Add parallel Print Page Options

11 Καὶ εἶδον ἄλλο θηρίον ἀναβαῖνον ἐκ τῆς γῆς, καὶ εἶχεν κέρατα δύο ὅμοια ἀρνίῳ, καὶ ἐλάλει ὡς δράκων. 12 καὶ τὴν ἐξουσίαν τοῦ πρώτου θηρίου πᾶσαν ποιεῖ ἐνώπιον αὐτοῦ. καὶ [a]ποιεῖ τὴν γῆν καὶ τοὺς ἐν αὐτῇ κατοικοῦντας ἵνα [b]προσκυνήσουσιν τὸ θηρίον τὸ πρῶτον, οὗ ἐθεραπεύθη ἡ πληγὴ τοῦ θανάτου αὐτοῦ. 13 καὶ ποιεῖ σημεῖα μεγάλα, [c]ἵνα καὶ πῦρ ποιῇ ἐκ τοῦ οὐρανοῦ [d]καταβαίνειν εἰς τὴν γῆν ἐνώπιον τῶν ἀνθρώπων. 14 καὶ πλανᾷ [e]τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς διὰ τὰ σημεῖα ἃ ἐδόθη αὐτῷ ποιῆσαι ἐνώπιον τοῦ θηρίου, λέγων τοῖς κατοικοῦσιν ἐπὶ τῆς γῆς ποιῆσαι εἰκόνα τῷ θηρίῳ, [f]ὃς ἔχει τὴν πληγὴν [g]τῆς μαχαίρης καὶ ἔζησεν. 15 καὶ ἐδόθη [h]αὐτῷ [i]δοῦναι πνεῦμα τῇ εἰκόνι τοῦ θηρίου, ἵνα καὶ λαλήσῃ ἡ εἰκὼν τοῦ θηρίου καὶ ποιήσῃ [j]ἵνα ὅσοι ἐὰν μὴ προσκυνήσωσιν τῇ εἰκόνι τοῦ θηρίου ἀποκτανθῶσιν. 16 καὶ ποιεῖ πάντας, τοὺς μικροὺς καὶ τοὺς μεγάλους, καὶ τοὺς πλουσίους καὶ τοὺς πτωχούς, καὶ τοὺς ἐλευθέρους καὶ τοὺς δούλους, ἵνα [k]δῶσιν αὐτοῖς [l]χάραγμα ἐπὶ τῆς χειρὸς αὐτῶν τῆς δεξιᾶς ἢ ἐπὶ τὸ μέτωπον αὐτῶν, 17 καὶ ἵνα μή τις [m]δύνηται ἀγοράσαι ἢ πωλῆσαι εἰ μὴ ὁ ἔχων τὸ χάραγμα, τὸ ὄνομα τοῦ θηρίου ἢ τὸν ἀριθμὸν τοῦ ὀνόματος αὐτοῦ. 18 ὧδε ἡ σοφία ἐστίν· ὁ ἔχων νοῦν ψηφισάτω τὸν ἀριθμὸν τοῦ θηρίου, ἀριθμὸς γὰρ ἀνθρώπου ἐστίν· καὶ ὁ ἀριθμὸς [n]αὐτοῦ [o]ἑξακόσιοι ἑξήκοντα ἕξ.

Read full chapter

Footnotes

  1. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:12 ποιεῖ WH Treg NIV ] ἐποίει RP
  2. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:12 προσκυνήσουσιν WH Treg NIV ] προσκυνήσωσιν RP
  3. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:13 ἵνα καὶ πῦρ ποιῇ WH Treg NIV] καὶ πῦρ ἵνα RP
  4. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:13 καταβαίνειν εἰς WH Treg NIV ] καταβαίνῃ ἐπὶ RP
  5. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:14 τοὺς WH Treg NIV ] + ἐμοὺς τοὺς RP
  6. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:14 ὃς ἔχει WH Treg NIV ] ὃ εἶχεν RP
  7. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:14 τῆς μαχαίρης καὶ ἔζησεν WH Treg NIV ] καὶ ἔζησεν ἀπὸ τῆς μαχαίρης RP
  8. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:15 αὐτῷ Treg NIV RP ] αὐτῇ WH
  9. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:15 δοῦναι πνεῦμα WH Treg NIV ] πνεῦμα δοῦναι RP
  10. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:15 ἵνα WH Treg NIV ] – RP
  11. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:16 δῶσιν WH Treg NIV ] δώσωσιν RP
  12. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:16 χάραγμα WH Treg NIV ] χαράγματα RP
  13. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:17 δύνηται WH Treg NIV ] δύναται RP
  14. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:18 αὐτοῦ WH NIV ] + ἐστὶν Treg RP
  15. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:18 ἑξακόσιοι ἑξήκοντα ἕξ WH NIV ] ἑξακόσια ἑξήκοντα ἕξ RP; χξϛʹ Treg