Add parallel Print Page Options

Τῷ ἀγγέλῳ [a]τῆς ἐν Ἐφέσῳ ἐκκλησίας γράψον· Τάδε λέγει ὁ κρατῶν τοὺς ἑπτὰ ἀστέρας ἐν τῇ δεξιᾷ αὐτοῦ, ὁ περιπατῶν ἐν μέσῳ τῶν ἑπτὰ λυχνιῶν τῶν χρυσῶν·

Οἶδα τὰ ἔργα σου, καὶ τὸν [b]κόπον καὶ τὴν ὑπομονήν σου, καὶ ὅτι οὐ δύνῃ βαστάσαι κακούς, καὶ ἐπείρασας τοὺς λέγοντας ἑαυτοὺς [c]ἀποστόλους, καὶ οὐκ εἰσίν, καὶ εὗρες αὐτοὺς ψευδεῖς· καὶ ὑπομονὴν ἔχεις, καὶ ἐβάστασας διὰ τὸ ὄνομά μου, καὶ [d]οὐ κεκοπίακες. ἀλλὰ ἔχω κατὰ σοῦ ὅτι τὴν ἀγάπην σου τὴν πρώτην ἀφῆκες. μνημόνευε οὖν πόθεν [e]πέπτωκας, καὶ μετανόησον καὶ τὰ πρῶτα ἔργα ποίησον· εἰ δὲ μή, ἔρχομαί [f]σοι, καὶ κινήσω τὴν λυχνίαν σου ἐκ τοῦ τόπου αὐτῆς, ἐὰν μὴ μετανοήσῃς. ἀλλὰ τοῦτο ἔχεις ὅτι μισεῖς τὰ ἔργα τῶν Νικολαϊτῶν, ἃ κἀγὼ μισῶ. ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις. τῷ νικῶντι δώσω αὐτῷ φαγεῖν ἐκ τοῦ ξύλου τῆς ζωῆς, ὅ ἐστιν ἐν τῷ παραδείσῳ τοῦ [g]θεοῦ.

Καὶ τῷ ἀγγέλῳ [h]τῆς ἐν Σμύρνῃ ἐκκλησίας γράψον· Τάδε λέγει ὁ πρῶτος καὶ ὁ ἔσχατος, ὃς ἐγένετο νεκρὸς καὶ ἔζησεν·

Οἶδά [i]σου τὴν θλῖψιν καὶ τὴν πτωχείαν, ἀλλὰ πλούσιος εἶ, καὶ τὴν βλασφημίαν ἐκ τῶν λεγόντων Ἰουδαίους εἶναι ἑαυτούς, καὶ οὐκ εἰσίν, ἀλλὰ συναγωγὴ τοῦ Σατανᾶ. 10 [j]μηδὲν φοβοῦ ἃ μέλλεις [k]πάσχειν. [l]ἰδοὺ μέλλει [m]βάλλειν ὁ διάβολος ἐξ ὑμῶν εἰς φυλακὴν ἵνα πειρασθῆτε, καὶ [n]ἕξετε θλῖψιν ἡμερῶν δέκα. γίνου πιστὸς ἄχρι θανάτου, καὶ δώσω σοι τὸν στέφανον τῆς ζωῆς. 11 ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις. ὁ νικῶν οὐ μὴ ἀδικηθῇ ἐκ τοῦ θανάτου τοῦ δευτέρου.

12 Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Περγάμῳ ἐκκλησίας γράψον· Τάδε λέγει ὁ ἔχων τὴν ῥομφαίαν τὴν δίστομον τὴν ὀξεῖαν·

13 [o]Οἶδα ποῦ κατοικεῖς, ὅπου ὁ θρόνος τοῦ Σατανᾶ, καὶ κρατεῖς τὸ ὄνομά μου, καὶ οὐκ ἠρνήσω τὴν πίστιν μου [p]καὶ ἐν ταῖς [q]ἡμέραις Ἀντιπᾶς, ὁ μάρτυς μου, ὁ πιστός [r]μου, ὃς ἀπεκτάνθη παρ’ ὑμῖν, ὅπου ὁ Σατανᾶς κατοικεῖ. 14 ἀλλὰ ἔχω κατὰ σοῦ ὀλίγα, ὅτι ἔχεις ἐκεῖ κρατοῦντας τὴν διδαχὴν Βαλαάμ, ὃς [s]ἐδίδασκεν τῷ Βαλὰκ βαλεῖν σκάνδαλον ἐνώπιον τῶν υἱῶν Ἰσραήλ, [t]φαγεῖν εἰδωλόθυτα καὶ πορνεῦσαι· 15 οὕτως ἔχεις καὶ σὺ κρατοῦντας τὴν [u]διδαχὴν Νικολαϊτῶν ὁμοίως. 16 μετανόησον οὖν· εἰ δὲ μή, ἔρχομαί σοι ταχύ, καὶ πολεμήσω μετ’ αὐτῶν ἐν τῇ ῥομφαίᾳ τοῦ στόματός μου. 17 ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις. τῷ νικῶντι δώσω [v]αὐτῷ τοῦ μάννα τοῦ κεκρυμμένου, καὶ δώσω αὐτῷ ψῆφον λευκήν, καὶ ἐπὶ τὴν ψῆφον ὄνομα καινὸν γεγραμμένον ὃ οὐδεὶς οἶδεν εἰ μὴ ὁ λαμβάνων.

18 Καὶ τῷ ἀγγέλῳ [w]τῆς ἐν Θυατείροις ἐκκλησίας γράψον· Τάδε λέγει ὁ υἱὸς τοῦ θεοῦ, ὁ ἔχων τοὺς ὀφθαλμοὺς αὐτοῦ ὡς φλόγα πυρός, καὶ οἱ πόδες αὐτοῦ ὅμοιοι χαλκολιβάνῳ·

19 Οἶδά σου τὰ ἔργα, καὶ τὴν [x]ἀγάπην καὶ τὴν πίστιν καὶ τὴν διακονίαν καὶ τὴν ὑπομονήν σου, καὶ τὰ ἔργα σου τὰ ἔσχατα πλείονα τῶν πρώτων. 20 ἀλλὰ ἔχω κατὰ σοῦ ὅτι ἀφεῖς τὴν [y]γυναῖκα Ἰεζάβελ, ἡ [z]λέγουσα ἑαυτὴν προφῆτιν, καὶ διδάσκει καὶ πλανᾷ τοὺς ἐμοὺς δούλους πορνεῦσαι καὶ φαγεῖν εἰδωλόθυτα. 21 καὶ ἔδωκα αὐτῇ χρόνον ἵνα μετανοήσῃ, καὶ οὐ θέλει μετανοῆσαι ἐκ τῆς πορνείας αὐτῆς. 22 ἰδοὺ βάλλω αὐτὴν εἰς κλίνην, καὶ τοὺς μοιχεύοντας μετ’ αὐτῆς εἰς θλῖψιν μεγάλην, ἐὰν μὴ [aa]μετανοήσωσιν ἐκ τῶν ἔργων αὐτῆς· 23 καὶ τὰ τέκνα αὐτῆς ἀποκτενῶ ἐν θανάτῳ· καὶ γνώσονται πᾶσαι αἱ ἐκκλησίαι ὅτι ἐγώ εἰμι ὁ ἐραυνῶν νεφροὺς καὶ καρδίας, καὶ δώσω ὑμῖν ἑκάστῳ κατὰ τὰ ἔργα ὑμῶν. 24 ὑμῖν δὲ λέγω τοῖς λοιποῖς τοῖς ἐν Θυατείροις, ὅσοι οὐκ ἔχουσιν τὴν διδαχὴν ταύτην, οἵτινες οὐκ ἔγνωσαν τὰ βαθέα τοῦ Σατανᾶ, ὡς λέγουσιν, οὐ βάλλω ἐφ’ ὑμᾶς ἄλλο βάρος· 25 πλὴν ὃ ἔχετε κρατήσατε ἄχρι οὗ ἂν ἥξω. 26 καὶ ὁ νικῶν καὶ ὁ τηρῶν ἄχρι τέλους τὰ ἔργα μου, δώσω αὐτῷ ἐξουσίαν ἐπὶ τῶν ἐθνῶν, 27 καὶ ποιμανεῖ αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ ὡς τὰ σκεύη τὰ κεραμικὰ [ab]συντρίβεται, 28 ὡς κἀγὼ εἴληφα παρὰ τοῦ πατρός μου, καὶ δώσω αὐτῷ τὸν ἀστέρα τὸν πρωϊνόν. 29 ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις.

Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Σάρδεσιν ἐκκλησίας γράψον· Τάδε λέγει ὁ ἔχων τὰ ἑπτὰ πνεύματα τοῦ θεοῦ καὶ τοὺς ἑπτὰ ἀστέρας·

Οἶδά σου τὰ ἔργα, ὅτι ὄνομα ἔχεις ὅτι ζῇς, καὶ νεκρὸς εἶ. γίνου γρηγορῶν, καὶ στήρισον τὰ λοιπὰ ἃ [ac]ἔμελλον ἀποθανεῖν, οὐ γὰρ εὕρηκά σου [ad]τὰ ἔργα πεπληρωμένα ἐνώπιον τοῦ θεοῦ μου· μνημόνευε οὖν πῶς εἴληφας καὶ ἤκουσας καὶ τήρει, καὶ μετανόησον· ἐὰν οὖν μὴ γρηγορήσῃς, [ae]ἥξω ὡς κλέπτης, καὶ οὐ μὴ [af]γνῷς ποίαν ὥραν ἥξω ἐπὶ σέ· ἀλλὰ [ag]ἔχεις ὀλίγα ὀνόματα ἐν Σάρδεσιν ἃ οὐκ ἐμόλυναν τὰ ἱμάτια αὐτῶν, καὶ περιπατήσουσιν μετ’ ἐμοῦ ἐν λευκοῖς, ὅτι ἄξιοί εἰσιν. ὁ νικῶν [ah]οὕτως περιβαλεῖται ἐν ἱματίοις λευκοῖς, καὶ οὐ μὴ ἐξαλείψω τὸ ὄνομα αὐτοῦ ἐκ τῆς βίβλου τῆς ζωῆς, καὶ ὁμολογήσω τὸ ὄνομα αὐτοῦ ἐνώπιον τοῦ πατρός μου καὶ ἐνώπιον τῶν ἀγγέλων αὐτοῦ. ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις.

Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Φιλαδελφείᾳ ἐκκλησίας γράψον· Τάδε λέγει ὁ ἅγιος, ὁ ἀληθινός, ὁ ἔχων τὴν κλεῖν [ai]Δαυίδ, ὁ ἀνοίγων καὶ οὐδεὶς κλείσει, [aj]καὶ κλείων καὶ οὐδεὶς [ak]ἀνοίγει·

Οἶδά σου τὰ ἔργα— ἰδοὺ δέδωκα ἐνώπιόν σου θύραν ἠνεῳγμένην, ἣν οὐδεὶς δύναται κλεῖσαι αὐτήν— ὅτι μικρὰν ἔχεις δύναμιν, καὶ ἐτήρησάς μου τὸν λόγον, καὶ οὐκ ἠρνήσω τὸ ὄνομά μου. ἰδοὺ [al]διδῶ ἐκ τῆς συναγωγῆς τοῦ Σατανᾶ, τῶν λεγόντων ἑαυτοὺς Ἰουδαίους εἶναι, καὶ οὐκ εἰσὶν ἀλλὰ ψεύδονται— ἰδοὺ ποιήσω αὐτοὺς ἵνα [am]ἥξουσιν καὶ προσκυνήσουσιν ἐνώπιον τῶν ποδῶν σου, καὶ γνῶσιν ὅτι [an]ἐγὼ ἠγάπησά σε. 10 ὅτι ἐτήρησας τὸν λόγον τῆς ὑπομονῆς μου, κἀγώ σε τηρήσω ἐκ τῆς ὥρας τοῦ πειρασμοῦ τῆς μελλούσης ἔρχεσθαι ἐπὶ τῆς οἰκουμένης ὅλης, πειράσαι τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς. 11 ἔρχομαι ταχύ· κράτει ὃ ἔχεις, ἵνα μηδεὶς λάβῃ τὸν στέφανόν σου. 12 ὁ νικῶν ποιήσω αὐτὸν στῦλον ἐν τῷ ναῷ τοῦ θεοῦ μου, καὶ ἔξω οὐ μὴ ἐξέλθῃ ἔτι, καὶ γράψω ἐπ’ αὐτὸν τὸ ὄνομα τοῦ θεοῦ μου καὶ τὸ ὄνομα τῆς πόλεως τοῦ θεοῦ μου, τῆς καινῆς Ἰερουσαλήμ, ἡ [ao]καταβαίνουσα ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ θεοῦ μου, καὶ τὸ ὄνομά μου τὸ καινόν. 13 ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις.

14 Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Λαοδικείᾳ ἐκκλησίας γράψον· Τάδε λέγει ὁ Ἀμήν, ὁ μάρτυς ὁ πιστὸς [ap]καὶ ἀληθινός, ἡ ἀρχὴ τῆς κτίσεως τοῦ θεοῦ·

15 Οἶδά σου τὰ ἔργα, ὅτι οὔτε ψυχρὸς εἶ οὔτε ζεστός. ὄφελον ψυχρὸς ἦς ἢ ζεστός. 16 οὕτως, ὅτι χλιαρὸς εἶ καὶ [aq]οὔτε ζεστὸς οὔτε ψυχρός, μέλλω σε ἐμέσαι ἐκ τοῦ στόματός μου. 17 ὅτι λέγεις [ar]ὅτι Πλούσιός εἰμι καὶ πεπλούτηκα καὶ [as]οὐδὲν χρείαν ἔχω, καὶ οὐκ οἶδας ὅτι σὺ εἶ ὁ ταλαίπωρος [at]καὶ ἐλεεινὸς καὶ πτωχὸς καὶ τυφλὸς καὶ γυμνός, 18 συμβουλεύω σοι ἀγοράσαι [au]παρ’ ἐμοῦ χρυσίον πεπυρωμένον ἐκ πυρὸς ἵνα πλουτήσῃς, καὶ ἱμάτια λευκὰ ἵνα περιβάλῃ καὶ μὴ φανερωθῇ ἡ αἰσχύνη τῆς γυμνότητός σου, καὶ κολλούριον [av]ἐγχρῖσαι τοὺς ὀφθαλμούς σου ἵνα βλέπῃς. 19 ἐγὼ ὅσους ἐὰν φιλῶ ἐλέγχω καὶ παιδεύω· [aw]ζήλευε οὖν καὶ μετανόησον. 20 ἰδοὺ ἕστηκα ἐπὶ τὴν θύραν καὶ κρούω· ἐάν τις ἀκούσῃ τῆς φωνῆς μου καὶ ἀνοίξῃ τὴν θύραν, [ax]καὶ εἰσελεύσομαι πρὸς αὐτὸν καὶ δειπνήσω μετ’ αὐτοῦ καὶ αὐτὸς μετ’ ἐμοῦ. 21 ὁ νικῶν δώσω αὐτῷ καθίσαι μετ’ ἐμοῦ ἐν τῷ θρόνῳ μου, ὡς κἀγὼ ἐνίκησα καὶ ἐκάθισα μετὰ τοῦ πατρός μου ἐν τῷ θρόνῳ αὐτοῦ. 22 ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις.

Μετὰ ταῦτα εἶδον, καὶ ἰδοὺ θύρα ἠνεῳγμένη ἐν τῷ οὐρανῷ, καὶ ἡ φωνὴ ἡ πρώτη ἣν ἤκουσα ὡς σάλπιγγος λαλούσης μετ’ ἐμοῦ, λέγων· Ἀνάβα ὧδε, καὶ δείξω σοι ἃ δεῖ γενέσθαι. μετὰ ταῦτα [ay]εὐθέως ἐγενόμην ἐν πνεύματι· καὶ ἰδοὺ θρόνος ἔκειτο ἐν τῷ οὐρανῷ, καὶ ἐπὶ τὸν θρόνον καθήμενος, [az]καὶ ὁ καθήμενος ὅμοιος ὁράσει λίθῳ ἰάσπιδι καὶ σαρδίῳ, καὶ ἶρις κυκλόθεν τοῦ θρόνου [ba]ὅμοιος ὁράσει σμαραγδίνῳ. καὶ κυκλόθεν τοῦ θρόνου [bb]θρόνοι εἴκοσι τέσσαρες, καὶ ἐπὶ τοὺς [bc]θρόνους εἴκοσι τέσσαρας πρεσβυτέρους καθημένους περιβεβλημένους [bd]ἐν ἱματίοις λευκοῖς, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτῶν στεφάνους χρυσοῦς. καὶ ἐκ τοῦ θρόνου ἐκπορεύονται ἀστραπαὶ καὶ φωναὶ καὶ βρονταί· καὶ ἑπτὰ λαμπάδες πυρὸς καιόμεναι ἐνώπιον τοῦ θρόνου, [be]ἅ εἰσιν [bf]τὰ ἑπτὰ πνεύματα τοῦ θεοῦ, καὶ ἐνώπιον τοῦ θρόνου ὡς θάλασσα ὑαλίνη ὁμοία κρυστάλλῳ.

