ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 19:1-8
SBL Greek New Testament
19 Μετὰ ταῦτα ἤκουσα ὡς φωνὴν μεγάλην ὄχλου πολλοῦ ἐν τῷ οὐρανῷ λεγόντων· Ἁλληλουϊά· ἡ σωτηρία καὶ ἡ [a]δόξα καὶ ἡ δύναμις τοῦ θεοῦ ἡμῶν, 2 ὅτι ἀληθιναὶ καὶ δίκαιαι αἱ κρίσεις αὐτοῦ· ὅτι ἔκρινεν τὴν πόρνην τὴν μεγάλην ἥτις [b]ἔφθειρεν τὴν γῆν ἐν τῇ πορνείᾳ αὐτῆς, καὶ ἐξεδίκησεν τὸ αἷμα τῶν δούλων αὐτοῦ ἐκ χειρὸς αὐτῆς. 3 καὶ δεύτερον [c]εἴρηκαν· Ἁλληλουϊά· καὶ ὁ καπνὸς αὐτῆς ἀναβαίνει εἰς τοὺς αἰῶνας τῶν αἰώνων. 4 καὶ ἔπεσαν οἱ πρεσβύτεροι οἱ εἴκοσι τέσσαρες καὶ τὰ τέσσαρα ζῷα, καὶ προσεκύνησαν τῷ θεῷ τῷ καθημένῳ ἐπὶ [d]τῷ θρόνῳ λέγοντες· Ἀμήν, Ἁλληλουϊά.
5 Καὶ φωνὴ ἀπὸ τοῦ θρόνου ἐξῆλθεν λέγουσα· Αἰνεῖτε [e]τῷ θεῷ ἡμῶν, πάντες οἱ δοῦλοι αὐτοῦ, [f]καὶ οἱ φοβούμενοι αὐτόν, οἱ μικροὶ καὶ οἱ μεγάλοι. 6 καὶ ἤκουσα ὡς φωνὴν ὄχλου πολλοῦ καὶ ὡς φωνὴν ὑδάτων πολλῶν καὶ ὡς φωνὴν βροντῶν ἰσχυρῶν, [g]λεγόντων· Ἁλληλουϊά, ὅτι ἐβασίλευσεν κύριος, ὁ [h]θεός, ὁ παντοκράτωρ. 7 χαίρωμεν καὶ [i]ἀγαλλιῶμεν, καὶ [j]δώσομεν τὴν δόξαν αὐτῷ, ὅτι ἦλθεν ὁ γάμος τοῦ ἀρνίου, καὶ ἡ γυνὴ αὐτοῦ ἡτοίμασεν ἑαυτήν, 8 καὶ ἐδόθη αὐτῇ ἵνα περιβάληται βύσσινον [k]λαμπρὸν καθαρόν, τὸ γὰρ βύσσινον τὰ δικαιώματα τῶν ἁγίων ἐστίν.
Read full chapterFootnotes
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 19:1 δόξα καὶ ἡ δύναμις WH Treg NIV ] δύναμις καὶ ἡ δόξα RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 19:2 ἔφθειρεν WH Treg NIV ] διέφθειρεν RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 19:3 εἴρηκαν WH Treg NIV ] εἴρηκεν RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 19:4 τῷ θρόνῳ WH Treg NIV ] τοῦ θρόνου RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 19:5 τῷ θεῷ WH Treg NIV ] τὸν θεὸν RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 19:5 καὶ Treg NIV RP ] – WH
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 19:6 λεγόντων WH Treg NIV ] λέγοντες RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 19:6 θεός Holmes WHmarg ] + ἡμῶν WH Treg NIV RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 19:7 ἀγαλλιῶμεν WH Treg NIV ] ἀγαλλιώμεθα RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 19:7 δώσομεν WH ] δώσωμεν NIV; δῶμεν Treg RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 19:8 λαμπρὸν WH Treg NIV ] + καὶ RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software