Add parallel Print Page Options

17 Καὶ εἶδον [a]ἕνα ἄγγελον ἑστῶτα ἐν τῷ ἡλίῳ, καὶ [b]ἔκραξεν φωνῇ μεγάλῃ λέγων πᾶσι τοῖς ὀρνέοις τοῖς πετομένοις ἐν μεσουρανήματι· Δεῦτε συνάχθητε εἰς τὸ δεῖπνον τὸ μέγα τοῦ θεοῦ, 18 ἵνα φάγητε σάρκας βασιλέων καὶ σάρκας χιλιάρχων καὶ σάρκας ἰσχυρῶν καὶ σάρκας ἵππων καὶ τῶν καθημένων ἐπ’ [c]αὐτῶν, καὶ σάρκας πάντων ἐλευθέρων τε καὶ δούλων καὶ μικρῶν [d]καὶ μεγάλων. 19 καὶ εἶδον τὸ θηρίον καὶ τοὺς βασιλεῖς τῆς γῆς καὶ τὰ στρατεύματα αὐτῶν συνηγμένα ποιῆσαι [e]τὸν πόλεμον μετὰ τοῦ καθημένου ἐπὶ τοῦ ἵππου καὶ μετὰ τοῦ στρατεύματος αὐτοῦ. 20 καὶ ἐπιάσθη τὸ θηρίον καὶ [f]μετ’ αὐτοῦ ὁ ψευδοπροφήτης ὁ ποιήσας τὰ σημεῖα ἐνώπιον αὐτοῦ, ἐν οἷς ἐπλάνησεν τοὺς λαβόντας τὸ χάραγμα τοῦ θηρίου καὶ τοὺς προσκυνοῦντας τῇ εἰκόνι αὐτοῦ· ζῶντες ἐβλήθησαν οἱ δύο εἰς τὴν λίμνην τοῦ πυρὸς [g]τῆς καιομένης ἐν θείῳ. 21 καὶ οἱ λοιποὶ ἀπεκτάνθησαν ἐν τῇ ῥομφαίᾳ τοῦ καθημένου ἐπὶ τοῦ ἵππου τῇ ἐξελθούσῃ ἐκ τοῦ στόματος αὐτοῦ, καὶ πάντα τὰ ὄρνεα ἐχορτάσθησαν ἐκ τῶν σαρκῶν αὐτῶν.

Read full chapter

Footnotes

  1. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 19:17 ἕνα WH Treg NIV ] – RP
  2. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 19:17 ἔκραξεν Treg RP ] + ἐν WH NIV
  3. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 19:18 αὐτῶν NIV RP ] αὐτούς WH Treg
  4. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 19:18 καὶ WH Treg NIV ] τε καὶ RP
  5. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 19:19 τὸν WH Treg NIV ] – RP
  6. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 19:20 μετ᾽ αὐτοῦ ὁ WH Treg NIV ] ὁ μετ᾽ αὐτοῦ RP
  7. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 19:20 τῆς καιομένης WH Treg NIV ] τὴν καιομένην RP

17 και ειδον ενα αγγελον εστωτα εν τω ηλιω και εκραξεν φωνη μεγαλη λεγων πασιν τοις ορνεοις τοις πετωμενοις εν μεσουρανηματι δευτε και συναγεσθε εις το δειπνον του μεγαλου θεου

18 ινα φαγητε σαρκας βασιλεων και σαρκας χιλιαρχων και σαρκας ισχυρων και σαρκας ιππων και των καθημενων επ αυτων και σαρκας παντων ελευθερων και δουλων και μικρων και μεγαλων

19 και ειδον το θηριον και τους βασιλεις της γης και τα στρατευματα αυτων συνηγμενα ποιησαι πολεμον μετα του καθημενου επι του ιππου και μετα του στρατευματος αυτου

20 και επιασθη το θηριον και μετα τουτου ο ψευδοπροφητης ο ποιησας τα σημεια ενωπιον αυτου εν οις επλανησεν τους λαβοντας το χαραγμα του θηριου και τους προσκυνουντας τη εικονι αυτου ζωντες εβληθησαν οι δυο εις την λιμνην του πυρος την καιομενην εν τω θειω

21 και οι λοιποι απεκτανθησαν εν τη ρομφαια του καθημενου επι του ιππου τη εκπορευομενη εκ του στοματος αυτου και παντα τα ορνεα εχορτασθησαν εκ των σαρκων αυτων

Read full chapter