Καὶ ἐν μέσῳ τοῦ θρόνου καὶ κύκλῳ τοῦ θρόνου τέσσαρα ζῷα γέμοντα ὀφθαλμῶν ἔμπροσθεν καὶ ὄπισθεν· καὶ τὸ ζῷον τὸ πρῶτον ὅμοιον λέοντι, καὶ τὸ δεύτερον ζῷον ὅμοιον μόσχῳ, καὶ τὸ τρίτον ζῷον [bg]ἔχων [bh]τὸ πρόσωπον ὡς ἀνθρώπου, καὶ τὸ τέταρτον ζῷον ὅμοιον ἀετῷ πετομένῳ· καὶ τὰ τέσσαρα ζῷα, ἓν [bi]καθ’ ἓν [bj]αὐτῶν [bk]ἔχων ἀνὰ πτέρυγας ἕξ, κυκλόθεν καὶ ἔσωθεν γέμουσιν ὀφθαλμῶν· καὶ ἀνάπαυσιν οὐκ ἔχουσιν ἡμέρας καὶ νυκτὸς λέγοντες· Ἅγιος ἅγιος ἅγιος κύριος, ὁ θεός, ὁ παντοκράτωρ, ὁ ἦν καὶ ὁ ὢν καὶ ὁ ἐρχόμενος. καὶ ὅταν [bl]δώσουσιν τὰ ζῷα δόξαν καὶ τιμὴν καὶ εὐχαριστίαν τῷ καθημένῳ ἐπὶ [bm]τῷ θρόνῳ, τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, 10 πεσοῦνται οἱ εἴκοσι τέσσαρες πρεσβύτεροι ἐνώπιον τοῦ καθημένου ἐπὶ τοῦ θρόνου, καὶ προσκυνήσουσιν τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, καὶ βαλοῦσιν τοὺς στεφάνους αὐτῶν ἐνώπιον τοῦ θρόνου, λέγοντες· 11 Ἄξιος εἶ, ὁ κύριος καὶ ὁ θεὸς [bn]ἡμῶν, λαβεῖν τὴν δόξαν καὶ τὴν τιμὴν καὶ τὴν δύναμιν, ὅτι σὺ ἔκτισας [bo]τὰ πάντα, καὶ διὰ τὸ θέλημά σου ἦσαν καὶ ἐκτίσθησαν.

Καὶ εἶδον ἐπὶ τὴν δεξιὰν τοῦ καθημένου ἐπὶ τοῦ θρόνου βιβλίον γεγραμμένον ἔσωθεν καὶ [bp]ὄπισθεν, κατεσφραγισμένον σφραγῖσιν ἑπτά. καὶ εἶδον ἄγγελον ἰσχυρὸν κηρύσσοντα ἐν φωνῇ μεγάλῃ· Τίς [bq]ἄξιος ἀνοῖξαι τὸ βιβλίον καὶ λῦσαι τὰς σφραγῖδας αὐτοῦ; καὶ οὐδεὶς ἐδύνατο ἐν τῷ [br]οὐρανῷ [bs]οὐδὲ ἐπὶ τῆς γῆς οὐδὲ ὑποκάτω τῆς γῆς ἀνοῖξαι τὸ βιβλίον οὔτε βλέπειν αὐτό. καὶ [bt]ἐγὼ ἔκλαιον πολὺ ὅτι οὐδεὶς ἄξιος εὑρέθη ἀνοῖξαι τὸ βιβλίον οὔτε βλέπειν αὐτό· καὶ εἷς ἐκ τῶν πρεσβυτέρων λέγει μοι· Μὴ κλαῖε· ἰδοὺ ἐνίκησεν ὁ λέων ὁ ἐκ τῆς φυλῆς Ἰούδα, ἡ ῥίζα Δαυίδ, [bu]ἀνοῖξαι τὸ βιβλίον καὶ τὰς ἑπτὰ σφραγῖδας αὐτοῦ.

Καὶ εἶδον ἐν μέσῳ τοῦ θρόνου καὶ τῶν τεσσάρων ζῴων καὶ ἐν μέσῳ τῶν πρεσβυτέρων ἀρνίον [bv]ἑστηκὸς ὡς ἐσφαγμένον, [bw]ἔχων κέρατα ἑπτὰ καὶ ὀφθαλμοὺς ἑπτά, [bx]οἵ εἰσιν τὰ ἑπτὰ πνεύματα τοῦ θεοῦ, [by]ἀπεσταλμένοι εἰς πᾶσαν τὴν γῆν. καὶ ἦλθεν καὶ εἴληφεν ἐκ τῆς δεξιᾶς τοῦ καθημένου ἐπὶ τοῦ θρόνου. καὶ ὅτε ἔλαβεν τὸ βιβλίον, τὰ τέσσαρα ζῷα καὶ οἱ εἴκοσι τέσσαρες πρεσβύτεροι ἔπεσαν ἐνώπιον τοῦ ἀρνίου, ἔχοντες ἕκαστος κιθάραν καὶ φιάλας χρυσᾶς γεμούσας θυμιαμάτων, αἵ εἰσιν [bz]αἱ προσευχαὶ τῶν ἁγίων· καὶ ᾄδουσιν ᾠδὴν καινὴν λέγοντες· Ἄξιος εἶ λαβεῖν τὸ βιβλίον καὶ ἀνοῖξαι τὰς σφραγῖδας αὐτοῦ, ὅτι ἐσφάγης καὶ ἠγόρασας τῷ [ca]θεῷ ἐν τῷ αἵματί σου ἐκ πάσης φυλῆς καὶ γλώσσης καὶ λαοῦ καὶ ἔθνους, 10 καὶ ἐποίησας αὐτοὺς τῷ θεῷ ἡμῶν [cb]βασιλείαν καὶ ἱερεῖς, καὶ [cc]βασιλεύουσιν ἐπὶ τῆς γῆς.

11 Καὶ εἶδον, καὶ [cd]ἤκουσα φωνὴν ἀγγέλων πολλῶν κύκλῳ τοῦ θρόνου καὶ τῶν ζῴων καὶ τῶν πρεσβυτέρων, καὶ ἦν ὁ ἀριθμὸς αὐτῶν μυριάδες μυριάδων καὶ χιλιάδες χιλιάδων, 12 λέγοντες φωνῇ μεγάλῃ· Ἄξιόν ἐστιν τὸ ἀρνίον τὸ ἐσφαγμένον λαβεῖν τὴν δύναμιν [ce]καὶ πλοῦτον καὶ σοφίαν καὶ ἰσχὺν καὶ τιμὴν καὶ δόξαν καὶ εὐλογίαν. 13 καὶ πᾶν κτίσμα ὃ ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς καὶ ὑποκάτω τῆς γῆς καὶ ἐπὶ τῆς [cf]θαλάσσης, καὶ τὰ ἐν αὐτοῖς [cg]πάντα, ἤκουσα λέγοντας· Τῷ καθημένῳ ἐπὶ [ch]τῷ θρόνῳ καὶ τῷ ἀρνίῳ ἡ εὐλογία καὶ ἡ τιμὴ καὶ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν [ci]αἰώνων. 14 καὶ τὰ τέσσαρα ζῷα [cj]ἔλεγον· Ἀμήν. καὶ οἱ πρεσβύτεροι ἔπεσαν καὶ προσεκύνησαν.

Καὶ εἶδον [ck]ὅτε ἤνοιξεν τὸ ἀρνίον μίαν ἐκ τῶν ἑπτὰ σφραγίδων, καὶ ἤκουσα ἑνὸς ἐκ τῶν τεσσάρων ζῴων λέγοντος ὡς φωνῇ βροντῆς· [cl]Ἔρχου. καὶ [cm]εἶδον, καὶ ἰδοὺ ἵππος λευκός, καὶ ὁ καθήμενος ἐπ’ αὐτὸν ἔχων τόξον, καὶ ἐδόθη αὐτῷ στέφανος, καὶ ἐξῆλθεν νικῶν καὶ ἵνα νικήσῃ.

Καὶ ὅτε ἤνοιξεν τὴν [cn]σφραγῖδα τὴν δευτέραν, ἤκουσα τοῦ δευτέρου ζῴου λέγοντος· Ἔρχου. καὶ ἐξῆλθεν ἄλλος ἵππος πυρρός, καὶ τῷ καθημένῳ ἐπ’ αὐτὸν ἐδόθη αὐτῷ λαβεῖν τὴν εἰρήνην ἐκ τῆς γῆς [co]καὶ ἵνα ἀλλήλους [cp]σφάξουσιν, καὶ ἐδόθη αὐτῷ μάχαιρα μεγάλη.

Καὶ ὅτε ἤνοιξε τὴν σφραγῖδα τὴν τρίτην, ἤκουσα τοῦ τρίτου ζῴου λέγοντος· Ἔρχου. καὶ [cq]εἶδον, καὶ ἰδοὺ ἵππος μέλας, καὶ ὁ καθήμενος ἐπ’ αὐτὸν ἔχων ζυγὸν ἐν τῇ χειρὶ αὐτοῦ. καὶ ἤκουσα [cr]ὡς φωνὴν ἐν μέσῳ τῶν τεσσάρων ζῴων λέγουσαν· Χοῖνιξ σίτου δηναρίου, καὶ τρεῖς χοίνικες [cs]κριθῶν δηναρίου· καὶ τὸ ἔλαιον καὶ τὸν οἶνον μὴ ἀδικήσῃς.

Καὶ ὅτε ἤνοιξεν τὴν σφραγῖδα τὴν τετάρτην, ἤκουσα [ct]φωνὴν τοῦ τετάρτου ζῴου λέγοντος· [cu]Ἔρχου. καὶ [cv]εἶδον, καὶ ἰδοὺ ἵππος χλωρός, καὶ ὁ καθήμενος ἐπάνω αὐτοῦ ὄνομα αὐτῷ ὁ Θάνατος, καὶ ὁ ᾅδης ἠκολούθει [cw]μετ’ αὐτοῦ, καὶ ἐδόθη [cx]αὐτοῖς ἐξουσία ἐπὶ τὸ τέταρτον τῆς γῆς, ἀποκτεῖναι ἐν ῥομφαίᾳ καὶ ἐν λιμῷ καὶ ἐν θανάτῳ καὶ ὑπὸ τῶν θηρίων τῆς γῆς.

Καὶ ὅτε ἤνοιξεν τὴν πέμπτην σφραγῖδα, εἶδον ὑποκάτω τοῦ θυσιαστηρίου τὰς ψυχὰς τῶν ἐσφαγμένων διὰ τὸν λόγον τοῦ θεοῦ καὶ διὰ τὴν [cy]μαρτυρίαν ἣν εἶχον. 10 καὶ ἔκραξαν φωνῇ μεγάλῃ λέγοντες· Ἕως πότε, ὁ δεσπότης ὁ ἅγιος καὶ ἀληθινός, οὐ κρίνεις καὶ ἐκδικεῖς τὸ αἷμα ἡμῶν ἐκ τῶν κατοικούντων ἐπὶ τῆς γῆς; 11 καὶ ἐδόθη αὐτοῖς ἑκάστῳ στολὴ λευκή, καὶ ἐρρέθη αὐτοῖς ἵνα [cz]ἀναπαύσονται ἔτι χρόνον [da]μικρόν, ἕως [db]πληρωθῶσιν καὶ οἱ σύνδουλοι αὐτῶν καὶ οἱ ἀδελφοὶ [dc]αὐτῶν οἱ μέλλοντες [dd]ἀποκτέννεσθαι ὡς καὶ αὐτοί.

12 Καὶ εἶδον ὅτε ἤνοιξεν τὴν σφραγῖδα τὴν ἕκτην, καὶ σεισμὸς μέγας ἐγένετο, καὶ ὁ ἥλιος [de]ἐγένετο μέλας ὡς σάκκος τρίχινος, καὶ ἡ σελήνη ὅλη ἐγένετο ὡς αἷμα, 13 καὶ οἱ ἀστέρες τοῦ οὐρανοῦ ἔπεσαν εἰς τὴν γῆν, ὡς συκῆ [df]βάλλει τοὺς ὀλύνθους αὐτῆς ὑπὸ ἀνέμου μεγάλου σειομένη, 14 καὶ ὁ οὐρανὸς ἀπεχωρίσθη ὡς βιβλίον ἑλισσόμενον, καὶ πᾶν ὄρος καὶ νῆσος ἐκ τῶν τόπων αὐτῶν ἐκινήθησαν. 15 καὶ οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ μεγιστᾶνες καὶ οἱ χιλίαρχοι καὶ οἱ πλούσιοι καὶ οἱ ἰσχυροὶ καὶ πᾶς δοῦλος καὶ ἐλεύθερος ἔκρυψαν ἑαυτοὺς εἰς τὰ σπήλαια καὶ εἰς τὰς πέτρας τῶν ὀρέων· 16 καὶ λέγουσιν τοῖς ὄρεσιν καὶ ταῖς πέτραις· Πέσετε ἐφ’ ἡμᾶς καὶ κρύψατε ἡμᾶς ἀπὸ προσώπου τοῦ καθημένου ἐπὶ τοῦ θρόνου καὶ ἀπὸ τῆς ὀργῆς τοῦ ἀρνίου, 17 ὅτι ἦλθεν ἡ ἡμέρα ἡ μεγάλη τῆς ὀργῆς [dg]αὐτῶν, καὶ τίς δύναται σταθῆναι;

[dh]Μετὰ τοῦτο εἶδον τέσσαρας ἀγγέλους ἑστῶτας ἐπὶ τὰς τέσσαρας γωνίας τῆς γῆς, κρατοῦντας τοὺς τέσσαρας ἀνέμους τῆς γῆς, ἵνα μὴ πνέῃ ἄνεμος ἐπὶ τῆς γῆς μήτε ἐπὶ τῆς θαλάσσης μήτε ἐπὶ [di]πᾶν δένδρον. καὶ εἶδον ἄλλον ἄγγελον ἀναβαίνοντα ἀπὸ ἀνατολῆς ἡλίου, ἔχοντα σφραγῖδα θεοῦ ζῶντος, καὶ ἔκραξεν φωνῇ μεγάλῃ τοῖς τέσσαρσιν ἀγγέλοις οἷς ἐδόθη αὐτοῖς ἀδικῆσαι τὴν γῆν καὶ τὴν θάλασσαν, λέγων· Μὴ ἀδικήσητε τὴν γῆν μήτε τὴν θάλασσαν μήτε τὰ δένδρα, [dj]ἄχρι σφραγίσωμεν τοὺς δούλους τοῦ θεοῦ ἡμῶν ἐπὶ τῶν μετώπων αὐτῶν.

Καὶ ἤκουσα τὸν ἀριθμὸν τῶν ἐσφραγισμένων, [dk]ἑκατὸν τεσσεράκοντα τέσσαρες χιλιάδες, [dl]ἐσφραγισμένοι ἐκ πάσης φυλῆς υἱῶν Ἰσραήλ·

ἐκ φυλῆς Ἰούδα δώδεκα χιλιάδες [dm]ἐσφραγισμένοι,

ἐκ φυλῆς Ῥουβὴν δώδεκα χιλιάδες,

ἐκ φυλῆς Γὰδ δώδεκα χιλιάδες,

ἐκ φυλῆς Ἀσὴρ δώδεκα χιλιάδες,

ἐκ φυλῆς Νεφθαλὶμ δώδεκα χιλιάδες,

ἐκ φυλῆς Μανασσῆ δώδεκα χιλιάδες,

ἐκ φυλῆς Συμεὼν δώδεκα χιλιάδες,

ἐκ φυλῆς Λευὶ δώδεκα χιλιάδες,

ἐκ φυλῆς Ἰσσαχὰρ δώδεκα χιλιάδες,

ἐκ φυλῆς Ζαβουλὼν δώδεκα χιλιάδες,

ἐκ φυλῆς Ἰωσὴφ δώδεκα χιλιάδες,

ἐκ φυλῆς Βενιαμὶν δώδεκα χιλιάδες [dn]ἐσφραγισμένοι.

Μετὰ ταῦτα εἶδον, καὶ ἰδοὺ ὄχλος πολύς, ὃν ἀριθμῆσαι [do]αὐτὸν οὐδεὶς ἐδύνατο, ἐκ παντὸς ἔθνους καὶ φυλῶν καὶ λαῶν καὶ γλωσσῶν, [dp]ἑστῶτες ἐνώπιον τοῦ θρόνου καὶ ἐνώπιον τοῦ ἀρνίου, περιβεβλημένους στολὰς λευκάς, καὶ [dq]φοίνικες ἐν ταῖς χερσὶν αὐτῶν· 10 καὶ κράζουσι φωνῇ μεγάλῃ λέγοντες· Ἡ σωτηρία τῷ θεῷ ἡμῶν τῷ καθημένῳ ἐπὶ τῷ θρόνῳ καὶ τῷ ἀρνίῳ. 11 καὶ πάντες οἱ ἄγγελοι εἱστήκεισαν κύκλῳ τοῦ θρόνου καὶ τῶν πρεσβυτέρων καὶ τῶν τεσσάρων ζῴων, καὶ ἔπεσαν ἐνώπιον τοῦ θρόνου ἐπὶ τὰ πρόσωπα αὐτῶν καὶ προσεκύνησαν τῷ θεῷ, 12 λέγοντες· Ἀμήν· ἡ εὐλογία καὶ ἡ δόξα καὶ ἡ σοφία καὶ ἡ εὐχαριστία καὶ ἡ τιμὴ καὶ ἡ δύναμις καὶ ἡ ἰσχὺς τῷ θεῷ ἡμῶν εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.

