Add parallel Print Page Options

καὶ ἐξαλείψει πᾶν δάκρυον [a]ἐκ τῶν ὀφθαλμῶν αὐτῶν, καὶ ὁ θάνατος οὐκ ἔσται ἔτι· οὔτε πένθος οὔτε κραυγὴ οὔτε πόνος οὐκ ἔσται [b]ἔτι. τὰ πρῶτα ἀπῆλθαν.

Καὶ εἶπεν ὁ καθήμενος ἐπὶ τῷ θρόνῳ· Ἰδοὺ [c]καινὰ ποιῶ πάντα. καὶ [d]λέγει· Γράψον, ὅτι οὗτοι οἱ λόγοι [e]πιστοὶ καὶ ἀληθινοί εἰσιν. καὶ εἶπέν μοι· [f]Γέγοναν. ἐγὼ τὸ Ἄλφα καὶ τὸ Ὦ, ἡ ἀρχὴ καὶ τὸ τέλος. ἐγὼ τῷ διψῶντι δώσω ἐκ τῆς πηγῆς τοῦ ὕδατος τῆς ζωῆς δωρεάν. ὁ νικῶν κληρονομήσει ταῦτα, καὶ ἔσομαι αὐτῷ θεὸς καὶ αὐτὸς ἔσται μοι υἱός.

Read full chapter

Footnotes

  1. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 21:4 ἐκ WH Treg NIV ] ἀπὸ RP
  2. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 21:4 ἔτι. WH ] ἔτι, ὅτι Treg NIV RP
  3. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 21:5 καινὰ ποιῶ πάντα WH Treg NIV ] πάντα καινὰ ποιῶ RP
  4. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 21:5 λέγει WH NIV ] + μοι Treg RP
  5. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 21:5 πιστοὶ καὶ ἀληθινοί WH Treg NIV ] ἀληθινοὶ καὶ πιστοί RP
  6. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 21:6 Γέγοναν, ἐγὼ WH ] Γέγοναν ἐγώ εἰμι Treg NIV; Γέγονα RP

και εξαλειψει ο θεος παν δακρυον απο των οφθαλμων αυτων και ο θανατος ουκ εσται ετι ουτε πενθος ουτε κραυγη ουτε πονος ουκ εσται ετι οτι τα πρωτα απηλθον

και ειπεν ο καθημενος επι του θρονου ιδου καινα παντα ποιω και λεγει μοι γραψον οτι ουτοι οι λογοι αληθινοι και πιστοι εισιν

και ειπεν μοι γεγονεν εγω ειμι το α και το ω η αρχη και το τελος εγω τω διψωντι δωσω εκ της πηγης του υδατος της ζωης δωρεαν

ο νικων κληρονομησει παντα και εσομαι αυτω θεος και αυτος εσται μοι ο υιος

Read full chapter