ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 4:1-5
SBL Greek New Testament
4 Μετὰ ταῦτα εἶδον, καὶ ἰδοὺ θύρα ἠνεῳγμένη ἐν τῷ οὐρανῷ, καὶ ἡ φωνὴ ἡ πρώτη ἣν ἤκουσα ὡς σάλπιγγος λαλούσης μετ’ ἐμοῦ, λέγων· Ἀνάβα ὧδε, καὶ δείξω σοι ἃ δεῖ γενέσθαι. μετὰ ταῦτα 2 [a]εὐθέως ἐγενόμην ἐν πνεύματι· καὶ ἰδοὺ θρόνος ἔκειτο ἐν τῷ οὐρανῷ, καὶ ἐπὶ τὸν θρόνον καθήμενος, 3 [b]καὶ ὁ καθήμενος ὅμοιος ὁράσει λίθῳ ἰάσπιδι καὶ σαρδίῳ, καὶ ἶρις κυκλόθεν τοῦ θρόνου [c]ὅμοιος ὁράσει σμαραγδίνῳ. 4 καὶ κυκλόθεν τοῦ θρόνου [d]θρόνοι εἴκοσι τέσσαρες, καὶ ἐπὶ τοὺς [e]θρόνους εἴκοσι τέσσαρας πρεσβυτέρους καθημένους περιβεβλημένους [f]ἐν ἱματίοις λευκοῖς, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτῶν στεφάνους χρυσοῦς. 5 καὶ ἐκ τοῦ θρόνου ἐκπορεύονται ἀστραπαὶ καὶ φωναὶ καὶ βρονταί· καὶ ἑπτὰ λαμπάδες πυρὸς καιόμεναι ἐνώπιον τοῦ θρόνου, [g]ἅ εἰσιν [h]τὰ ἑπτὰ πνεύματα τοῦ θεοῦ,
Read full chapterFootnotes
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 4:2 εὐθέως WH Treg NIV ] Καὶ εὐθέως RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 4:3 καὶ ὁ καθήμενος WH Treg NIV ] – RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 4:3 ὅμοιος ὁράσει σμαραγδίνῳ WH Treg NIV ] ὁμοίως ὅρασις σμαραγδίνων RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 4:4 θρόνοι WH Treg RP ] θρόνους NIV
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 4:4 θρόνους WH Treg NIV ] + τοὺς RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 4:4 ἐν Treg NIV RP ] – WH
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 4:5 ἅ WH NIV ] αἵ Treg; αὐτοῦ αἵ RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 4:5 τὰ WH Treg NIV ] – RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software