ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:1-7
SBL Greek New Testament
13 Καὶ εἶδον ἐκ τῆς θαλάσσης θηρίον ἀναβαῖνον, ἔχον κέρατα δέκα καὶ κεφαλὰς ἑπτά, καὶ ἐπὶ τῶν κεράτων αὐτοῦ δέκα διαδήματα, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτοῦ [a]ὀνόματα βλασφημίας. 2 καὶ τὸ θηρίον ὃ εἶδον ἦν ὅμοιον παρδάλει, καὶ οἱ πόδες αὐτοῦ ὡς ἄρκου, καὶ τὸ στόμα αὐτοῦ ὡς στόμα λέοντος. καὶ ἔδωκεν αὐτῷ ὁ δράκων τὴν δύναμιν αὐτοῦ καὶ τὸν θρόνον αὐτοῦ καὶ ἐξουσίαν μεγάλην. 3 καὶ μίαν ἐκ τῶν κεφαλῶν αὐτοῦ [b]ὡς ἐσφαγμένην εἰς θάνατον, καὶ ἡ πληγὴ τοῦ θανάτου αὐτοῦ ἐθεραπεύθη. καὶ [c]ἐθαυμάσθη [d]ὅλη ἡ γῆ ὀπίσω τοῦ θηρίου, 4 καὶ προσεκύνησαν τῷ δράκοντι [e]ὅτι ἔδωκεν τὴν ἐξουσίαν τῷ θηρίῳ, καὶ προσεκύνησαν τῷ θηρίῳ λέγοντες· Τίς ὅμοιος τῷ θηρίῳ, καὶ τίς [f]δύναται πολεμῆσαι μετ’ αὐτοῦ;
5 Καὶ ἐδόθη αὐτῷ στόμα λαλοῦν μεγάλα καὶ [g]βλασφημίας, καὶ ἐδόθη αὐτῷ [h]ἐξουσία ποιῆσαι μῆνας [i]τεσσεράκοντα δύο. 6 καὶ ἤνοιξε τὸ στόμα αὐτοῦ εἰς [j]βλασφημίας πρὸς τὸν θεόν, βλασφημῆσαι τὸ ὄνομα αὐτοῦ καὶ τὴν σκηνὴν αὐτοῦ, τοὺς ἐν τῷ οὐρανῷ σκηνοῦντας. 7 καὶ ἐδόθη αὐτῷ ποιῆσαι πόλεμον μετὰ τῶν ἁγίων καὶ νικῆσαι αὐτούς, καὶ ἐδόθη αὐτῷ ἐξουσία ἐπὶ πᾶσαν φυλὴν καὶ λαὸν καὶ γλῶσσαν καὶ ἔθνος.
Read full chapterFootnotes
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:1 ὀνόματα WH Treg RP NA ] ὄνομα NIV
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:3 ὡς WH Treg NIV ] ὡσεὶ RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:3 ἐθαυμάσθη WH Treg NIV ] ἐθαύμασεν RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:3 ὅλη ἡ γῆ WH NIV RP ] ἐν ὅλῃ τῇ γῇ Treg
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:4 ὅτι ἔδωκεν WH Treg NIV ] τῷ δεδωκότι RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:4 δύναται WH Treg NIV ] δύνατος RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:5 βλασφημίας WH Treg NIV ] βλασφημίαν RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:5 ἐξουσία WH Treg NIV ] + πόλεμον RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:5 τεσσεράκοντα Treg RP] + καὶ WH NIV
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:6 βλασφημίας WH Treg NIV ] βλασφημίαν RP
ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:1-7
1550 Stephanus New Testament
13 και εσταθην επι την αμμον της θαλασσης και ειδον εκ της θαλασσης θηριον αναβαινον εχον κεφαλας επτα και κερατα δεκα και επι των κερατων αυτου δεκα διαδηματα και επι τας κεφαλας αυτου ονομα βλασφημιας
2 και το θηριον ο ειδον ην ομοιον παρδαλει και οι ποδες αυτου ως αρκτου και το στομα αυτου ως στομα λεοντος και εδωκεν αυτω ο δρακων την δυναμιν αυτου και τον θρονον αυτου και εξουσιαν μεγαλην
3 και ειδον μιαν των κεφαλων αυτου ως εσφαγμενην εις θανατον και η πληγη του θανατου αυτου εθεραπευθη και εθαυμασθη εν ολη τη γη οπισω του θηριου
4 και προσεκυνησαν τον δρακοντα ος εδωκεν εξουσιαν τω θηριω και προσεκυνησαν το θηριον λεγοντες τις ομοιος τω θηριω τις δυναται πολεμησαι μετ αυτου
5 και εδοθη αυτω στομα λαλουν μεγαλα και βλασφημιας και εδοθη αυτω εξουσια ποιησαι μηνας τεσσαρακοντα δυο
6 και ηνοιξεν το στομα αυτου εις βλασφημιαν προς τον θεον βλασφημησαι το ονομα αυτου και την σκηνην αυτου και τους εν τω ουρανω σκηνουντας
7 και εδοθη αυτω πολεμον ποιησαι μετα των αγιων και νικησαι αυτους και εδοθη αυτω εξουσια επι πασαν φυλην και γλωσσαν και εθνος
Read full chapterScripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software