13 Καὶ ἀπεκρίθη εἷς ἐκ τῶν πρεσβυτέρων λέγων μοι· Οὗτοι οἱ περιβεβλημένοι τὰς στολὰς τὰς λευκὰς τίνες εἰσὶν καὶ πόθεν ἦλθον; 14 καὶ [dr]εἴρηκα αὐτῷ· Κύριέ μου, σὺ οἶδας. καὶ εἶπέν μοι· Οὗτοί εἰσιν οἱ ἐρχόμενοι ἐκ τῆς θλίψεως τῆς μεγάλης, καὶ ἔπλυναν τὰς στολὰς αὐτῶν καὶ ἐλεύκαναν [ds]αὐτὰς ἐν τῷ αἵματι τοῦ ἀρνίου. 15 διὰ τοῦτό εἰσιν ἐνώπιον τοῦ θρόνου τοῦ θεοῦ, καὶ λατρεύουσιν αὐτῷ ἡμέρας καὶ νυκτὸς ἐν τῷ ναῷ αὐτοῦ, καὶ ὁ καθήμενος ἐπὶ [dt]τοῦ θρόνου σκηνώσει ἐπ’ αὐτούς. 16 οὐ πεινάσουσιν ἔτι [du]οὐδὲ διψήσουσιν ἔτι, οὐδὲ μὴ πέσῃ ἐπ’ αὐτοὺς ὁ ἥλιος οὐδὲ πᾶν καῦμα, 17 ὅτι τὸ ἀρνίον τὸ ἀνὰ μέσον τοῦ θρόνου [dv]ποιμανεῖ αὐτούς, καὶ [dw]ὁδηγήσει αὐτοὺς ἐπὶ ζωῆς πηγὰς ὑδάτων· καὶ ἐξαλείψει ὁ θεὸς πᾶν δάκρυον ἐκ τῶν ὀφθαλμῶν αὐτῶν.

Καὶ [dx]ὅταν ἤνοιξεν τὴν σφραγῖδα τὴν ἑβδόμην, ἐγένετο σιγὴ ἐν τῷ οὐρανῷ ὡς ἡμιώριον. καὶ εἶδον τοὺς ἑπτὰ ἀγγέλους οἳ ἐνώπιον τοῦ θεοῦ ἑστήκασιν, καὶ ἐδόθησαν αὐτοῖς ἑπτὰ σάλπιγγες.

Καὶ ἄλλος ἄγγελος ἦλθεν καὶ ἐστάθη ἐπὶ τοῦ θυσιαστηρίου ἔχων λιβανωτὸν χρυσοῦν, καὶ ἐδόθη αὐτῷ θυμιάματα πολλὰ ἵνα [dy]δώσει ταῖς προσευχαῖς τῶν ἁγίων πάντων ἐπὶ τὸ θυσιαστήριον τὸ χρυσοῦν τὸ ἐνώπιον τοῦ θρόνου. καὶ ἀνέβη ὁ καπνὸς τῶν θυμιαμάτων ταῖς προσευχαῖς τῶν ἁγίων ἐκ χειρὸς τοῦ ἀγγέλου ἐνώπιον τοῦ θεοῦ. καὶ εἴληφεν ὁ ἄγγελος τὸν λιβανωτόν, καὶ ἐγέμισεν αὐτὸν ἐκ τοῦ πυρὸς τοῦ θυσιαστηρίου, καὶ ἔβαλεν εἰς τὴν γῆν· καὶ ἐγένοντο βρονταὶ καὶ φωναὶ καὶ ἀστραπαὶ καὶ σεισμός.

Καὶ οἱ ἑπτὰ ἄγγελοι οἱ ἔχοντες τὰς ἑπτὰ σάλπιγγας ἡτοίμασαν [dz]αὑτοὺς ἵνα σαλπίσωσιν.

Καὶ ὁ πρῶτος ἐσάλπισεν· καὶ ἐγένετο χάλαζα καὶ πῦρ μεμιγμένα ἐν αἵματι, καὶ ἐβλήθη εἰς τὴν γῆν· καὶ τὸ τρίτον τῆς γῆς κατεκάη, καὶ τὸ τρίτον τῶν δένδρων κατεκάη, καὶ πᾶς χόρτος χλωρὸς κατεκάη.

Καὶ ὁ δεύτερος ἄγγελος ἐσάλπισεν· καὶ ὡς ὄρος μέγα [ea]πυρὶ καιόμενον ἐβλήθη εἰς τὴν θάλασσαν· καὶ ἐγένετο τὸ τρίτον τῆς θαλάσσης αἷμα, καὶ ἀπέθανε τὸ τρίτον [eb]τῶν κτισμάτων τῶν ἐν τῇ θαλάσσῃ, τὰ ἔχοντα ψυχάς, καὶ τὸ τρίτον τῶν πλοίων [ec]διεφθάρησαν.

10 Καὶ ὁ τρίτος ἄγγελος ἐσάλπισεν· καὶ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ ἀστὴρ μέγας καιόμενος ὡς λαμπάς, καὶ ἔπεσεν ἐπὶ τὸ τρίτον τῶν ποταμῶν καὶ ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων. 11 καὶ τὸ ὄνομα τοῦ ἀστέρος λέγεται· [ed]ὁ Ἄψινθος. καὶ ἐγένετο τὸ τρίτον τῶν ὑδάτων εἰς ἄψινθον, καὶ πολλοὶ τῶν ἀνθρώπων ἀπέθανον ἐκ τῶν ὑδάτων, ὅτι ἐπικράνθησαν.

12 Καὶ ὁ τέταρτος ἄγγελος ἐσάλπισεν· καὶ ἐπλήγη τὸ τρίτον τοῦ ἡλίου καὶ τὸ τρίτον τῆς σελήνης καὶ τὸ τρίτον τῶν ἀστέρων, ἵνα σκοτισθῇ τὸ τρίτον αὐτῶν καὶ [ee]ἡ ἡμέρα μὴ φάνῃ τὸ τρίτον αὐτῆς, καὶ ἡ νὺξ ὁμοίως.

13 Καὶ εἶδον, καὶ ἤκουσα ἑνὸς ἀετοῦ πετομένου ἐν μεσουρανήματι λέγοντος φωνῇ μεγάλῃ· Οὐαὶ οὐαὶ οὐαὶ [ef]τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς ἐκ τῶν λοιπῶν φωνῶν τῆς σάλπιγγος τῶν τριῶν ἀγγέλων τῶν μελλόντων σαλπίζειν.

Καὶ ὁ πέμπτος ἄγγελος ἐσάλπισεν· καὶ εἶδον ἀστέρα ἐκ τοῦ οὐρανοῦ πεπτωκότα εἰς τὴν γῆν, καὶ ἐδόθη αὐτῷ ἡ κλεὶς τοῦ φρέατος τῆς ἀβύσσου· καὶ ἤνοιξεν τὸ φρέαρ τῆς ἀβύσσου, καὶ ἀνέβη καπνὸς ἐκ τοῦ φρέατος ὡς καπνὸς καμίνου [eg]μεγάλης, καὶ [eh]ἐσκοτώθη ὁ ἥλιος καὶ ὁ ἀὴρ ἐκ τοῦ καπνοῦ τοῦ φρέατος. καὶ ἐκ τοῦ καπνοῦ ἐξῆλθον ἀκρίδες εἰς τὴν γῆν, καὶ ἐδόθη αὐταῖς ἐξουσία ὡς ἔχουσιν ἐξουσίαν οἱ σκορπίοι τῆς γῆς. καὶ ἐρρέθη αὐταῖς ἵνα μὴ [ei]ἀδικήσουσιν τὸν χόρτον τῆς γῆς οὐδὲ πᾶν χλωρὸν οὐδὲ πᾶν δένδρον, εἰ μὴ τοὺς ἀνθρώπους οἵτινες οὐκ ἔχουσι τὴν σφραγῖδα τοῦ θεοῦ ἐπὶ τῶν [ej]μετώπων. καὶ ἐδόθη [ek]αὐτοῖς ἵνα μὴ ἀποκτείνωσιν αὐτούς, ἀλλ’ ἵνα [el]βασανισθήσονται μῆνας πέντε· καὶ ὁ βασανισμὸς αὐτῶν ὡς βασανισμὸς σκορπίου, ὅταν παίσῃ ἄνθρωπον. καὶ ἐν ταῖς ἡμέραις ἐκείναις ζητήσουσιν οἱ ἄνθρωποι τὸν θάνατον καὶ οὐ μὴ εὑρήσουσιν αὐτόν, καὶ ἐπιθυμήσουσιν ἀποθανεῖν καὶ [em]φεύγει [en]ὁ θάνατος ἀπ’ αὐτῶν.

Καὶ τὰ ὁμοιώματα τῶν ἀκρίδων ὅμοια ἵπποις ἡτοιμασμένοις εἰς πόλεμον, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτῶν ὡς στέφανοι [eo]ὅμοιοι χρυσῷ, καὶ τὰ πρόσωπα αὐτῶν ὡς πρόσωπα ἀνθρώπων, καὶ εἶχον τρίχας ὡς τρίχας γυναικῶν, καὶ οἱ ὀδόντες αὐτῶν ὡς λεόντων ἦσαν, καὶ εἶχον θώρακας ὡς θώρακας σιδηροῦς, καὶ ἡ φωνὴ τῶν πτερύγων αὐτῶν ὡς φωνὴ ἁρμάτων ἵππων πολλῶν τρεχόντων εἰς πόλεμον· 10 καὶ ἔχουσιν οὐρὰς ὁμοίας σκορπίοις καὶ κέντρα, καὶ ἐν ταῖς οὐραῖς αὐτῶν [ep]ἡ ἐξουσία αὐτῶν ἀδικῆσαι τοὺς ἀνθρώπους μῆνας πέντε. 11 [eq]ἔχουσιν ἐπ’ αὐτῶν βασιλέα τὸν ἄγγελον τῆς ἀβύσσου· ὄνομα αὐτῷ Ἑβραϊστὶ Ἀβαδδών [er]καὶ ἐν τῇ Ἑλληνικῇ ὄνομα ἔχει Ἀπολλύων.

12 Ἡ οὐαὶ ἡ μία ἀπῆλθεν· ἰδοὺ ἔρχεται ἔτι δύο οὐαὶ μετὰ ταῦτα.

13 Καὶ ὁ ἕκτος ἄγγελος ἐσάλπισεν· καὶ ἤκουσα φωνὴν μίαν ἐκ [es]τῶν κεράτων τοῦ θυσιαστηρίου τοῦ χρυσοῦ τοῦ ἐνώπιον τοῦ θεοῦ, 14 [et]λέγοντα τῷ ἕκτῳ ἀγγέλῳ, ὁ ἔχων τὴν σάλπιγγα· Λῦσον τοὺς τέσσαρας ἀγγέλους τοὺς δεδεμένους ἐπὶ τῷ ποταμῷ τῷ μεγάλῳ Εὐφράτῃ. 15 καὶ ἐλύθησαν οἱ τέσσαρες ἄγγελοι οἱ ἡτοιμασμένοι εἰς τὴν ὥραν [eu]καὶ ἡμέραν καὶ μῆνα καὶ ἐνιαυτόν, ἵνα ἀποκτείνωσιν τὸ τρίτον τῶν ἀνθρώπων. 16 καὶ ὁ ἀριθμὸς τῶν στρατευμάτων τοῦ [ev]ἱππικοῦ [ew]δισμυριάδες μυριάδων· ἤκουσα τὸν ἀριθμὸν αὐτῶν. 17 καὶ οὕτως εἶδον τοὺς ἵππους ἐν τῇ ὁράσει καὶ τοὺς καθημένους ἐπ’ αὐτῶν, ἔχοντας θώρακας πυρίνους καὶ ὑακινθίνους καὶ θειώδεις· καὶ αἱ κεφαλαὶ τῶν ἵππων ὡς κεφαλαὶ λεόντων, καὶ ἐκ τῶν στομάτων αὐτῶν ἐκπορεύεται πῦρ καὶ καπνὸς καὶ θεῖον. 18 ἀπὸ τῶν τριῶν πληγῶν τούτων ἀπεκτάνθησαν τὸ τρίτον τῶν ἀνθρώπων, [ex]ἐκ τοῦ πυρὸς καὶ τοῦ καπνοῦ καὶ τοῦ θείου τοῦ ἐκπορευομένου ἐκ τῶν στομάτων αὐτῶν. 19 ἡ γὰρ ἐξουσία τῶν ἵππων ἐν τῷ στόματι αὐτῶν ἐστιν καὶ ἐν ταῖς οὐραῖς αὐτῶν· αἱ γὰρ οὐραὶ αὐτῶν ὅμοιαι [ey]ὄφεσιν, ἔχουσαι κεφαλάς, καὶ ἐν αὐταῖς ἀδικοῦσιν.

20 Καὶ οἱ λοιποὶ τῶν ἀνθρώπων, οἳ οὐκ ἀπεκτάνθησαν ἐν ταῖς πληγαῖς ταύταις, [ez]οὐδὲ μετενόησαν ἐκ τῶν ἔργων τῶν χειρῶν αὐτῶν, ἵνα μὴ [fa]προσκυνήσουσιν τὰ δαιμόνια καὶ τὰ εἴδωλα τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ καὶ τὰ χαλκᾶ καὶ τὰ λίθινα καὶ τὰ ξύλινα, ἃ οὔτε βλέπειν [fb]δύνανται οὔτε ἀκούειν οὔτε περιπατεῖν, 21 καὶ οὐ μετενόησαν ἐκ τῶν φόνων αὐτῶν οὔτε ἐκ τῶν [fc]φαρμάκων αὐτῶν οὔτε ἐκ τῆς πορνείας αὐτῶν οὔτε ἐκ τῶν κλεμμάτων αὐτῶν.

10 Καὶ εἶδον [fd]ἄλλον ἄγγελον ἰσχυρὸν καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, περιβεβλημένον νεφέλην, καὶ ἡ ἶρις ἐπὶ [fe]τὴν κεφαλὴν αὐτοῦ, καὶ τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, καὶ οἱ πόδες αὐτοῦ ὡς στῦλοι πυρός, καὶ ἔχων ἐν τῇ χειρὶ αὐτοῦ [ff]βιβλαρίδιον ἠνεῳγμένον. καὶ ἔθηκεν τὸν πόδα αὐτοῦ τὸν δεξιὸν ἐπὶ τῆς θαλάσσης, τὸν δὲ εὐώνυμον ἐπὶ τῆς γῆς, καὶ ἔκραξεν φωνῇ μεγάλῃ ὥσπερ λέων μυκᾶται. καὶ ὅτε ἔκραξεν, ἐλάλησαν αἱ ἑπτὰ βρονταὶ τὰς ἑαυτῶν φωνάς. καὶ ὅτε ἐλάλησαν αἱ ἑπτὰ βρονταί, ἤμελλον γράφειν· καὶ ἤκουσα φωνὴν ἐκ τοῦ οὐρανοῦ λέγουσαν· Σφράγισον ἃ ἐλάλησαν αἱ ἑπτὰ βρονταί, καὶ μὴ αὐτὰ γράψῃς. καὶ ὁ ἄγγελος, ὃν εἶδον ἑστῶτα ἐπὶ τῆς θαλάσσης καὶ ἐπὶ τῆς γῆς, ἦρεν τὴν χεῖρα αὐτοῦ τὴν δεξιὰν εἰς τὸν οὐρανόν, καὶ [fg]ὤμοσεν τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ὃς ἔκτισεν τὸν οὐρανὸν καὶ τὰ ἐν αὐτῷ καὶ τὴν γῆν καὶ τὰ ἐν αὐτῇ καὶ τὴν θάλασσαν καὶ τὰ ἐν αὐτῇ, ὅτι χρόνος οὐκέτι ἔσται· ἀλλ’ ἐν ταῖς ἡμέραις τῆς φωνῆς τοῦ ἑβδόμου ἀγγέλου, ὅταν μέλλῃ σαλπίζειν, καὶ ἐτελέσθη τὸ μυστήριον τοῦ θεοῦ, ὡς εὐηγγέλισεν τοὺς [fh]ἑαυτοῦ δούλους τοὺς προφήτας.

Καὶ ἡ φωνὴ ἣν ἤκουσα ἐκ τοῦ οὐρανοῦ, πάλιν [fi]λαλοῦσαν μετ’ ἐμοῦ καὶ [fj]λέγουσαν· Ὕπαγε λάβε τὸ [fk]βιβλίον τὸ ἠνεῳγμένον ἐν τῇ χειρὶ τοῦ ἀγγέλου τοῦ ἑστῶτος ἐπὶ τῆς θαλάσσης καὶ ἐπὶ τῆς γῆς. καὶ [fl]ἀπῆλθα πρὸς τὸν ἄγγελον λέγων αὐτῷ δοῦναί μοι τὸ [fm]βιβλαρίδιον. καὶ λέγει μοι· Λάβε καὶ κατάφαγε αὐτό, καὶ πικρανεῖ σου τὴν κοιλίαν, ἀλλ’ ἐν τῷ στόματί σου ἔσται γλυκὺ ὡς μέλι. 10 καὶ ἔλαβον τὸ [fn]βιβλαρίδιον ἐκ τῆς χειρὸς τοῦ ἀγγέλου καὶ κατέφαγον αὐτό, καὶ ἦν ἐν τῷ στόματί μου ὡς μέλι γλυκύ· καὶ ὅτε ἔφαγον αὐτό, ἐπικράνθη ἡ κοιλία μου.

