Add parallel Print Page Options

12 Καὶ εἶδον ὅτε ἤνοιξεν τὴν σφραγῖδα τὴν ἕκτην, καὶ σεισμὸς μέγας ἐγένετο, καὶ ὁ ἥλιος [a]ἐγένετο μέλας ὡς σάκκος τρίχινος, καὶ ἡ σελήνη ὅλη ἐγένετο ὡς αἷμα, 13 καὶ οἱ ἀστέρες τοῦ οὐρανοῦ ἔπεσαν εἰς τὴν γῆν, ὡς συκῆ [b]βάλλει τοὺς ὀλύνθους αὐτῆς ὑπὸ ἀνέμου μεγάλου σειομένη, 14 καὶ ὁ οὐρανὸς ἀπεχωρίσθη ὡς βιβλίον ἑλισσόμενον, καὶ πᾶν ὄρος καὶ νῆσος ἐκ τῶν τόπων αὐτῶν ἐκινήθησαν. 15 καὶ οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ μεγιστᾶνες καὶ οἱ χιλίαρχοι καὶ οἱ πλούσιοι καὶ οἱ ἰσχυροὶ καὶ πᾶς δοῦλος καὶ ἐλεύθερος ἔκρυψαν ἑαυτοὺς εἰς τὰ σπήλαια καὶ εἰς τὰς πέτρας τῶν ὀρέων· 16 καὶ λέγουσιν τοῖς ὄρεσιν καὶ ταῖς πέτραις· Πέσετε ἐφ’ ἡμᾶς καὶ κρύψατε ἡμᾶς ἀπὸ προσώπου τοῦ καθημένου ἐπὶ τοῦ θρόνου καὶ ἀπὸ τῆς ὀργῆς τοῦ ἀρνίου, 17 ὅτι ἦλθεν ἡ ἡμέρα ἡ μεγάλη τῆς ὀργῆς [c]αὐτῶν, καὶ τίς δύναται σταθῆναι;

Read full chapter

Footnotes

  1. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 6:12 ἐγένετο μέλας WH Treg NIV ] μέλας ἐγένετο RP
  2. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 6:13 βάλλει WH Treg NIV ] βαλοῦσα RP
  3. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 6:17 αὐτῶν WH Treg NIV ] αὐτοῦ RP

12 και ειδον οτε ηνοιξεν την σφραγιδα την εκτην και ιδου σεισμος μεγας εγενετο και ο ηλιος εγενετο μελας ως σακκος τριχινος και η σεληνη εγενετο ως αιμα

13 και οι αστερες του ουρανου επεσαν εις την γην ως συκη βαλλει τους ολυνθους αυτης υπο μεγαλου ανεμου σειομενη

14 και ουρανος απεχωρισθη ως βιβλιον ειλισσομενον και παν ορος και νησος εκ των τοπων αυτων εκινηθησαν

15 και οι βασιλεις της γης και οι μεγιστανες και οι πλουσιοι και οι χιλιαρχοι και οι δυνατοι και πας δουλος και πας ελευθερος εκρυψαν εαυτους εις τα σπηλαια και εις τας πετρας των ορεων

16 και λεγουσιν τοις ορεσιν και ταις πετραις πεσετε εφ ημας και κρυψατε ημας απο προσωπου του καθημενου επι του θρονου και απο της οργης του αρνιου

17 οτι ηλθεν η ημερα η μεγαλη της οργης αυτου και τις δυναται σταθηναι

Read full chapter