Add parallel Print Page Options

καὶ ἤκουσα ὡς φωνὴν ὄχλου πολλοῦ καὶ ὡς φωνὴν ὑδάτων πολλῶν καὶ ὡς φωνὴν βροντῶν ἰσχυρῶν, [a]λεγόντων· Ἁλληλουϊά, ὅτι ἐβασίλευσεν κύριος, ὁ [b]θεός, ὁ παντοκράτωρ. χαίρωμεν καὶ [c]ἀγαλλιῶμεν, καὶ [d]δώσομεν τὴν δόξαν αὐτῷ, ὅτι ἦλθεν ὁ γάμος τοῦ ἀρνίου, καὶ ἡ γυνὴ αὐτοῦ ἡτοίμασεν ἑαυτήν, καὶ ἐδόθη αὐτῇ ἵνα περιβάληται βύσσινον [e]λαμπρὸν καθαρόν, τὸ γὰρ βύσσινον τὰ δικαιώματα τῶν ἁγίων ἐστίν.

Καὶ λέγει μοι· Γράψον· Μακάριοι οἱ εἰς τὸ δεῖπνον τοῦ γάμου τοῦ ἀρνίου κεκλημένοι. καὶ λέγει μοι· Οὗτοι οἱ λόγοι ἀληθινοὶ τοῦ θεοῦ εἰσιν.

Read full chapter

Footnotes

  1. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 19:6 λεγόντων WH Treg NIV ] λέγοντες RP
  2. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 19:6 θεός Holmes WHmarg ] + ἡμῶν WH Treg NIV RP
  3. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 19:7 ἀγαλλιῶμεν WH Treg NIV ] ἀγαλλιώμεθα RP
  4. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 19:7 δώσομεν WH ] δώσωμεν NIV; δῶμεν Treg RP
  5. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 19:8 λαμπρὸν WH Treg NIV ] + καὶ RP

και ηκουσα ως φωνην οχλου πολλου και ως φωνην υδατων πολλων και ως φωνην βροντων ισχυρων λεγοντας αλληλουια οτι εβασιλευσεν κυριος ο θεος ο παντοκρατωρ

χαιρωμεν και αγαλλιωμεθα και δωμεν την δοξαν αυτω οτι ηλθεν ο γαμος του αρνιου και η γυνη αυτου ητοιμασεν εαυτην

και εδοθη αυτη ινα περιβαληται βυσσινον καθαρον και λαμπρον το γαρ βυσσινον τα δικαιωματα εστιν των αγιων

και λεγει μοι γραψον μακαριοι οι εις το δειπνον του γαμου του αρνιου κεκλημενοι και λεγει μοι ουτοι οι λογοι αληθινοι εισιν του θεου

Read full chapter