11 Καὶ λέγουσίν μοι· Δεῖ σε πάλιν προφητεῦσαι ἐπὶ λαοῖς [fo]καὶ ἔθνεσιν καὶ γλώσσαις καὶ βασιλεῦσιν πολλοῖς.

11 Καὶ ἐδόθη μοι κάλαμος ὅμοιος ῥάβδῳ, λέγων· [fp]Ἔγειρε καὶ μέτρησον τὸν ναὸν τοῦ θεοῦ καὶ τὸ θυσιαστήριον καὶ τοὺς προσκυνοῦντας ἐν αὐτῷ. καὶ τὴν αὐλὴν τὴν ἔξωθεν τοῦ ναοῦ ἔκβαλε [fq]ἔξωθεν, καὶ μὴ αὐτὴν μετρήσῃς, ὅτι ἐδόθη τοῖς ἔθνεσιν, καὶ τὴν πόλιν τὴν ἁγίαν πατήσουσιν μῆνας [fr]τεσσεράκοντα δύο. καὶ δώσω τοῖς δυσὶν μάρτυσίν μου, καὶ προφητεύσουσιν ἡμέρας χιλίας διακοσίας ἑξήκοντα, [fs]περιβεβλημένοι σάκκους.

Οὗτοί εἰσιν αἱ δύο ἐλαῖαι καὶ αἱ δύο λυχνίαι αἱ ἐνώπιον τοῦ κυρίου τῆς γῆς [ft]ἑστῶτες. καὶ εἴ τις αὐτοὺς θέλει ἀδικῆσαι, πῦρ ἐκπορεύεται ἐκ τοῦ στόματος αὐτῶν καὶ κατεσθίει τοὺς ἐχθροὺς αὐτῶν· καὶ εἴ τις [fu]θελήσῃ αὐτοὺς ἀδικῆσαι, οὕτως δεῖ αὐτὸν ἀποκτανθῆναι. οὗτοι ἔχουσιν [fv]τὴν ἐξουσίαν κλεῖσαι τὸν οὐρανόν, ἵνα μὴ ὑετὸς βρέχῃ τὰς ἡμέρας τῆς προφητείας αὐτῶν, καὶ ἐξουσίαν ἔχουσιν ἐπὶ τῶν ὑδάτων στρέφειν αὐτὰ εἰς αἷμα καὶ πατάξαι τὴν γῆν [fw]ἐν πάσῃ πληγῇ ὁσάκις ἐὰν θελήσωσιν.

Καὶ ὅταν τελέσωσιν τὴν μαρτυρίαν αὐτῶν, τὸ θηρίον τὸ ἀναβαῖνον ἐκ τῆς ἀβύσσου ποιήσει μετ’ αὐτῶν πόλεμον καὶ νικήσει αὐτοὺς καὶ ἀποκτενεῖ αὐτούς. καὶ τὸ πτῶμα αὐτῶν ἐπὶ τῆς πλατείας τῆς πόλεως τῆς μεγάλης, ἥτις καλεῖται πνευματικῶς Σόδομα καὶ Αἴγυπτος, ὅπου καὶ ὁ κύριος αὐτῶν ἐσταυρώθη. καὶ βλέπουσιν ἐκ τῶν λαῶν καὶ φυλῶν καὶ γλωσσῶν καὶ ἐθνῶν τὸ πτῶμα αὐτῶν ἡμέρας τρεῖς [fx]καὶ ἥμισυ, καὶ τὰ πτώματα αὐτῶν οὐκ [fy]ἀφίουσιν τεθῆναι εἰς μνῆμα. 10 καὶ οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς χαίρουσιν ἐπ’ αὐτοῖς καὶ [fz]εὐφραίνονται, καὶ δῶρα [ga]πέμψουσιν ἀλλήλοις, ὅτι οὗτοι οἱ δύο προφῆται ἐβασάνισαν τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς.

11 Καὶ μετὰ τὰς τρεῖς ἡμέρας καὶ ἥμισυ πνεῦμα ζωῆς ἐκ τοῦ θεοῦ εἰσῆλθεν [gb]ἐν αὐτοῖς, καὶ ἔστησαν ἐπὶ τοὺς πόδας αὐτῶν, καὶ φόβος μέγας [gc]ἐπέπεσεν ἐπὶ τοὺς θεωροῦντας αὐτούς· 12 καὶ [gd]ἤκουσαν [ge]φωνῆς μεγάλης ἐκ τοῦ οὐρανοῦ [gf]λεγούσης αὐτοῖς· [gg]Ἀνάβατε ὧδε, καὶ ἀνέβησαν εἰς τὸν οὐρανὸν ἐν τῇ νεφέλῃ, καὶ ἐθεώρησαν αὐτοὺς οἱ ἐχθροὶ αὐτῶν. 13 καὶ ἐν ἐκείνῃ τῇ [gh]ὥρᾳ ἐγένετο σεισμὸς μέγας, καὶ τὸ δέκατον τῆς πόλεως ἔπεσεν, καὶ ἀπεκτάνθησαν ἐν τῷ σεισμῷ ὀνόματα ἀνθρώπων χιλιάδες ἑπτά, καὶ οἱ λοιποὶ ἔμφοβοι ἐγένοντο καὶ ἔδωκαν δόξαν τῷ θεῷ τοῦ οὐρανοῦ.

14 Ἡ οὐαὶ ἡ δευτέρα ἀπῆλθεν· [gi]ἰδοὺ ἡ οὐαὶ ἡ τρίτη ἔρχεται ταχύ.

15 Καὶ ὁ ἕβδομος ἄγγελος ἐσάλπισεν· καὶ ἐγένοντο φωναὶ μεγάλαι ἐν τῷ οὐρανῷ [gj]λέγοντες· Ἐγένετο ἡ βασιλεία τοῦ κόσμου τοῦ κυρίου ἡμῶν καὶ τοῦ χριστοῦ αὐτοῦ, καὶ βασιλεύσει εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

16 Καὶ οἱ εἴκοσι τέσσαρες πρεσβύτεροι οἱ ἐνώπιον τοῦ [gk]θεοῦ καθήμενοι ἐπὶ τοὺς θρόνους αὐτῶν ἔπεσαν ἐπὶ τὰ πρόσωπα αὐτῶν καὶ προσεκύνησαν τῷ θεῷ, 17 λέγοντες· Εὐχαριστοῦμέν σοι, κύριε, ὁ θεός, ὁ παντοκράτωρ, ὁ ὢν καὶ ὁ ἦν, ὅτι εἴληφας τὴν δύναμίν σου τὴν μεγάλην καὶ ἐβασίλευσας. 18 καὶ τὰ ἔθνη ὠργίσθησαν, καὶ ἦλθεν ἡ ὀργή σου καὶ ὁ καιρὸς τῶν νεκρῶν κριθῆναι καὶ δοῦναι τὸν μισθὸν τοῖς δούλοις σου τοῖς προφήταις καὶ τοῖς ἁγίοις καὶ τοῖς φοβουμένοις τὸ ὄνομά σου, [gl]τοὺς μικροὺς καὶ τοὺς μεγάλους, καὶ διαφθεῖραι τοὺς διαφθείροντας τὴν γῆν.

19 Καὶ ἠνοίγη ὁ ναὸς τοῦ θεοῦ [gm]ὁ ἐν τῷ οὐρανῷ, καὶ ὤφθη ἡ κιβωτὸς τῆς διαθήκης [gn]αὐτοῦ ἐν τῷ ναῷ αὐτοῦ· καὶ ἐγένοντο ἀστραπαὶ καὶ φωναὶ καὶ βρονταὶ [go]καὶ σεισμὸς καὶ χάλαζα μεγάλη.

12 Καὶ σημεῖον μέγα ὤφθη ἐν τῷ οὐρανῷ, γυνὴ περιβεβλημένη τὸν ἥλιον, καὶ ἡ σελήνη ὑποκάτω τῶν ποδῶν αὐτῆς, καὶ ἐπὶ τῆς κεφαλῆς αὐτῆς στέφανος ἀστέρων δώδεκα, καὶ ἐν γαστρὶ ἔχουσα· [gp]καὶ κράζει ὠδίνουσα καὶ βασανιζομένη τεκεῖν. καὶ ὤφθη ἄλλο σημεῖον ἐν τῷ οὐρανῷ, καὶ ἰδοὺ δράκων [gq]μέγας πυρρός, ἔχων κεφαλὰς ἑπτὰ καὶ κέρατα δέκα καὶ ἐπὶ τὰς κεφαλὰς αὐτοῦ ἑπτὰ διαδήματα, καὶ ἡ οὐρὰ αὐτοῦ σύρει τὸ τρίτον τῶν ἀστέρων τοῦ οὐρανοῦ, καὶ ἔβαλεν αὐτοὺς εἰς τὴν γῆν. καὶ ὁ δράκων ἕστηκεν ἐνώπιον τῆς γυναικὸς τῆς μελλούσης τεκεῖν, ἵνα ὅταν τέκῃ τὸ τέκνον αὐτῆς καταφάγῃ. καὶ ἔτεκεν υἱόν, [gr]ἄρσεν, ὃς μέλλει ποιμαίνειν πάντα τὰ ἔθνη ἐν ῥάβδῳ σιδηρᾷ· καὶ ἡρπάσθη τὸ τέκνον αὐτῆς πρὸς τὸν θεὸν καὶ πρὸς τὸν θρόνον αὐτοῦ. καὶ ἡ γυνὴ ἔφυγεν εἰς τὴν ἔρημον, ὅπου ἔχει ἐκεῖ τόπον ἡτοιμασμένον [gs]ἀπὸ τοῦ θεοῦ, ἵνα ἐκεῖ [gt]τρέφωσιν αὐτὴν ἡμέρας χιλίας διακοσίας ἑξήκοντα.

Καὶ ἐγένετο πόλεμος ἐν τῷ οὐρανῷ, ὁ Μιχαὴλ καὶ οἱ ἄγγελοι αὐτοῦ [gu]τοῦ πολεμῆσαι μετὰ τοῦ δράκοντος. καὶ ὁ δράκων ἐπολέμησεν καὶ οἱ ἄγγελοι αὐτοῦ, καὶ οὐκ [gv]ἴσχυσεν, οὐδὲ τόπος εὑρέθη [gw]αὐτῶν ἔτι ἐν τῷ οὐρανῷ. καὶ ἐβλήθη ὁ δράκων ὁ μέγας, ὁ ὄφις ὁ ἀρχαῖος, ὁ καλούμενος Διάβολος καὶ [gx]ὁ Σατανᾶς, ὁ πλανῶν τὴν οἰκουμένην ὅλην— ἐβλήθη εἰς τὴν γῆν, καὶ οἱ ἄγγελοι αὐτοῦ μετ’ αὐτοῦ ἐβλήθησαν.

10 Καὶ ἤκουσα φωνὴν μεγάλην ἐν τῷ οὐρανῷ λέγουσαν· Ἄρτι ἐγένετο ἡ σωτηρία καὶ ἡ δύναμις καὶ ἡ βασιλεία τοῦ θεοῦ ἡμῶν καὶ ἡ ἐξουσία τοῦ χριστοῦ αὐτοῦ, ὅτι ἐβλήθη ὁ [gy]κατήγωρ τῶν ἀδελφῶν ἡμῶν, ὁ κατηγορῶν [gz]αὐτοὺς ἐνώπιον τοῦ θεοῦ ἡμῶν ἡμέρας καὶ νυκτός. 11 καὶ αὐτοὶ ἐνίκησαν αὐτὸν διὰ τὸ αἷμα τοῦ ἀρνίου καὶ διὰ τὸν λόγον τῆς μαρτυρίας αὐτῶν, καὶ οὐκ ἠγάπησαν τὴν ψυχὴν αὐτῶν ἄχρι θανάτου· 12 διὰ τοῦτο εὐφραίνεσθε, [ha]οἱ οὐρανοὶ καὶ οἱ ἐν αὐτοῖς σκηνοῦντες. οὐαὶ [hb]τὴν γῆν καὶ τὴν θάλασσαν, ὅτι κατέβη ὁ διάβολος πρὸς ὑμᾶς, ἔχων θυμὸν μέγαν, εἰδὼς ὅτι ὀλίγον καιρὸν ἔχει.

13 Καὶ ὅτε εἶδεν ὁ δράκων ὅτι ἐβλήθη εἰς τὴν γῆν, ἐδίωξεν τὴν γυναῖκα ἥτις ἔτεκεν τὸν ἄρσενα. 14 καὶ ἐδόθησαν τῇ γυναικὶ [hc]αἱ δύο πτέρυγες τοῦ ἀετοῦ τοῦ μεγάλου, ἵνα πέτηται εἰς τὴν ἔρημον εἰς τὸν τόπον αὐτῆς, [hd]ὅπου τρέφεται ἐκεῖ καιρὸν καὶ καιροὺς καὶ ἥμισυ καιροῦ ἀπὸ προσώπου τοῦ ὄφεως. 15 καὶ ἔβαλεν ὁ ὄφις ἐκ τοῦ στόματος αὐτοῦ ὀπίσω τῆς γυναικὸς ὕδωρ ὡς ποταμόν, ἵνα αὐτὴν ποταμοφόρητον ποιήσῃ. 16 καὶ ἐβοήθησεν ἡ γῆ τῇ γυναικί, καὶ ἤνοιξεν ἡ γῆ τὸ στόμα αὐτῆς καὶ κατέπιεν τὸν ποταμὸν ὃν ἔβαλεν ὁ δράκων ἐκ τοῦ στόματος αὐτοῦ· 17 καὶ ὠργίσθη ὁ δράκων ἐπὶ τῇ γυναικί, καὶ ἀπῆλθεν ποιῆσαι πόλεμον μετὰ τῶν λοιπῶν τοῦ σπέρματος αὐτῆς, τῶν τηρούντων τὰς ἐντολὰς τοῦ θεοῦ καὶ ἐχόντων τὴν μαρτυρίαν Ἰησοῦ· 18 καὶ [he]ἐστάθη ἐπὶ τὴν ἄμμον τῆς θαλάσσης.

13 Καὶ εἶδον ἐκ τῆς θαλάσσης θηρίον ἀναβαῖνον, ἔχον κέρατα δέκα καὶ κεφαλὰς ἑπτά, καὶ ἐπὶ τῶν κεράτων αὐτοῦ δέκα διαδήματα, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτοῦ [hf]ὀνόματα βλασφημίας. καὶ τὸ θηρίον ὃ εἶδον ἦν ὅμοιον παρδάλει, καὶ οἱ πόδες αὐτοῦ ὡς ἄρκου, καὶ τὸ στόμα αὐτοῦ ὡς στόμα λέοντος. καὶ ἔδωκεν αὐτῷ ὁ δράκων τὴν δύναμιν αὐτοῦ καὶ τὸν θρόνον αὐτοῦ καὶ ἐξουσίαν μεγάλην. καὶ μίαν ἐκ τῶν κεφαλῶν αὐτοῦ [hg]ὡς ἐσφαγμένην εἰς θάνατον, καὶ ἡ πληγὴ τοῦ θανάτου αὐτοῦ ἐθεραπεύθη. καὶ [hh]ἐθαυμάσθη [hi]ὅλη ἡ γῆ ὀπίσω τοῦ θηρίου, καὶ προσεκύνησαν τῷ δράκοντι [hj]ὅτι ἔδωκεν τὴν ἐξουσίαν τῷ θηρίῳ, καὶ προσεκύνησαν τῷ θηρίῳ λέγοντες· Τίς ὅμοιος τῷ θηρίῳ, καὶ τίς [hk]δύναται πολεμῆσαι μετ’ αὐτοῦ;

Καὶ ἐδόθη αὐτῷ στόμα λαλοῦν μεγάλα καὶ [hl]βλασφημίας, καὶ ἐδόθη αὐτῷ [hm]ἐξουσία ποιῆσαι μῆνας [hn]τεσσεράκοντα δύο. καὶ ἤνοιξε τὸ στόμα αὐτοῦ εἰς [ho]βλασφημίας πρὸς τὸν θεόν, βλασφημῆσαι τὸ ὄνομα αὐτοῦ καὶ τὴν σκηνὴν αὐτοῦ, τοὺς ἐν τῷ οὐρανῷ σκηνοῦντας. καὶ ἐδόθη αὐτῷ ποιῆσαι πόλεμον μετὰ τῶν ἁγίων καὶ νικῆσαι αὐτούς, καὶ ἐδόθη αὐτῷ ἐξουσία ἐπὶ πᾶσαν φυλὴν καὶ λαὸν καὶ γλῶσσαν καὶ ἔθνος. καὶ προσκυνήσουσιν [hp]αὐτὸν πάντες οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς, [hq]οὗ οὐ γέγραπται τὸ ὄνομα [hr]αὐτοῦ ἐν τῷ βιβλίῳ τῆς ζωῆς τοῦ ἀρνίου τοῦ ἐσφαγμένου ἀπὸ καταβολῆς κόσμου.

Εἴ τις ἔχει οὖς ἀκουσάτω. 10 εἴ τις [hs]εἰς αἰχμαλωσίαν, εἰς αἰχμαλωσίαν ὑπάγει· εἴ τις ἐν μαχαίρῃ [ht]ἀποκτανθῆναι αὐτὸν ἐν μαχαίρῃ ἀποκτανθῆναι. ὧδέ ἐστιν ἡ ὑπομονὴ καὶ ἡ πίστις τῶν ἁγίων.

