦσαν, 9 καὶ εἶχον θώρακας ὡς θώρακας σιδηροῦς, καὶ ἡ φωνὴ τῶν πτερύγων αὐτῶν ὡς φωνὴ ἁρμάτων ἵππων πολλῶν τρεχόντων εἰς πόλεμον· 10 καὶ ἔχουσιν οὐρὰς ὁμοίας σκορπίοις καὶ κέντρα, καὶ ἐν ταῖς οὐραῖς αὐτῶν [m]ἡ ἐξουσία αὐτῶν ἀδικῆσαι τοὺς ἀνθρώπους μῆνας πέντε. 11 [n]ἔχουσιν ἐπ’ αὐτῶν βασιλέα τὸν ἄγγελον τῆς ἀβύσσου· ὄνομα αὐτῷ Ἑβραϊστὶ Ἀβαδδών [o]καὶ ἐν τῇ Ἑλληνικῇ ὄνομα ἔχει Ἀπολλύων.
12 Ἡ οὐαὶ ἡ μία ἀπῆλθεν· ἰδοὺ ἔρχεται ἔτι δύο οὐαὶ μετὰ ταῦτα.
13 Καὶ ὁ ἕκτος ἄγγελος ἐσάλπισεν· καὶ ἤκουσα φωνὴν μίαν ἐκ [p]τῶν κεράτων τοῦ θυσιαστηρίου τοῦ χρυσοῦ τοῦ ἐνώπιον τοῦ θεοῦ, 14 [q]λέγοντα τῷ ἕκτῳ ἀγγέλῳ, ὁ ἔχων τὴν σάλπιγγα· Λῦσον τοὺς τέσσαρας ἀγγέλους τοὺς δεδεμένους ἐπὶ τῷ ποταμῷ τῷ μεγάλῳ Εὐφράτῃ. 15 καὶ ἐλύθησαν οἱ τέσσαρες ἄγγελοι οἱ ἡτοιμασμένοι εἰς τὴν ὥραν [r]καὶ ἡμέραν καὶ μῆνα καὶ ἐνιαυτόν, ἵνα ἀποκτείνωσιν τὸ τρίτον τῶν ἀνθρώπων. 16 καὶ ὁ ἀριθμὸς τῶν στρατευμάτων τοῦ [s]ἱππικοῦ [t]δισμυριάδες μυριάδων· ἤκουσα τὸν ἀριθμὸν αὐτῶν. 17 καὶ οὕτως εἶδον τοὺς ἵππους ἐν τῇ ὁράσει καὶ τοὺς καθημένους ἐπ’ αὐτῶν, ἔχοντας θώρακας πυρίνους καὶ ὑακινθίνους καὶ θειώδεις· καὶ αἱ κεφαλαὶ τῶν ἵππων ὡς κεφαλαὶ λεόντων, καὶ ἐκ τῶν στομάτων αὐτῶν ἐκπορεύεται πῦρ καὶ καπνὸς καὶ θεῖον. 18 ἀπὸ τῶν τριῶν πληγῶν τούτων ἀπεκτάνθησαν τὸ τρίτον τῶν ἀνθρώπων, [u]ἐκ τοῦ πυρὸς καὶ τοῦ καπνοῦ καὶ τοῦ θείου τοῦ ἐκπορευομένου ἐκ τῶν στομάτων αὐτῶν. 19 ἡ γὰρ ἐξουσία τῶν ἵππων ἐν τῷ στόματι αὐτῶν ἐστιν καὶ ἐν ταῖς οὐραῖς αὐτῶν· αἱ γὰρ οὐραὶ αὐτῶν ὅμοιαι [v]ὄφεσιν, ἔχουσαι κεφαλάς, καὶ ἐν αὐταῖς ἀδικοῦσιν.
Footnotes
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 8:11 ὁ WH NIV RP ] – Treg
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 8:12 ἡ ἡμέρα μὴ φάνῃ τὸ τρίτον αὐτῆς WH Treg NIV ] τὸ τρίτον αὐτῆς ἡ ἡμέρα μὴ φάνῃ RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 8:13 τοὺς κατοικοῦντας WH Treg NIV ] τοῖς κατοικοῦσιν RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 9:2 μεγάλης WH Treg NIV ] καιομένης RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 9:2 ἐσκοτώθη WH NIV ] ἐσκοτίσθη Treg RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 9:4 ἀδικήσουσιν WH NIV ] ἀδικήσωσιν Treg RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 9:4 μετώπων WH Treg NIV ] + αὐτῶν RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 9:5 αὐτοῖς Treg NIV ] αὐταῖς WH RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 9:5 βασανισθήσονται WH Treg NIV ] βασανισθῶσιν RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 9:6 φεύγει WH Treg NIV ] φεύξεται RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 9:6 ὁ θάνατος ἀπ’ αὐτῶν WH Treg NIV ] ἀπ’ αὐτῶν ὁ θάνατος RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 9:7 ὅμοιοι χρυσῷ WH Treg NIV ] χρυσοῖ RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 9:10 ἡ ἐξουσία αὐτῶν WH Treg NIV ] ἐξουσίαν ἔχουσιν τοῦ RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 9:11 ἔχουσιν ἐπ’ αὐτῶν βασιλέα τὸν WH Treg NIV ] Ἔχουσαι βασιλέα ἐπ᾽ αὐτῶν RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 9:11 καὶ ἐν WH Treg NIV ] ἐν δὲ RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 9:13 τῶν WH Treg NIV ] + τεσσάρων RP NA
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 9:14 λέγοντα WH Treg NIV ] λέγουσαν RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 9:15 καὶ WH Treg NIV ] + εἰς τὴν RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 9:16 ἱππικοῦ WH Treg NIV ] ἵππου RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 9:16 δισμυριάδες WH NIV ] δύο μυριάδες Treg; μυριάδες RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 9:18 ἐκ WH Treg NIV ] ἀπὸ RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 9:19 ὄφεσιν WH Treg NIV ] ὄφεων RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software