Add parallel Print Page Options

Μετὰ ταῦτα εἶδον, καὶ ἰδοὺ θύρα ἠνεῳγμένη ἐν τῷ οὐρανῷ, καὶ ἡ φωνὴ ἡ πρώτη ἣν ἤκουσα ὡς σάλπιγγος λαλούσης μετ’ ἐμοῦ, λέγων· Ἀνάβα ὧδε, καὶ δείξω σοι ἃ δεῖ γενέσθαι. μετὰ ταῦτα [a]εὐθέως ἐγενόμην ἐν πνεύματι· καὶ ἰδοὺ θρόνος ἔκειτο ἐν τῷ οὐρανῷ, καὶ ἐπὶ τὸν θρόνον καθήμενος, [b]καὶ ὁ καθήμενος ὅμοιος ὁράσει λίθῳ ἰάσπιδι καὶ σαρδίῳ, καὶ ἶρις κυκλόθεν τοῦ θρόνου [c]ὅμοιος ὁράσει σμαραγδίνῳ. καὶ κυκλόθεν τοῦ θρόνου [d]θρόνοι εἴκοσι τέσσαρες, καὶ ἐπὶ τοὺς [e]θρόνους εἴκοσι τέσσαρας πρεσβυτέρους καθημένους περιβεβλημένους [f]ἐν ἱματίοις λευκοῖς, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτῶν στεφάνους χρυσοῦς. καὶ ἐκ τοῦ θρόνου ἐκπορεύονται ἀστραπαὶ καὶ φωναὶ καὶ βρονταί· καὶ ἑπτὰ λαμπάδες πυρὸς καιόμεναι ἐνώπιον τοῦ θρόνου, [g]ἅ εἰσιν [h]τὰ ἑπτὰ πνεύματα τοῦ θεοῦ,

Read full chapter

Footnotes

  1. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 4:2 εὐθέως WH Treg NIV ] Καὶ εὐθέως RP
  2. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 4:3 καὶ ὁ καθήμενος WH Treg NIV ] – RP
  3. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 4:3 ὅμοιος ὁράσει σμαραγδίνῳ WH Treg NIV ] ὁμοίως ὅρασις σμαραγδίνων RP
  4. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 4:4 θρόνοι WH Treg RP ] θρόνους NIV
  5. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 4:4 θρόνους WH Treg NIV ] + τοὺς RP
  6. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 4:4 ἐν Treg NIV RP ] – WH
  7. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 4:5 WH NIV ] αἵ Treg; αὐτοῦ αἵ RP
  8. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 4:5 τὰ WH Treg NIV ] – RP

μετα ταυτα ειδον και ιδου θυρα ηνεωγμενη εν τω ουρανω και η φωνη η πρωτη ην ηκουσα ως σαλπιγγος λαλουσης μετ εμου λεγουσα αναβα ωδε και δειξω σοι α δει γενεσθαι μετα ταυτα

και ευθεως εγενομην εν πνευματι και ιδου θρονος εκειτο εν τω ουρανω και επι του θρονου καθημενος

και ο καθημενος ην ομοιος ορασει λιθω ιασπιδι και σαρδινω και ιρις κυκλοθεν του θρονου ομοιος ορασει σμαραγδινω

και κυκλοθεν του θρονου θρονοι εικοσι και τεσσαρες και επι τους θρονους ειδον τους εικοσι και τεσσαρας πρεσβυτερους καθημενους περιβεβλημενους εν ιματιοις λευκοις και εσχον επι τας κεφαλας αυτων στεφανους χρυσους

και εκ του θρονου εκπορευονται αστραπαι και βρονται και φωναι και επτα λαμπαδες πυρος καιομεναι ενωπιον του θρονου αι εισιν τα επτα πνευματα του θεου

Read full chapter