11 Καὶ εἶδον ἄλλο θηρίον ἀναβαῖνον ἐκ τῆς γῆς, καὶ εἶχεν κέρατα δύο ὅμοια ἀρνίῳ, καὶ ἐλάλει ὡς δράκων. 12 καὶ τὴν ἐξουσίαν τοῦ πρώτου θηρίου πᾶσαν ποιεῖ ἐνώπιον αὐτοῦ. καὶ [hu]ποιεῖ τὴν γῆν καὶ τοὺς ἐν αὐτῇ κατοικοῦντας ἵνα [hv]προσκυνήσουσιν τὸ θηρίον τὸ πρῶτον, οὗ ἐθεραπεύθη ἡ πληγὴ τοῦ θανάτου αὐτοῦ. 13 καὶ ποιεῖ σημεῖα μεγάλα, [hw]ἵνα καὶ πῦρ ποιῇ ἐκ τοῦ οὐρανοῦ [hx]καταβαίνειν εἰς τὴν γῆν ἐνώπιον τῶν ἀνθρώπων. 14 καὶ πλανᾷ [hy]τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς διὰ τὰ σημεῖα ἃ ἐδόθη αὐτῷ ποιῆσαι ἐνώπιον τοῦ θηρίου, λέγων τοῖς κατοικοῦσιν ἐπὶ τῆς γῆς ποιῆσαι εἰκόνα τῷ θηρίῳ, [hz]ὃς ἔχει τὴν πληγὴν [ia]τῆς μαχαίρης καὶ ἔζησεν. 15 καὶ ἐδόθη [ib]αὐτῷ [ic]δοῦναι πνεῦμα τῇ εἰκόνι τοῦ θηρίου, ἵνα καὶ λαλήσῃ ἡ εἰκὼν τοῦ θηρίου καὶ ποιήσῃ [id]ἵνα ὅσοι ἐὰν μὴ προσκυνήσωσιν τῇ εἰκόνι τοῦ θηρίου ἀποκτανθῶσιν. 16 καὶ ποιεῖ πάντας, τοὺς μικροὺς καὶ τοὺς μεγάλους, καὶ τοὺς πλουσίους καὶ τοὺς πτωχούς, καὶ τοὺς ἐλευθέρους καὶ τοὺς δούλους, ἵνα [ie]δῶσιν αὐτοῖς [if]χάραγμα ἐπὶ τῆς χειρὸς αὐτῶν τῆς δεξιᾶς ἢ ἐπὶ τὸ μέτωπον αὐτῶν, 17 καὶ ἵνα μή τις [ig]δύνηται ἀγοράσαι ἢ πωλῆσαι εἰ μὴ ὁ ἔχων τὸ χάραγμα, τὸ ὄνομα τοῦ θηρίου ἢ τὸν ἀριθμὸν τοῦ ὀνόματος αὐτοῦ. 18 ὧδε ἡ σοφία ἐστίν· ὁ ἔχων νοῦν ψηφισάτω τὸν ἀριθμὸν τοῦ θηρίου, ἀριθμὸς γὰρ ἀνθρώπου ἐστίν· καὶ ὁ ἀριθμὸς [ih]αὐτοῦ [ii]ἑξακόσιοι ἑξήκοντα ἕξ.

14 Καὶ εἶδον, καὶ ἰδοὺ τὸ ἀρνίον [ij]ἑστὸς ἐπὶ τὸ ὄρος Σιών, καὶ μετ’ [ik]αὐτοῦ ἑκατὸν τεσσεράκοντα τέσσαρες χιλιάδες ἔχουσαι τὸ ὄνομα αὐτοῦ καὶ τὸ ὄνομα τοῦ πατρὸς αὐτοῦ γεγραμμένον ἐπὶ τῶν μετώπων αὐτῶν. καὶ ἤκουσα φωνὴν ἐκ τοῦ οὐρανοῦ ὡς φωνὴν ὑδάτων πολλῶν καὶ ὡς φωνὴν βροντῆς μεγάλης, καὶ ἡ φωνὴ ἣν ἤκουσα ὡς κιθαρῳδῶν κιθαριζόντων ἐν ταῖς κιθάραις αὐτῶν. καὶ ᾄδουσιν [il]ὡς ᾠδὴν καινὴν ἐνώπιον τοῦ θρόνου καὶ ἐνώπιον τῶν τεσσάρων ζῴων καὶ τῶν πρεσβυτέρων· καὶ οὐδεὶς ἐδύνατο μαθεῖν τὴν ᾠδὴν εἰ μὴ αἱ ἑκατὸν τεσσεράκοντα τέσσαρες χιλιάδες, οἱ ἠγορασμένοι ἀπὸ τῆς γῆς. οὗτοί εἰσιν οἳ μετὰ γυναικῶν οὐκ ἐμολύνθησαν, παρθένοι γάρ εἰσιν· [im]οὗτοι οἱ ἀκολουθοῦντες τῷ ἀρνίῳ ὅπου ἂν [in]ὑπάγῃ· [io]οὗτοι ἠγοράσθησαν ἀπὸ τῶν ἀνθρώπων ἀπαρχὴ τῷ θεῷ καὶ τῷ ἀρνίῳ, καὶ [ip]ἐν τῷ στόματι αὐτῶν οὐχ εὑρέθη ψεῦδος· [iq]ἄμωμοί εἰσιν.

Καὶ εἶδον [ir]ἄλλον ἄγγελον πετόμενον ἐν μεσουρανήματι, ἔχοντα εὐαγγέλιον αἰώνιον εὐαγγελίσαι [is]ἐπὶ τοὺς καθημένους ἐπὶ τῆς γῆς καὶ ἐπὶ πᾶν ἔθνος καὶ φυλὴν καὶ γλῶσσαν καὶ λαόν, λέγων ἐν φωνῇ μεγάλῃ· Φοβήθητε τὸν [it]θεὸν καὶ δότε αὐτῷ δόξαν, ὅτι ἦλθεν ἡ ὥρα τῆς κρίσεως αὐτοῦ, καὶ προσκυνήσατε [iu]τῷ ποιήσαντι τὸν οὐρανὸν καὶ τὴν γῆν [iv]καὶ θάλασσαν καὶ πηγὰς ὑδάτων.

Καὶ ἄλλος [iw]δεύτερος ἄγγελος ἠκολούθησεν λέγων· Ἔπεσεν, [ix]ἔπεσεν Βαβυλὼν ἡ μεγάλη, [iy]ἣ ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τῆς πορνείας αὐτῆς πεπότικεν πάντα τὰ ἔθνη.

Καὶ ἄλλος ἄγγελος τρίτος ἠκολούθησεν αὐτοῖς λέγων ἐν φωνῇ μεγάλῃ· Εἴ τις προσκυνεῖ τὸ θηρίον καὶ τὴν εἰκόνα αὐτοῦ, καὶ λαμβάνει χάραγμα ἐπὶ τοῦ μετώπου αὐτοῦ ἢ ἐπὶ τὴν χεῖρα αὐτοῦ, 10 καὶ αὐτὸς πίεται ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τοῦ θεοῦ τοῦ κεκερασμένου ἀκράτου ἐν τῷ ποτηρίῳ τῆς ὀργῆς αὐτοῦ, καὶ βασανισθήσεται ἐν πυρὶ καὶ θείῳ ἐνώπιον [iz]ἀγγέλων ἁγίων καὶ ἐνώπιον τοῦ ἀρνίου. 11 καὶ ὁ καπνὸς τοῦ βασανισμοῦ αὐτῶν εἰς αἰῶνας αἰώνων ἀναβαίνει, καὶ οὐκ ἔχουσιν ἀνάπαυσιν ἡμέρας καὶ νυκτός, οἱ προσκυνοῦντες τὸ θηρίον καὶ τὴν εἰκόνα αὐτοῦ, καὶ εἴ τις λαμβάνει τὸ χάραγμα τοῦ ὀνόματος αὐτοῦ.

12 Ὧδε ἡ ὑπομονὴ τῶν ἁγίων ἐστίν, οἱ τηροῦντες τὰς ἐντολὰς τοῦ θεοῦ καὶ τὴν πίστιν Ἰησοῦ.

13 Καὶ ἤκουσα φωνῆς ἐκ τοῦ οὐρανοῦ λεγούσης· Γράψον· Μακάριοι οἱ νεκροὶ οἱ ἐν κυρίῳ ἀποθνῄσκοντες ἀπ’ ἄρτι. [ja]ναί, λέγει τὸ πνεῦμα, ἵνα [jb]ἀναπαήσονται ἐκ τῶν κόπων αὐτῶν, τὰ [jc]γὰρ ἔργα αὐτῶν ἀκολουθεῖ μετ’ αὐτῶν.

14 Καὶ εἶδον, καὶ ἰδοὺ νεφέλη λευκή, καὶ ἐπὶ τὴν νεφέλην καθήμενον ὅμοιον [jd]υἱὸν ἀνθρώπου, ἔχων ἐπὶ τῆς κεφαλῆς αὐτοῦ στέφανον χρυσοῦν καὶ ἐν τῇ χειρὶ αὐτοῦ δρέπανον ὀξύ. 15 καὶ ἄλλος ἄγγελος ἐξῆλθεν ἐκ τοῦ ναοῦ κράζων ἐν φωνῇ μεγάλῃ τῷ καθημένῳ ἐπὶ τῆς νεφέλης· Πέμψον τὸ δρέπανόν σου καὶ θέρισον, ὅτι ἦλθεν ἡ ὥρα θερίσαι, ὅτι ἐξηράνθη ὁ θερισμὸς τῆς γῆς. 16 καὶ ἔβαλεν ὁ καθήμενος ἐπὶ [je]τῆς νεφέλης τὸ δρέπανον αὐτοῦ ἐπὶ τὴν γῆν, καὶ ἐθερίσθη ἡ γῆ.

17 Καὶ ἄλλος ἄγγελος ἐξῆλθεν ἐκ τοῦ ναοῦ τοῦ ἐν τῷ οὐρανῷ, ἔχων καὶ αὐτὸς δρέπανον ὀξύ. 18 καὶ ἄλλος [jf]ἄγγελος ἐκ τοῦ θυσιαστηρίου, [jg]ὁ ἔχων ἐξουσίαν ἐπὶ τοῦ πυρός, καὶ ἐφώνησεν [jh]φωνῇ μεγάλῃ τῷ ἔχοντι τὸ δρέπανον τὸ ὀξὺ λέγων· Πέμψον σου τὸ δρέπανον τὸ ὀξὺ καὶ τρύγησον τοὺς βότρυας τῆς ἀμπέλου τῆς γῆς, ὅτι ἤκμασαν αἱ σταφυλαὶ αὐτῆς. 19 καὶ ἔβαλεν ὁ ἄγγελος τὸ δρέπανον αὐτοῦ εἰς τὴν γῆν, καὶ ἐτρύγησεν τὴν ἄμπελον τῆς γῆς, καὶ ἔβαλεν εἰς τὴν ληνὸν τοῦ θυμοῦ τοῦ θεοῦ τὸν μέγαν. 20 καὶ ἐπατήθη ἡ ληνὸς ἔξωθεν τῆς πόλεως, καὶ ἐξῆλθεν αἷμα ἐκ τῆς ληνοῦ ἄχρι τῶν χαλινῶν τῶν ἵππων ἀπὸ σταδίων χιλίων ἑξακοσίων.

15 Καὶ εἶδον ἄλλο σημεῖον ἐν τῷ οὐρανῷ μέγα καὶ θαυμαστόν, ἀγγέλους ἑπτὰ ἔχοντας πληγὰς ἑπτὰ τὰς ἐσχάτας, ὅτι ἐν αὐταῖς ἐτελέσθη ὁ θυμὸς τοῦ θεοῦ.

Καὶ εἶδον ὡς θάλασσαν ὑαλίνην μεμιγμένην πυρί, καὶ τοὺς νικῶντας ἐκ τοῦ θηρίου καὶ ἐκ τῆς εἰκόνος αὐτοῦ καὶ ἐκ τοῦ ἀριθμοῦ τοῦ ὀνόματος αὐτοῦ ἑστῶτας ἐπὶ τὴν θάλασσαν τὴν ὑαλίνην, ἔχοντας κιθάρας τοῦ θεοῦ. καὶ ᾄδουσιν τὴν ᾠδὴν Μωϋσέως τοῦ δούλου τοῦ θεοῦ καὶ τὴν ᾠδὴν τοῦ ἀρνίου λέγοντες· Μεγάλα καὶ θαυμαστὰ τὰ ἔργα σου, κύριε, ὁ θεός, ὁ παντοκράτωρ· δίκαιαι καὶ ἀληθιναὶ αἱ ὁδοί σου, ὁ βασιλεὺς τῶν [ji]αἰώνων· τίς οὐ μὴ [jj]φοβηθῇ, κύριε, καὶ [jk]δοξάσει τὸ ὄνομά σου, ὅτι μόνος [jl]ὅσιος; ὅτι πάντα τὰ ἔθνη ἥξουσιν καὶ προσκυνήσουσιν ἐνώπιόν σου, ὅτι τὰ δικαιώματά σου ἐφανερώθησαν.

Καὶ μετὰ ταῦτα εἶδον, καὶ ἠνοίγη ὁ ναὸς τῆς σκηνῆς τοῦ μαρτυρίου ἐν τῷ οὐρανῷ, καὶ ἐξῆλθον οἱ ἑπτὰ ἄγγελοι οἱ ἔχοντες τὰς ἑπτὰ πληγὰς ἐκ τοῦ ναοῦ, [jm]ἐνδεδυμένοι [jn]λίνον καθαρὸν λαμπρὸν καὶ περιεζωσμένοι περὶ τὰ στήθη ζώνας χρυσᾶς. καὶ ἓν ἐκ τῶν τεσσάρων ζῴων ἔδωκεν τοῖς ἑπτὰ ἀγγέλοις ἑπτὰ φιάλας χρυσᾶς γεμούσας τοῦ θυμοῦ τοῦ θεοῦ τοῦ ζῶντος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. καὶ ἐγεμίσθη ὁ ναὸς καπνοῦ ἐκ τῆς δόξης τοῦ θεοῦ καὶ ἐκ τῆς δυνάμεως αὐτοῦ, καὶ οὐδεὶς ἐδύνατο εἰσελθεῖν εἰς τὸν ναὸν ἄχρι τελεσθῶσιν αἱ ἑπτὰ πληγαὶ τῶν ἑπτὰ ἀγγέλων.

16 Καὶ ἤκουσα [jo]μεγάλης φωνῆς ἐκ τοῦ ναοῦ λεγούσης τοῖς ἑπτὰ ἀγγέλοις· Ὑπάγετε καὶ [jp]ἐκχέετε τὰς ἑπτὰ φιάλας τοῦ θυμοῦ τοῦ θεοῦ εἰς τὴν γῆν.

Καὶ ἀπῆλθεν ὁ πρῶτος καὶ ἐξέχεεν τὴν φιάλην αὐτοῦ εἰς τὴν γῆν· καὶ ἐγένετο ἕλκος κακὸν καὶ πονηρὸν ἐπὶ τοὺς ἀνθρώπους τοὺς ἔχοντας τὸ χάραγμα τοῦ θηρίου καὶ τοὺς προσκυνοῦντας τῇ εἰκόνι αὐτοῦ.

Καὶ ὁ [jq]δεύτερος ἐξέχεεν τὴν φιάλην αὐτοῦ εἰς τὴν θάλασσαν· καὶ ἐγένετο αἷμα ὡς νεκροῦ, καὶ πᾶσα ψυχὴ [jr]ζωῆς ἀπέθανεν [js]τὰ ἐν τῇ θαλάσσῃ.

Καὶ ὁ τρίτος ἐξέχεεν τὴν φιάλην αὐτοῦ εἰς τοὺς ποταμοὺς [jt]καὶ τὰς πηγὰς τῶν ὑδάτων· καὶ ἐγένετο αἷμα. καὶ ἤκουσα τοῦ ἀγγέλου τῶν ὑδάτων λέγοντος· Δίκαιος εἶ, ὁ ὢν καὶ ὁ ἦν, [ju]ὁ ὅσιος, ὅτι ταῦτα ἔκρινας, ὅτι αἷμα ἁγίων καὶ προφητῶν ἐξέχεαν, καὶ αἷμα αὐτοῖς [jv]δέδωκας πιεῖν· ἄξιοί εἰσιν. καὶ ἤκουσα τοῦ θυσιαστηρίου λέγοντος· Ναί, κύριε, ὁ θεός, ὁ παντοκράτωρ, ἀληθιναὶ καὶ δίκαιαι αἱ κρίσεις σου.

Καὶ ὁ [jw]τέταρτος ἐξέχεεν τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν ἥλιον· καὶ ἐδόθη αὐτῷ καυματίσαι [jx]τοὺς ἀνθρώπους ἐν πυρί. καὶ ἐκαυματίσθησαν οἱ ἄνθρωποι καῦμα μέγα· καὶ [jy]ἐβλασφήμησαν τὸ ὄνομα τοῦ θεοῦ τοῦ ἔχοντος [jz]τὴν ἐξουσίαν ἐπὶ τὰς πληγὰς ταύτας, καὶ οὐ μετενόησαν δοῦναι αὐτῷ δόξαν.

