ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 21:5-15
SBL Greek New Testament
5 Καὶ εἶπεν ὁ καθήμενος ἐπὶ τῷ θρόνῳ· Ἰδοὺ [a]καινὰ ποιῶ πάντα. καὶ [b]λέγει· Γράψον, ὅτι οὗτοι οἱ λόγοι [c]πιστοὶ καὶ ἀληθινοί εἰσιν. 6 καὶ εἶπέν μοι· [d]Γέγοναν. ἐγὼ τὸ Ἄλφα καὶ τὸ Ὦ, ἡ ἀρχὴ καὶ τὸ τέλος. ἐγὼ τῷ διψῶντι δώσω ἐκ τῆς πηγῆς τοῦ ὕδατος τῆς ζωῆς δωρεάν. 7 ὁ νικῶν κληρονομήσει ταῦτα, καὶ ἔσομαι αὐτῷ θεὸς καὶ αὐτὸς ἔσται μοι υἱός. 8 τοῖς δὲ δειλοῖς καὶ [e]ἀπίστοις καὶ ἐβδελυγμένοις καὶ φονεῦσι καὶ πόρνοις καὶ φαρμάκοις καὶ εἰδωλολάτραις καὶ πᾶσι τοῖς ψευδέσιν τὸ μέρος αὐτῶν ἐν τῇ λίμνῃ τῇ καιομένῃ πυρὶ καὶ θείῳ, ὅ ἐστιν ὁ θάνατος ὁ δεύτερος.
9 Καὶ ἦλθεν εἷς ἐκ τῶν ἑπτὰ ἀγγέλων τῶν ἐχόντων τὰς ἑπτὰ φιάλας, [f]τῶν γεμόντων τῶν ἑπτὰ πληγῶν τῶν ἐσχάτων, καὶ ἐλάλησεν μετ’ ἐμοῦ λέγων· Δεῦρο, δείξω σοι τὴν [g]νύμφην τὴν γυναῖκα τοῦ ἀρνίου. 10 καὶ ἀπήνεγκέν με ἐν πνεύματι ἐπὶ ὄρος μέγα καὶ ὑψηλόν, καὶ ἔδειξέν μοι τὴν [h]πόλιν τὴν ἁγίαν Ἰερουσαλὴμ καταβαίνουσαν ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ θεοῦ, 11 ἔχουσαν τὴν δόξαν τοῦ θεοῦ· ὁ φωστὴρ αὐτῆς ὅμοιος λίθῳ τιμιωτάτῳ, ὡς λίθῳ ἰάσπιδι κρυσταλλίζοντι· 12 ἔχουσα τεῖχος μέγα καὶ ὑψηλόν, ἔχουσα πυλῶνας δώδεκα, καὶ ἐπὶ [i]τοῖς πυλῶσιν ἀγγέλους δώδεκα, καὶ ὀνόματα ἐπιγεγραμμένα ἅ [j]ἐστιν τῶν δώδεκα [k]φυλῶν υἱῶν Ἰσραήλ· 13 ἀπὸ [l]ἀνατολῆς πυλῶνες τρεῖς, καὶ ἀπὸ βορρᾶ πυλῶνες τρεῖς, καὶ ἀπὸ νότου πυλῶνες τρεῖς, καὶ ἀπὸ δυσμῶν πυλῶνες τρεῖς· 14 καὶ τὸ τεῖχος τῆς πόλεως [m]ἔχων θεμελίους δώδεκα, καὶ ἐπ’ αὐτῶν δώδεκα ὀνόματα τῶν δώδεκα ἀποστόλων τοῦ ἀρνίου.
15 Καὶ ὁ λαλῶν μετ’ ἐμοῦ εἶχεν μέτρον κάλαμον χρυσοῦν, ἵνα μετρήσῃ τὴν πόλιν καὶ τοὺς πυλῶνας αὐτῆς καὶ τὸ τεῖχος αὐτῆς.
Read full chapterFootnotes
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 21:5 καινὰ ποιῶ πάντα WH Treg NIV ] πάντα καινὰ ποιῶ RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 21:5 λέγει WH NIV ] + μοι Treg RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 21:5 πιστοὶ καὶ ἀληθινοί WH Treg NIV ] ἀληθινοὶ καὶ πιστοί RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 21:6 Γέγοναν, ἐγὼ WH ] Γέγοναν ἐγώ εἰμι Treg NIV; Γέγονα RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 21:8 ἀπίστοις WH Treg NIV ] + καὶ ἁμαρτωλοῖς RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 21:9 τῶν γεμόντων WH Treg NIV ] γεμούσας RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 21:9 νύμφην τὴν γυναῖκα WH Treg NIV ] γυναῖκα τὴν νύμφην RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 21:10 πόλιν WH Treg NIV ] + τὴν μεγάλην RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 21:12 τοῖς πυλῶσιν WH NIV RP ] τοὺς πυλῶνας Treg
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 21:12 ἐστιν WH ] + τὰ ὀνόματα Treg NIV; + ὀνόματα RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 21:12 φυλῶν WH Treg NIV ] + τῶν RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 21:13 ἀνατολῆς WH Treg NIV ] ἀνατολῶν RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 21:14 ἔχων WH Treg NIV ] ἔχον RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software