10 Καὶ ὁ πέμπτος ἐξέχεεν τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν θρόνον τοῦ θηρίου· καὶ ἐγένετο ἡ βασιλεία αὐτοῦ ἐσκοτωμένη, καὶ ἐμασῶντο τὰς γλώσσας αὐτῶν ἐκ τοῦ πόνου, 11 καὶ ἐβλασφήμησαν τὸν θεὸν τοῦ οὐρανοῦ ἐκ τῶν πόνων αὐτῶν καὶ ἐκ τῶν ἑλκῶν αὐτῶν, καὶ οὐ μετενόησαν ἐκ τῶν ἔργων αὐτῶν.

12 Καὶ ὁ ἕκτος ἐξέχεεν τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν ποταμὸν τὸν μέγαν [ka]τὸν Εὐφράτην· καὶ ἐξηράνθη τὸ ὕδωρ αὐτοῦ, ἵνα ἑτοιμασθῇ ἡ ὁδὸς τῶν βασιλέων τῶν ἀπὸ ἀνατολῆς ἡλίου. 13 καὶ εἶδον ἐκ τοῦ στόματος τοῦ δράκοντος καὶ ἐκ τοῦ στόματος τοῦ θηρίου καὶ ἐκ τοῦ στόματος τοῦ ψευδοπροφήτου πνεύματα [kb]τρία ἀκάθαρτα ὡς βάτραχοι· 14 εἰσὶν γὰρ πνεύματα δαιμονίων ποιοῦντα σημεῖα, ἃ ἐκπορεύεται ἐπὶ τοὺς βασιλεῖς τῆς οἰκουμένης ὅλης, συναγαγεῖν αὐτοὺς εἰς τὸν πόλεμον τῆς [kc]ἡμέρας τῆς μεγάλης τοῦ θεοῦ τοῦ παντοκράτορος— 15 Ἰδοὺ ἔρχομαι ὡς κλέπτης. μακάριος ὁ γρηγορῶν καὶ τηρῶν τὰ ἱμάτια αὐτοῦ, ἵνα μὴ γυμνὸς περιπατῇ καὶ βλέπωσιν τὴν ἀσχημοσύνην αὐτοῦ— 16 καὶ συνήγαγεν αὐτοὺς εἰς τὸν τόπον τὸν καλούμενον Ἑβραϊστὶ Ἁρμαγεδών.

17 Καὶ ὁ ἕβδομος ἐξέχεεν τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν ἀέρα— καὶ ἐξῆλθεν φωνὴ μεγάλη [kd]ἐκ τοῦ [ke]ναοῦ ἀπὸ τοῦ θρόνου λέγουσα· Γέγονεν— 18 καὶ ἐγένοντο ἀστραπαὶ καὶ [kf]φωναὶ καὶ βρονταί, καὶ σεισμὸς [kg]ἐγένετο μέγας, οἷος οὐκ ἐγένετο ἀφ’ οὗ [kh]ἄνθρωποι ἐγένοντο ἐπὶ τῆς γῆς τηλικοῦτος σεισμὸς οὕτω μέγας, 19 καὶ ἐγένετο ἡ πόλις ἡ μεγάλη εἰς τρία μέρη, καὶ αἱ πόλεις τῶν ἐθνῶν ἔπεσαν· καὶ Βαβυλὼν ἡ μεγάλη ἐμνήσθη ἐνώπιον τοῦ θεοῦ δοῦναι αὐτῇ τὸ ποτήριον τοῦ οἴνου τοῦ θυμοῦ τῆς ὀργῆς αὐτοῦ· 20 καὶ πᾶσα νῆσος ἔφυγεν, καὶ ὄρη οὐχ εὑρέθησαν. 21 καὶ χάλαζα μεγάλη ὡς ταλαντιαία καταβαίνει ἐκ τοῦ οὐρανοῦ ἐπὶ τοὺς ἀνθρώπους· καὶ ἐβλασφήμησαν οἱ ἄνθρωποι τὸν θεὸν ἐκ τῆς πληγῆς τῆς χαλάζης, ὅτι μεγάλη ἐστὶν ἡ πληγὴ αὐτῆς σφόδρα.

17 Καὶ ἦλθεν εἷς ἐκ τῶν ἑπτὰ ἀγγέλων τῶν ἐχόντων τὰς ἑπτὰ φιάλας, καὶ ἐλάλησεν μετ’ ἐμοῦ λέγων· Δεῦρο, δείξω σοι τὸ κρίμα τῆς πόρνης τῆς μεγάλης τῆς καθημένης ἐπὶ [ki]ὑδάτων πολλῶν, μεθ’ ἧς ἐπόρνευσαν οἱ βασιλεῖς τῆς γῆς, καὶ ἐμεθύσθησαν οἱ κατοικοῦντες τὴν γῆν ἐκ τοῦ οἴνου τῆς πορνείας αὐτῆς. καὶ ἀπήνεγκέν με εἰς ἔρημον ἐν πνεύματι. καὶ εἶδον γυναῖκα καθημένην ἐπὶ θηρίον κόκκινον, [kj]γέμοντα ὀνόματα βλασφημίας, [kk]ἔχων κεφαλὰς ἑπτὰ καὶ κέρατα δέκα. καὶ ἡ γυνὴ ἦν περιβεβλημένη πορφυροῦν καὶ κόκκινον, [kl]καὶ κεχρυσωμένη [km]χρυσίῳ καὶ λίθῳ τιμίῳ καὶ μαργαρίταις, ἔχουσα ποτήριον χρυσοῦν ἐν τῇ χειρὶ αὐτῆς γέμον βδελυγμάτων καὶ τὰ ἀκάθαρτα τῆς πορνείας αὐτῆς, καὶ ἐπὶ τὸ μέτωπον αὐτῆς ὄνομα γεγραμμένον, μυστήριον, Βαβυλὼν ἡ μεγάλη, ἡ μήτηρ τῶν πορνῶν καὶ τῶν βδελυγμάτων τῆς γῆς. καὶ εἶδον τὴν γυναῖκα μεθύουσαν ἐκ τοῦ αἵματος τῶν ἁγίων [kn]καὶ ἐκ τοῦ αἵματος τῶν μαρτύρων Ἰησοῦ.

Καὶ ἐθαύμασα ἰδὼν αὐτὴν θαῦμα μέγα· καὶ εἶπέν μοι ὁ ἄγγελος· Διὰ τί ἐθαύμασας; ἐγὼ ἐρῶ σοι τὸ μυστήριον τῆς γυναικὸς καὶ τοῦ θηρίου τοῦ βαστάζοντος αὐτήν, τοῦ ἔχοντος τὰς ἑπτὰ κεφαλὰς καὶ τὰ δέκα κέρατα· τὸ θηρίον ὃ εἶδες ἦν καὶ οὐκ ἔστιν, καὶ μέλλει ἀναβαίνειν ἐκ τῆς ἀβύσσου, καὶ εἰς ἀπώλειαν [ko]ὑπάγει· καὶ [kp]θαυμασθήσονται οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς, ὧν οὐ γέγραπται [kq]τὸ ὄνομα ἐπὶ τὸ βιβλίον τῆς ζωῆς ἀπὸ καταβολῆς κόσμου, βλεπόντων [kr]τὸ θηρίον ὅτι ἦν καὶ οὐκ ἔστιν καὶ παρέσται.

Ὧδε ὁ νοῦς ὁ ἔχων σοφίαν. αἱ ἑπτὰ κεφαλαὶ ἑπτὰ ὄρη εἰσίν, ὅπου ἡ γυνὴ κάθηται ἐπ’ αὐτῶν. καὶ βασιλεῖς [ks]ἑπτά εἰσιν· 10 οἱ πέντε ἔπεσαν, ὁ εἷς ἔστιν, ὁ ἄλλος οὔπω ἦλθεν, καὶ ὅταν ἔλθῃ ὀλίγον [kt]αὐτὸν δεῖ μεῖναι, 11 καὶ τὸ θηρίον ὃ ἦν καὶ οὐκ ἔστιν. καὶ [ku]αὐτὸς ὄγδοός ἐστιν καὶ ἐκ τῶν ἑπτά ἐστιν, καὶ εἰς ἀπώλειαν ὑπάγει. 12 καὶ τὰ δέκα κέρατα ἃ εἶδες δέκα βασιλεῖς εἰσιν, οἵτινες βασιλείαν οὔπω ἔλαβον, ἀλλὰ ἐξουσίαν ὡς βασιλεῖς μίαν ὥραν λαμβάνουσιν μετὰ τοῦ θηρίου. 13 οὗτοι μίαν [kv]γνώμην ἔχουσιν, καὶ τὴν δύναμιν [kw]καὶ ἐξουσίαν αὐτῶν τῷ θηρίῳ διδόασιν. 14 οὗτοι μετὰ τοῦ ἀρνίου πολεμήσουσιν, καὶ τὸ ἀρνίον νικήσει αὐτούς, ὅτι κύριος κυρίων ἐστὶν καὶ βασιλεὺς βασιλέων, καὶ οἱ μετ’ αὐτοῦ κλητοὶ καὶ ἐκλεκτοὶ καὶ πιστοί.

15 Καὶ λέγει μοι· Τὰ ὕδατα ἃ εἶδες, οὗ ἡ πόρνη κάθηται, λαοὶ καὶ ὄχλοι εἰσὶν καὶ ἔθνη καὶ γλῶσσαι. 16 καὶ τὰ δέκα κέρατα ἃ εἶδες καὶ τὸ θηρίον, οὗτοι μισήσουσι τὴν πόρνην, καὶ ἠρημωμένην ποιήσουσιν αὐτὴν καὶ [kx]γυμνήν, καὶ τὰς σάρκας αὐτῆς φάγονται, καὶ αὐτὴν κατακαύσουσιν ἐν πυρί· 17 ὁ γὰρ θεὸς ἔδωκεν εἰς τὰς καρδίας αὐτῶν ποιῆσαι τὴν γνώμην αὐτοῦ, καὶ ποιῆσαι [ky]μίαν γνώμην καὶ δοῦναι τὴν βασιλείαν αὐτῶν τῷ θηρίῳ, ἄχρι [kz]τελεσθήσονται οἱ λόγοι τοῦ θεοῦ. 18 καὶ ἡ γυνὴ ἣν εἶδες ἔστιν ἡ πόλις ἡ μεγάλη ἡ ἔχουσα βασιλείαν ἐπὶ τῶν βασιλέων τῆς γῆς.

18 Μετὰ ταῦτα εἶδον ἄλλον ἄγγελον καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, ἔχοντα ἐξουσίαν μεγάλην, καὶ ἡ γῆ ἐφωτίσθη ἐκ τῆς δόξης αὐτοῦ. καὶ ἔκραξεν [la]ἐν ἰσχυρᾷ φωνῇ λέγων· Ἔπεσεν, [lb]ἔπεσεν Βαβυλὼν ἡ μεγάλη, καὶ ἐγένετο κατοικητήριον [lc]δαιμονίων καὶ φυλακὴ παντὸς πνεύματος ἀκαθάρτου καὶ φυλακὴ παντὸς ὀρνέου ἀκαθάρτου [ld]καὶ φυλακὴ παντὸς θηρίου ἀκαθάρτου καὶ μεμισημένου, ὅτι ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τῆς πορνείας αὐτῆς [le]πέπτωκαν πάντα τὰ ἔθνη, καὶ οἱ βασιλεῖς τῆς γῆς μετ’ αὐτῆς ἐπόρνευσαν, καὶ οἱ ἔμποροι τῆς γῆς ἐκ τῆς δυνάμεως τοῦ στρήνους αὐτῆς ἐπλούτησαν.

Καὶ ἤκουσα ἄλλην φωνὴν ἐκ τοῦ οὐρανοῦ λέγουσαν· [lf]Ἐξέλθατε, [lg]ὁ λαός μου, ἐξ αὐτῆς, ἵνα μὴ συγκοινωνήσητε ταῖς ἁμαρτίαις αὐτῆς, καὶ ἐκ τῶν πληγῶν αὐτῆς ἵνα μὴ λάβητε· ὅτι ἐκολλήθησαν αὐτῆς αἱ ἁμαρτίαι ἄχρι τοῦ οὐρανοῦ, καὶ ἐμνημόνευσεν ὁ θεὸς τὰ ἀδικήματα αὐτῆς. ἀπόδοτε αὐτῇ ὡς καὶ αὐτὴ ἀπέδωκεν, καὶ [lh]διπλώσατε [li]τὰ διπλᾶ κατὰ τὰ ἔργα αὐτῆς· ἐν τῷ ποτηρίῳ ᾧ ἐκέρασεν κεράσατε αὐτῇ διπλοῦν· ὅσα ἐδόξασεν αὑτὴν καὶ ἐστρηνίασεν, τοσοῦτον δότε αὐτῇ βασανισμὸν καὶ πένθος. ὅτι ἐν τῇ καρδίᾳ αὐτῆς λέγει ὅτι Κάθημαι βασίλισσα, καὶ χήρα οὐκ εἰμί, καὶ πένθος οὐ μὴ ἴδω. διὰ τοῦτο ἐν μιᾷ ἡμέρᾳ ἥξουσιν αἱ πληγαὶ αὐτῆς, θάνατος καὶ πένθος καὶ λιμός, καὶ ἐν πυρὶ κατακαυθήσεται· ὅτι ἰσχυρὸς κύριος ὁ θεὸς ὁ κρίνας αὐτήν.

Καὶ κλαύσουσιν καὶ κόψονται ἐπ’ αὐτὴν οἱ βασιλεῖς τῆς γῆς οἱ μετ’ αὐτῆς πορνεύσαντες καὶ στρηνιάσαντες, ὅταν βλέπωσιν τὸν καπνὸν τῆς πυρώσεως αὐτῆς, 10 ἀπὸ μακρόθεν ἑστηκότες διὰ τὸν φόβον τοῦ βασανισμοῦ αὐτῆς λέγοντες· Οὐαὶ οὐαί, ἡ πόλις ἡ μεγάλη, Βαβυλὼν ἡ πόλις ἡ ἰσχυρά, ὅτι μιᾷ ὥρᾳ ἦλθεν ἡ κρίσις σου.

11 Καὶ οἱ ἔμποροι τῆς γῆς [lj]κλαίουσιν καὶ πενθοῦσιν ἐπ’ [lk]αὐτήν, ὅτι τὸν γόμον αὐτῶν οὐδεὶς ἀγοράζει οὐκέτι, 12 γόμον χρυσοῦ καὶ ἀργύρου καὶ λίθου τιμίου καὶ [ll]μαργαριτῶν καὶ βυσσίνου καὶ [lm]πορφύρας καὶ σιρικοῦ καὶ κοκκίνου, καὶ πᾶν ξύλον θύϊνον καὶ πᾶν σκεῦος ἐλεφάντινον καὶ πᾶν σκεῦος ἐκ ξύλου τιμιωτάτου καὶ χαλκοῦ καὶ σιδήρου καὶ μαρμάρου, 13 καὶ κιννάμωμον [ln]καὶ ἄμωμον καὶ θυμιάματα καὶ μύρον καὶ λίβανον καὶ οἶνον καὶ ἔλαιον καὶ σεμίδαλιν καὶ σῖτον καὶ [lo]κτήνη καὶ πρόβατα, καὶ ἵππων καὶ ῥεδῶν καὶ σωμάτων, καὶ ψυχὰς ἀνθρώπων. 14 καὶ ἡ ὀπώρα [lp]σου τῆς ἐπιθυμίας τῆς ψυχῆς ἀπῆλθεν ἀπὸ σοῦ, καὶ πάντα τὰ λιπαρὰ καὶ τὰ λαμπρὰ ἀπώλετο ἀπὸ σοῦ, καὶ [lq]οὐκέτι [lr]οὐ μὴ αὐτὰ εὑρήσουσιν. 15 οἱ ἔμποροι τούτων, οἱ πλουτήσαντες ἀπ’ αὐτῆς, ἀπὸ μακρόθεν στήσονται διὰ τὸν φόβον τοῦ βασανισμοῦ αὐτῆς κλαίοντες καὶ πενθοῦντες, 16 [ls]λέγοντες· Οὐαὶ οὐαί, ἡ πόλις ἡ μεγάλη, ἡ περιβεβλημένη βύσσινον καὶ πορφυροῦν καὶ κόκκινον καὶ [lt]κεχρυσωμένη χρυσίῳ καὶ λίθῳ τιμίῳ καὶ [lu]μαργαρίτῃ, 17 ὅτι μιᾷ ὥρᾳ ἠρημώθη ὁ τοσοῦτος πλοῦτος.

Καὶ πᾶς κυβερνήτης καὶ πᾶς ὁ ἐπὶ τόπον πλέων, καὶ ναῦται καὶ ὅσοι τὴν θάλασσαν ἐργάζονται, ἀπὸ μακρόθεν ἔστησαν 18 καὶ [lv]ἔκραξαν βλέποντες τὸν καπνὸν τῆς πυρώσεως αὐτῆς λέγοντες· Τίς ὁμοία τῇ πόλει τῇ μεγάλῃ; 19 καὶ ἔβαλον χοῦν ἐπὶ τὰς κεφαλὰς αὐτῶν καὶ [lw]ἔκραξαν κλαίοντες καὶ [lx]πενθοῦντες λέγοντες· Οὐαὶ οὐαί, ἡ πόλις ἡ μεγάλη, ἐν ᾗ ἐπλούτησαν πάντες οἱ ἔχοντες τὰ πλοῖα ἐν τῇ θαλάσσῃ ἐκ τῆς τιμιότητος αὐτῆς, ὅτι μιᾷ ὥρᾳ ἠρημώθη.

20 Εὐφραίνου ἐπ’ αὐτῇ, οὐρανέ, καὶ οἱ ἅγιοι καὶ οἱ ἀπόστολοι καὶ οἱ προφῆται, ὅτι ἔκρινεν ὁ θεὸς τὸ κρίμα ὑμῶν ἐξ αὐτῆς.

21 Καὶ ἦρεν εἷς ἄγγελος ἰσχυρὸς λίθον ὡς [ly]μύλινον μέγαν, καὶ ἔβαλεν εἰς τὴν θάλασσαν λέγων· Οὕτως ὁρμήματι βληθήσεται Βαβυλὼν ἡ μεγάλη πόλις, καὶ οὐ μὴ εὑρεθῇ ἔτι. 22 καὶ φωνὴ κιθαρῳδῶν καὶ μουσικῶν καὶ αὐλητῶν καὶ σαλπιστῶν οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι, καὶ πᾶς τεχνίτης πάσης τέχνης οὐ μὴ εὑρεθῇ ἐν σοὶ ἔτι, καὶ φωνὴ μύλου οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι, 23 καὶ φῶς λύχνου οὐ μὴ φάνῃ ἐν σοὶ ἔτι, καὶ φωνὴ νυμφίου καὶ νύμφης οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι· ὅτι οἱ ἔμποροί σου ἦσαν οἱ μεγιστᾶνες τῆς γῆς, ὅτι ἐν τῇ φαρμακείᾳ σου ἐπλανήθησαν πάντα τὰ ἔθνη, 24 καὶ ἐν αὐτῇ [lz]αἷμα προφητῶν καὶ ἁγίων εὑρέθη καὶ πάντων τῶν ἐσφαγμένων ἐπὶ τῆς γῆς.

Footnotes

  1. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 2:1 τῆς Treg NIV RP ] τῷ WH
  2. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 2:2 κόπον WH Treg NIV ] + σου RP
  3. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 2:2 ἀποστόλους WH Treg NIV ] + εἶναι RP
  4. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 2:3 οὐ κεκοπίακες WH Treg NIV ] οὐκ ἐκοπίασας RP
  5. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 2:5 πέπτωκας Treg NIV RP ] πέπτωκες WH
  6. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 2:5 σοι WH Treg NIV ] + ταχύ RP
  7. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 2:7 θεοῦ WH Treg NIV ] + μου RP
  8. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 2:8 τῆς Treg NIV RP ] τῷ WH
  9. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 2:9 σου WH Treg NIV ] + τὰ ἔργα καὶ RP
  10. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 2:10 μηδὲν NIV RP ] μὴ WH Treg
  11. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 2:10 πάσχειν WH Treg NIV ] παθεῖν RP
  12. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 2:10 ἰδοὺ WH Treg NIV] + δή RP
  13. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 2:10 βάλλειν WH Treg NIV ] βαλεῖν RP
  14. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 2:10 ἕξετε Treg NIV RP ] ἔχητε WH
  15. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 2:13 Οἶδα WH Treg NIV ] + τὰ ἔργα σου καὶ RP
  16. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 2:13 καὶ WH Treg NIV ] – RP
  17. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 2:13 ἡμέραις WH Treg NIV ] + ἐν αἷς RP
  18. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 2:13 μου WH Treg NIV ] – RP
  19. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 2:14 ἐδίδασκεν τῷ WH Treg NIV ] ἐδίδαξεν τὸν RP
  20. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 2:14 φαγεῖν WH Treg NIV ] καὶ φαγεῖν RP
  21. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 2:15 διδαχὴν WH ] + τῶν Treg NIV RP
  22. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 2:17 αὐτῷ WH Treg NIV ] + φαγεῖν RP
  23. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 2:18 τῆς Treg NIV RP ] τῷ WH
  24. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 2:19 ἀγάπην καὶ τὴν πίστιν WH NIV RP ] πίστιν καὶ τὴν ἀγάπην Treg
  25. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 2:20 γυναῖκα WH Treg NIV ] + σοῦ RP
  26. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 2:20 λέγουσα WH Treg NIV ] λέγει RP
  27. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 2:22 μετανοήσωσιν Treg NIV RP ] μετανοήσουσιν WH
  28. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 2:27 συντρίβεται WH Treg NIV ] συντριβήσεται RP
  29. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 3:2 ἔμελλον ἀποθανεῖν WH Treg NIV ] ἔμελλες ἀποβάλλειν RP
  30. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 3:2 τὰ Treg NIV RP ] – WH
  31. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 3:3 ἥξω WH Treg NIV ] + ἐπί σε RP
  32. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 3:3 γνῷς WH NIV RP ] γνώσῃ Treg
  33. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 3:4 ἔχεις ὀλίγα WH Treg NIV ] ὀλίγα ἔχεις RP
  34. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 3:5 οὕτως WH Treg NIV ] οὗτος RP
  35. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 3:7 Δαυίδ WH Treg NIV ] τοῦ Δαυίδ RP
  36. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 3:7 καὶ κλείων WH Treg NIV ] αὐτήν εἴ μὴ ὁ ἀνοίγων RP
  37. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 3:7 ἀνοίγει WH Treg NIV ] ἀνοίξει RP
  38. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 3:9 διδῶ WH Treg NIV ] δίδωμι RP
  39. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 3:9 ἥξουσιν καὶ προσκυνήσουσιν WH Treg NIV ] ἥξωσιν καὶ προσκυνήσωσιν RP
  40. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 3:9 ἐγὼ WH Treg NIV ] – RP
  41. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 3:12 καταβαίνουσα WH Treg NIV ] καταβαίνει RP
  42. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 3:14 καὶ Treg NIV RP ] + ὁ WH
  43. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 3:16 οὔτε WH Treg NIV ] οὐ RP
  44. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 3:17 ὅτι WH Treg NIV ] – RP
  45. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 3:17 οὐδὲν WH Treg NIV ] οὐδενὸς RP
  46. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 3:17 καὶ WH Treg NIV ] + ὁ RP
  47. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 3:18 παρ’ ἐμοῦ χρυσίον WH Treg NIV ] χρυσίον παρ’ ἐμοῦ RP
  48. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 3:18 ἐγχρῖσαι WH Treg NIV ] ἵνα ἐγχρίσῃ RP
  49. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 3:19 ζήλευε WH Treg NIV ] ζήλωσον RP
  50. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 3:20 καὶ NIV RP ] – WH Treg
  51. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 4:2 εὐθέως WH Treg NIV ] Καὶ εὐθέως RP
  52. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 4:3 καὶ ὁ καθήμενος WH Treg NIV ] – RP
  53. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 4:3 ὅμοιος ὁράσει σμαραγδίνῳ WH Treg NIV ] ὁμοίως ὅρασις σμαραγδίνων RP
  54. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 4:4 θρόνοι WH Treg RP ] θρόνους NIV
  55. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 4:4 θρόνους WH Treg NIV ] + τοὺς RP
  56. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 4:4 ἐν Treg NIV RP ] – WH
  57. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 4:5 WH NIV ] αἵ Treg; αὐτοῦ αἵ RP
  58. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 4:5 τὰ WH Treg NIV ] – RP
  59. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 4:7 ἔχων WH Treg NIV ] ἔχον RP
  60. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 4:7 τὸ πρόσωπον ὡς WH Treg NIV ] πρόσωπον RP
  61. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 4:8 καθ᾽ ἓν WH NIV RP ] ἕκαστον Treg
  62. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 4:8 αὐτῶν WH Treg NIV ] – RP
  63. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 4:8 ἔχων WH Treg NIV ] ἔχον RP
  64. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 4:9 δώσουσιν WH Treg NIV ] δῶσιν RP
  65. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 4:9 τῷ θρόνῳ Treg NIV ] τοῦ θρόνου WH RP
  66. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 4:11 ἡμῶν WH Treg NIV ] + ὁ ἅγιος RP
  67. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 4:11 τὰ WH Treg NIV ] – RP
  68. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 5:1 ὄπισθεν WH Treg NIV ] ἔξωθεν RP
  69. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 5:2 ἄξιος WH Treg NIV ] + ἐστιν RP
  70. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 5:3 οὐρανῷ WH Treg NIV ] + ἄνω RP
  71. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 5:3 οὐδὲ ἐπὶ τῆς γῆς οὐδὲ WH Treg NIV ] οὔτε ἐπὶ τῆς γῆς οὔτε RP
  72. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 5:4 ἐγὼ WH Treg RP ] – NIV
  73. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 5:5 ἀνοῖξαι WH Treg NIV ] ὁ ἀνοίγων RP
  74. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 5:6 ἑστηκὸς WH NIV RP ] ἑστηκὼς Treg
  75. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 5:6 ἔχων WH Treg NIV ] ἔχον RP
  76. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 5:6 οἵ WH Treg NIV ] ἃ RP
  77. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 5:6 ἀπεσταλμένοι WH Treg NIV ] ἀποστελλόμενα RP
  78. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 5:8 αἱ WH Treg NIV ] – RP
  79. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 5:9 θεῷ WH NIV ] + ἡμᾶς Treg RP
  80. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 5:10 βασιλείαν WH Treg NIV ] βασιλεῖς RP
  81. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 5:10 βασιλεύουσιν WH Treg ] βασιλεύσουσιν NIV RP
  82. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 5:11 ἤκουσα WH Treg NIV ] + ὡς RP
  83. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 5:12 καὶ WH Treg NIV ] + τὸν RP
  84. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 5:13 θαλάσσης Treg NIV ] +ἐστίν WH RP
  85. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 5:13 πάντα WH Treg NIV ] πάντας RP
  86. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 5:13 τῷ θρόνῳ NIV ] τοῦ θρόνου WH Treg RP
  87. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 5:13 αἰώνων WH Treg NIV ] + Ἀμήν RP
  88. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 5:14 ἔλεγον WH Treg NIV ] λέγοντα τὸ RP
  89. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 6:1 ὅτε WH Treg NIV ] ὅτι RP
  90. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 6:1 Ἔρχου WH Treg NIV ] + καὶ ἴδε RP
  91. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 6:2 εἶδον καὶ WH Treg NIV ] – RP
  92. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 6:3 σφραγῖδα τὴν δευτέραν WH Treg NIV ] δευτέραν σφραγῖδα RP
  93. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 6:4 καὶ WH Treg NIV ] – RP
  94. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 6:4 σφάξουσιν WH Treg NIV ] σφάξωσιν RP
  95. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 6:5 εἶδον WH Treg NIV ] ἴδε RP
  96. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 6:6 ὡς WH Treg NIV ] – RP
  97. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 6:6 κριθῶν WH Treg NIV ] κριθῆς RP
  98. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 6:7 φωνὴν WH Treg NIV ] – RP
  99. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 6:7 Ἔρχου WH Treg NIV ] + καὶ ἴδε RP
  100. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 6:8 εἶδον καὶ WH Treg NIV ] – RP
  101. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 6:8 μετ᾽ αὐτοῦ WH Treg NIV ] αὐτῷ RP
  102. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 6:8 αὐτοῖς WH Treg NIV ] αὐτῷ RP
  103. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 6:9 μαρτυρίαν WH Treg NIV ] + τοῦ ἀρνίου RP
  104. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 6:11 ἀναπαύσονται WH Treg NIV ] ἀναπαύσωνται RP
  105. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 6:11 μικρόν WH Treg NIV ] – RP
  106. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 6:11 πληρωθῶσιν WH NIV ] πληρώσωσιν Treg RP
  107. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 6:11 αὐτῶν WH Treg NIV ] + καὶ RP
  108. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 6:11 ἀποκτέννεσθαι WH Treg NIV ] ἀποκτένεσθαι RP
  109. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 6:12 ἐγένετο μέλας WH Treg NIV ] μέλας ἐγένετο RP
  110. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 6:13 βάλλει WH Treg NIV ] βαλοῦσα RP
  111. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 6:17 αὐτῶν WH Treg NIV ] αὐτοῦ RP
  112. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 7:1 Μετὰ WH NIV ] Καὶ μετὰ Treg RP
  113. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 7:1 πᾶν WH NIV ] τι Treg RP
  114. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 7:3 ἄχρι WH Treg NIV ] + οὗ RP
  115. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 7:4 ἑκατὸν WH Treg NIV ] + καὶ RP
  116. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 7:4 ἐσφραγισμένοι WH Treg NIV ] ἐσφραγισμένων RP
  117. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 7:5 ἐσφραγισμένοι WH Treg NIV ] ἐσφραγισμέναι RP
  118. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 7:8 ἐσφραγισμένοι WH Treg NIV ] ἐσφραγισμέναι RP
  119. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 7:9 αὐτὸν WH Treg NIV ] – RP
  120. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 7:9 ἑστῶτες WH Treg NIV ] ἑστώτας RP
  121. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 7:9 φοίνικες WH Treg NIV ] φοίνικας RP
  122. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 7:14 εἴρηκα WH Treg NIV ] εἶπον RP
  123. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 7:14 αὐτὰς WH Treg NIV ] – RP
  124. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 7:15 τοῦ θρόνου WH Treg NIV ] τῷ θρόνῳ RP
  125. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 7:16 οὐδὲ WH Treg NIV ] οὐδ᾽ οὐ RP
  126. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 7:17 ποιμανεῖ WH Treg NIV ] ποιμαίνει RP
  127. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 7:17 ὁδηγήσει WH Treg NIV ] ὁδηγεῖ RP
  128. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 8:1 ὅταν WH Treg NIV ] ὅτε RP
  129. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 8:3 δώσει WH Treg NIV ] δώσῃ RP
  130. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 8:6 αὑτοὺς WH ] αὐτοὺς Treg NIV; ἑαυτοὺς RP
  131. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 8:8 πυρὶ WH Treg NIV ] – RP
  132. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 8:9 τῶν WH Treg NIV ] – RP
  133. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 8:9 διεφθάρησαν WH Treg NIV ] διεφθάρη RP
  134. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 8:11 WH NIV RP ] – Treg
  135. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 8:12 ἡ ἡμέρα μὴ φάνῃ τὸ τρίτον αὐτῆς WH Treg NIV ] τὸ τρίτον αὐτῆς ἡ ἡμέρα μὴ φάνῃ RP
  136. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 8:13 τοὺς κατοικοῦντας WH Treg NIV ] τοῖς κατοικοῦσιν RP
  137. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 9:2 μεγάλης WH Treg NIV ] καιομένης RP
  138. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 9:2 ἐσκοτώθη WH NIV ] ἐσκοτίσθη Treg RP
  139. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 9:4 ἀδικήσουσιν WH NIV ] ἀδικήσωσιν Treg RP
  140. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 9:4 μετώπων WH Treg NIV ] + αὐτῶν RP
  141. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 9:5 αὐτοῖς Treg NIV ] αὐταῖς WH RP
  142. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 9:5 βασανισθήσονται WH Treg NIV ] βασανισθῶσιν RP
  143. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 9:6 φεύγει WH Treg NIV ] φεύξεται RP
  144. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 9:6 ὁ θάνατος ἀπ’ αὐτῶν WH Treg NIV ] ἀπ’ αὐτῶν ὁ θάνατος RP
  145. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 9:7 ὅμοιοι χρυσῷ WH Treg NIV ] χρυσοῖ RP
  146. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 9:10 ἡ ἐξουσία αὐτῶν WH Treg NIV ] ἐξουσίαν ἔχουσιν τοῦ RP
  147. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 9:11 ἔχουσιν ἐπ’ αὐτῶν βασιλέα τὸν WH Treg NIV ] Ἔχουσαι βασιλέα ἐπ᾽ αὐτῶν RP
  148. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 9:11 καὶ ἐν WH Treg NIV ] ἐν δὲ RP
  149. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 9:13 τῶν WH Treg NIV ] + τεσσάρων RP NA
  150. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 9:14 λέγοντα WH Treg NIV ] λέγουσαν RP
  151. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 9:15 καὶ WH Treg NIV ] + εἰς τὴν RP
  152. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 9:16 ἱππικοῦ WH Treg NIV ] ἵππου RP
  153. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 9:16 δισμυριάδες WH NIV ] δύο μυριάδες Treg; μυριάδες RP
  154. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 9:18 ἐκ WH Treg NIV ] ἀπὸ RP
  155. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 9:19 ὄφεσιν WH Treg NIV ] ὄφεων RP
  156. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 9:20 οὐδὲ NIV ] οὐ WH RP; οὔτε Treg
  157. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 9:20 προσκυνήσουσιν WH Treg NIV ] προσκυνήσωσιν RP
  158. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 9:20 δύνανται WH Treg NIV ] δύναται RP
  159. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 9:21 φαρμάκων WH NIV ] φαρμακειῶν Treg RP
  160. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 10:1 ἄλλον WH Treg NIV ] – RP
  161. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 10:1 τὴν κεφαλὴν WH Treg ] τῆς κεφαλῆς NIV RP
  162. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 10:2 βιβλαρίδιον WH Treg NIV ] βιβλίον RP
  163. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 10:6 ὤμοσεν RP ] + ἐν WH Treg NIV
  164. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 10:7 ἑαυτοῦ δούλους WH Treg NIV ] δούλους αὐτοῦ RP
  165. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 10:8 λαλοῦσαν WH Treg NIV ] λαλοῦσα RP
  166. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 10:8 λέγουσαν WH Treg NIV ] λέγουσα RP
  167. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 10:8 βιβλίον WH Treg NIV ] βιβλιδάριον RP
  168. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 10:9 ἀπῆλθα WH NIV ] ἀπῆλθον Treg RP
  169. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 10:9 βιβλαρίδιον WH Treg NIV ] βιβλιδάριον RP
  170. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 10:10 βιβλαρίδιον WH Treg NIV ] βιβλίον RP
  171. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 10:11 καὶ WH Treg NIV ] + ἐπὶ RP
  172. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 11:1 Ἔγειρε WH Treg NIV ] Ἔγειραι RP
  173. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 11:2 ἔξωθεν WH Treg NIV ] ἔξω RP
  174. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 11:2 τεσσεράκοντα Treg ] + καὶ WH NIV RP
  175. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 11:3 περιβεβλημένοι NIV RP ] περιβεβλημένους WH Treg
  176. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 11:4 ἑστῶτες WH Treg NIV ] ἑστῶσαι RP
  177. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 11:5 θελήσῃ αὐτοὺς WH NIV ] αὐτοὺς θελήσῃ Treg; θέλει αὐτοὺς RP
  178. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 11:6 τὴν ἐξουσίαν κλεῖσαι τὸν οὐρανόν WH Treg NIV ] τὸν οὐρανόν ἐξουσίαν κλεῖσαι RP
  179. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 11:6 ἐν πάσῃ πληγῇ ὁσάκις ἐὰν θελήσωσιν WH Treg NIV ] ὁσάκις ἐὰν θελήσωσιν ἐν πάσῃ πληγῇ RP
  180. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 11:9 καὶ WH Treg NIV ] – RP
  181. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 11:9 ἀφίουσιν WH Treg NIV ] ἀφήσουσιν RP
  182. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 11:10 εὐφραίνονται WH Treg NIV ] εὐφρανθήσονται RP
  183. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 11:10 πέμψουσιν WH Treg NIV ] δώσουσιν RP
  184. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 11:11 ἐν αὐτοῖς WH Treg NIV ] εἰς αὐτούς RP
  185. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 11:11 ἐπέπεσεν WH Treg NIV ] ἔπεσεν RP
  186. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 11:12 ἤκουσαν WH Treg NIV ] ἤκουσα RP
  187. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 11:12 φωνῆς μεγάλης WH Treg NIV ] φωνὴν μεγάλην RP
  188. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 11:12 λεγούσης WH Treg NIV ] λέγουσαν RP
  189. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 11:12 Ἀνάβατε WH Treg NIV ] Ἀνάβητε RP
  190. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 11:13 ὥρᾳ WH Treg NIV ] ἡμέρᾳ RP
  191. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 11:14 ἰδοὺ ἡ οὐαὶ ἡ τρίτη WH Treg NIV ] ἡ οὐαὶ ἡ τρίτη ἰδοὺ RP
  192. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 11:15 λέγοντες WH NIV ] λέγουσαι Treg RP
  193. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 11:16 θεοῦ καθήμενοι WH NIV ] θεοῦ οἳ κάθηνται Treg; θρόνου τοῦ θεοῦ καθήμενοι RP
  194. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 11:18 τοὺς μικροὺς καὶ τοὺς μεγάλους WH Treg NIV ] τοῖς μικροῖς καὶ τοῖς μεγάλοις RP
  195. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 11:19 WH Treg NIV ] – RP
  196. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 11:19 αὐτοῦ WH Treg NIV ] τοῦ κυρίου RP
  197. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 11:19 καὶ σεισμὸς WH Treg NIV ] – RP
  198. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 12:2 καὶ κράζει WH NIV ] κράζει Treg; ἔκραζεν RP
  199. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 12:3 μέγας πυρρός WH NIV ] πυρρὸς μέγας Treg RP
  200. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 12:5 ἄρσεν WH Treg NIV ] ἄρρενα RP
  201. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 12:6 ἀπὸ WH Treg NIV ] ὑπὸ RP
  202. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 12:6 τρέφωσιν WH NIV ] τρέφουσιν Treg; ἐκτρέφωσιν RP
  203. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 12:7 τοῦ WH Treg NIV ] – RP
  204. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 12:8 ἴσχυσεν WH NIV RP ] ἴσχυσαν Treg
  205. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 12:8 αὐτῶν WH Treg NIV ] αὐτῷ RP
  206. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 12:9 WH Treg NIV ] – RP
  207. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 12:10 κατήγωρ WH NIV ] κατήγορος Treg RP
  208. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 12:10 αὐτοὺς WH NIV ] αὐτῶν Treg RP
  209. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 12:12 οἱ NIV ] – WH Treg RP
  210. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 12:12 τὴν γῆν καὶ τὴν θάλασσαν WH Treg NIV ] τῇ γῇ καὶ τῇ θαλάσσῃ RP
  211. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 12:14 αἱ WH Treg NIV ] – RP
  212. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 12:14 ὅπου τρέφεται WH Treg NIV ] ὅπως τρέφηται RP
  213. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 12:18 ἐστάθη WH Treg NIV ] ἐστάθην RP
  214. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:1 ὀνόματα WH Treg RP NA ] ὄνομα NIV
  215. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:3 ὡς WH Treg NIV ] ὡσεὶ RP
  216. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:3 ἐθαυμάσθη WH Treg NIV ] ἐθαύμασεν RP
  217. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:3 ὅλη ἡ γῆ WH NIV RP ] ἐν ὅλῃ τῇ γῇ Treg
  218. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:4 ὅτι ἔδωκεν WH Treg NIV ] τῷ δεδωκότι RP
  219. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:4 δύναται WH Treg NIV ] δύνατος RP
  220. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:5 βλασφημίας WH Treg NIV ] βλασφημίαν RP
  221. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:5 ἐξουσία WH Treg NIV ] + πόλεμον RP
  222. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:5 τεσσεράκοντα Treg RP] + καὶ WH NIV
  223. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:6 βλασφημίας WH Treg NIV ] βλασφημίαν RP
  224. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:8 αὐτὸν WH Treg NIV ] αὐτῷ RP
  225. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:8 οὗ WH Treg NIV] ὧν RP
  226. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:8 αὐτοῦ WH Treg NIV ] – RP
  227. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:10 εἰς αἰχμαλωσίαν, εἰς αἰχμαλωσίαν WH NIV ] εἰς αἰχμαλωσίαν Treg; ἔχει αἰχμαλωσίαν RP
  228. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:10 ἀποκτανθῆναι NIV ] ἀποκτενεῖ δεῖ WH Treg RP
  229. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:12 ποιεῖ WH Treg NIV ] ἐποίει RP
  230. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:12 προσκυνήσουσιν WH Treg NIV ] προσκυνήσωσιν RP
  231. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:13 ἵνα καὶ πῦρ ποιῇ WH Treg NIV] καὶ πῦρ ἵνα RP
  232. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:13 καταβαίνειν εἰς WH Treg NIV ] καταβαίνῃ ἐπὶ RP
  233. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:14 τοὺς WH Treg NIV ] + ἐμοὺς τοὺς RP
  234. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:14 ὃς ἔχει WH Treg NIV ] ὃ εἶχεν RP
  235. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:14 τῆς μαχαίρης καὶ ἔζησεν WH Treg NIV ] καὶ ἔζησεν ἀπὸ τῆς μαχαίρης RP
  236. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:15 αὐτῷ Treg NIV RP ] αὐτῇ WH
  237. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:15 δοῦναι πνεῦμα WH Treg NIV ] πνεῦμα δοῦναι RP
  238. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:15 ἵνα WH Treg NIV ] – RP
  239. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:16 δῶσιν WH Treg NIV ] δώσωσιν RP
  240. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:16 χάραγμα WH Treg NIV ] χαράγματα RP
  241. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:17 δύνηται WH Treg NIV ] δύναται RP
  242. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:18 αὐτοῦ WH NIV ] + ἐστὶν Treg RP
  243. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:18 ἑξακόσιοι ἑξήκοντα ἕξ WH NIV ] ἑξακόσια ἑξήκοντα ἕξ RP; χξϛʹ Treg
  244. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 14:1 ἑστὸς WH Treg NIV ] ἑστηκὸς RP
  245. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 14:1 αὐτοῦ WH Treg NIV ] + ἀριθμός RP
  246. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 14:3 ὡς WH Treg NA ] – NIV RP
  247. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 14:4 *οὗτοι WH Treg NIV ] + εἰσιν RP
  248. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 14:4 ὑπάγῃ NIV RP ] ὑπάγει WH Treg
  249. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 14:4 *οὗτοι WH Treg NIV ] + ὑπὸ Ἰησοῦ RP
  250. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 14:5 ἐν … αὐτῶν οὐχ εὑρέθη WH Treg NIV ] οὐχ εὑρέθη ἐν … αὐτῶν RP
  251. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 14:5 ἄμωμοί WH NIV ] + γάρ Treg RP
  252. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 14:6 ἄλλον WH Treg NIV ] – RP
  253. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 14:6 ἐπὶ WH Treg NIV ] – RP
  254. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 14:7 θεὸν WH Treg NIV ] κύριον RP
  255. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 14:7 τῷ ποιήσαντι WH Treg NIV ] αὐτὸν τὸν ποιήσαντα RP
  256. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 14:7 καὶ WH Treg NIV ] + τὴν RP
  257. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 14:8 δεύτερος ἄγγελος WH Treg RP ] ἄγγελος δεύτερος NIV
  258. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 14:8 ἔπεσεν WH Treg NIV ] – RP
  259. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 14:8 WH Treg NIV ] – RP
  260. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 14:10 ἀγγέλων ἁγίων WH Treg NIV ] τῶν ἁγίων ἀγγέλων RP
  261. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 14:13 ναί, λέγει WH Treg NIV ] λέγει Ναί RP
  262. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 14:13 ἀναπαήσονται WH Treg NIV ] ἀναπαύσωνται RP
  263. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 14:13 γὰρ WH Treg NIV ] δὲ RP
  264. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 14:14 υἱὸν WH NIV ] υἱῷ Treg RP
  265. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 14:16 τῆς νεφέλης WH Treg NIV ] τὴν νεφέλην RP
  266. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 14:18 ἄγγελος Holmes WHmarg ] + ἐξῆλθεν WH Treg NIV RP
  267. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 14:18 WH NIV ] – Treg RP
  268. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 14:18 φωνῇ WH Treg NIV ] κραυγῇ RP
  269. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 15:3 αἰώνων WH NIV ] ἐθνῶν Treg RP NA
  270. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 15:4 φοβηθῇ WH Treg NIV ] + σε RP
  271. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 15:4 δοξάσει WH Treg NIV ] δοξάσῃ RP
  272. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 15:4 ὅσιος WH Treg NIV ] ἅγιος RP
  273. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 15:6 ἐνδεδυμένοι WH Treg NIV ] οἳ ἦσαν ἐνδεδυμένοι RP
  274. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 15:6 λίνον NIV RP ] λίθον WH Treg
  275. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 16:1 μεγάλης φωνῆς WH NIV ] φωνῆς μεγάλης Treg RP
  276. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 16:1 ἐκχέετε WH NIV ] ἐκχέατε Treg RP
  277. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 16:3 δεύτερος WH Treg NIV ] + ἄγγελος RP
  278. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 16:3 ζωῆς WH Treg NIV ] ζῶσα RP
  279. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 16:3 τὰ WH Treg NIV ] – RP
  280. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 16:4 καὶ WH Treg NIV ] + εἰς RP
  281. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 16:5 WH NIV RP ] – Treg
  282. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 16:6 δέδωκας WH Treg NIV ] ἔδωκας RP
  283. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 16:8 τέταρτος WH Treg NIV ] + ἄγγελος RP
  284. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 16:8 τοὺς ἀνθρώπους ἐν πυρί WH Treg NIV ] ἐν πυρί τοὺς ἀνθρώπους RP
  285. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 16:9 ἐβλασφήμησαν WH Treg NIV ] + οἱ ἄνθρωποι RP
  286. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 16:9 τὴν WH Treg NIV ] – RP
  287. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 16:12 τὸν WH Treg NIV ] – RP
  288. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 16:13 τρία ἀκάθαρτα WH Treg NIV ] ἀκάθαρτα τρία RP
  289. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 16:14 ἡμέρας WH Treg NIV ] + ἐκείνης RP
  290. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 16:17 ἐκ WH Treg NIV ] ἀπὸ RP
  291. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 16:17 ναοῦ WH Treg NIV ] + τοῦ οὐρανοῦ RP
  292. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 16:18 φωναὶ καὶ βρονταί WH Treg NIV ] βρονταί καὶ φωναὶ RP
  293. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 16:18 ἐγένετο WH Treg NIV ] – RP
  294. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 16:18 ἄνθρωποι ἐγένοντο WH ] οἱ ἄνθρωποι ἐγένοντο RP; ἄνθρωπος ἐγένετο Treg NIV
  295. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 17:1 ὑδάτων WH Treg NIV ] τῶν ὑδάτων τῶν RP
  296. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 17:3 γέμοντα WH NIV ] γέμον τὰ Treg; γέμον RP
  297. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 17:3 ἔχων WH NIV ] ἔχον Treg RP
  298. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 17:4 καὶ WH Treg NIV ] – RP
  299. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 17:4 χρυσίῳ WH NIV RP ] χρυσῷ Treg
  300. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 17:6 καὶ WH Treg NIV ] – RP
  301. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 17:8 ὑπάγει WH NIV ] ὑπάγειν Treg RP
  302. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 17:8 θαυμασθήσονται WH NIV ] θαυμάσονται Treg RP
  303. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 17:8 τὸ ὄνομα WH Treg NIV ] τὰ ὀνόματα RP
  304. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 17:8 τὸ θηρίον ὅτι ἦν WH Treg NIV ] ὅτι ἦν τὸ θηρίον RP
  305. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 17:9 ἑπτά εἰσιν WH Treg NIV ] εἰσιν ἑπτὰ RP
  306. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 17:10 αὐτὸν δεῖ WH Treg NIV ] δεῖ αὐτὸν RP
  307. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 17:11 αὐτὸς WH NIV RP ] οὗτος Treg
  308. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 17:13 γνώμην ἔχουσιν WH Treg NIV ] ἔχουσιν γνώμην RP
  309. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 17:13 καὶ WH Treg NIV ] + τὴν RP
  310. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 17:16 γυμνήν WH Treg NIV ] + ποιήσουσιν αὐτήν RP
  311. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 17:17 μίαν γνώμην WH Treg NIV ] γνώμην μίαν RP
  312. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 17:17 τελεσθήσονται WH Treg NIV ] τελεσθῶσιν RP
  313. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 18:2 ἐν WH Treg NIV ] – RP
  314. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 18:2 ἔπεσεν WH NIV ] – Treg RP
  315. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 18:2 δαιμονίων WH Treg NIV ] δαιμόνων RP
  316. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 18:2 καὶ φυλακὴ παντὸς θηρίου ἀκαθάρτου Holmes NA ] – WH Treg NIV RP
  317. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 18:3 πέπτωκαν WH Treg RP ] πέπωκαν NIV
  318. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 18:4 Ἐξέλθατε WH Treg NIV ] Ἔξελθε RP
  319. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 18:4 ὁ λαός μου, ἐξ αὐτῆς WH NIV ] ἐξ αὐτῆς ὁ λαός μου Treg RP
  320. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 18:6 διπλώσατε WH Treg NIV ] + αὐτῇ RP
  321. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 18:6 τὰ WH Treg NIV ] – RP
  322. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 18:11 κλαίουσιν καὶ πενθοῦσιν WH Treg NIV ] κλαύσουσιν καὶ πενθήσουσιν RP
  323. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 18:11 αὐτήν WH Treg NIV ] αὐτῇ RP
  324. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 18:12 μαργαριτῶν WH Treg NIV ] μαργαρίτου RP
  325. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 18:12 πορφύρας WH Treg NIV ] πορφυροῦ RP
  326. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 18:13 καὶ ἄμωμον WH Treg NIV ] – RP
  327. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 18:13 κτήνη καὶ πρόβατα WH Treg NIV ] πρόβατα καὶ κτήνη RP
  328. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 18:14 σου τῆς … ψυχῆς WH Treg NIV ] τῆς … ψυχῆς σου RP
  329. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 18:14 οὐκέτι WH NIV RP ] – Treg
  330. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 18:14 οὐ μὴ αὐτὰ εὑρήσουσιν WH Treg NIV ] αὐτὰ οὐ μὴ εὕρῃς RP
  331. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 18:16 λέγοντες WH Treg NIV ] καὶ λέγοντες RP
  332. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 18:16 κεχρυσωμένη Treg RP ] + ἐν WH NIV
  333. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 18:16 μαργαρίτῃ WH Treg NIV ] μαργαρίταις RP
  334. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 18:18 ἔκραξαν WH ] ἔκραζον Treg NIV RP
  335. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 18:19 ἔκραξαν WH ] ἔκραζον Treg NIV RP
  336. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 18:19 πενθοῦντες WH Treg NIV ] + καὶ RP
  337. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 18:21 μύλινον WH NIV ] μύλον Treg RP
  338. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 18:24 αἷμα WH Treg NIV ] αἵματα RP