ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 20:7-15
SBL Greek New Testament
7 Καὶ ὅταν τελεσθῇ τὰ χίλια ἔτη, λυθήσεται ὁ Σατανᾶς ἐκ τῆς φυλακῆς αὐτοῦ, 8 καὶ ἐξελεύσεται πλανῆσαι τὰ ἔθνη τὰ ἐν ταῖς τέσσαρσι γωνίαις τῆς γῆς, τὸν Γὼγ [a]καὶ Μαγώγ, συναγαγεῖν αὐτοὺς εἰς τὸν πόλεμον, ὧν ὁ ἀριθμὸς [b]αὐτῶν ὡς ἡ ἄμμος τῆς θαλάσσης. 9 καὶ ἀνέβησαν ἐπὶ τὸ πλάτος τῆς γῆς, καὶ [c]ἐκύκλευσαν τὴν παρεμβολὴν τῶν ἁγίων καὶ τὴν πόλιν τὴν ἠγαπημένην. καὶ κατέβη πῦρ [d]ἐκ τοῦ οὐρανοῦ καὶ κατέφαγεν αὐτούς· 10 καὶ ὁ διάβολος ὁ πλανῶν αὐτοὺς ἐβλήθη εἰς τὴν λίμνην τοῦ πυρὸς καὶ θείου, ὅπου καὶ τὸ θηρίον καὶ ὁ ψευδοπροφήτης, καὶ βασανισθήσονται ἡμέρας καὶ νυκτὸς εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
11 Καὶ εἶδον θρόνον μέγαν λευκὸν καὶ τὸν καθήμενον [e]ἐπ’ αὐτοῦ, οὗ ἀπὸ [f]τοῦ προσώπου ἔφυγεν ἡ γῆ καὶ ὁ οὐρανός, καὶ τόπος οὐχ εὑρέθη αὐτοῖς. 12 καὶ εἶδον τοὺς νεκρούς, τοὺς μεγάλους καὶ τοὺς μικρούς, ἑστῶτας ἐνώπιον τοῦ θρόνου, καὶ βιβλία ἠνοίχθησαν· καὶ ἄλλο βιβλίον ἠνοίχθη, ὅ ἐστιν τῆς ζωῆς· καὶ ἐκρίθησαν οἱ νεκροὶ ἐκ τῶν γεγραμμένων ἐν τοῖς βιβλίοις κατὰ τὰ ἔργα αὐτῶν. 13 καὶ ἔδωκεν ἡ θάλασσα τοὺς νεκροὺς τοὺς ἐν αὐτῇ, καὶ ὁ θάνατος καὶ ὁ ᾅδης ἔδωκαν τοὺς νεκροὺς τοὺς ἐν αὐτοῖς, καὶ ἐκρίθησαν ἕκαστος κατὰ τὰ ἔργα αὐτῶν. 14 καὶ ὁ θάνατος καὶ ὁ ᾅδης ἐβλήθησαν εἰς τὴν λίμνην τοῦ πυρός. οὗτος ὁ [g]θάνατος ὁ δεύτερός ἐστιν, ἡ λίμνη τοῦ πυρός. 15 καὶ εἴ τις οὐχ εὑρέθη ἐν [h]τῇ βίβλῳ τῆς ζωῆς γεγραμμένος, ἐβλήθη εἰς τὴν λίμνην τοῦ πυρός.
Read full chapterFootnotes
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 20:8 καὶ WH NIV ] + τὸν Treg RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 20:8 αὐτῶν WH Treg NIV ] – RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 20:9 ἐκύκλευσαν WH NIV ] ἐκύκλωσαν Treg RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 20:9 ἐκ τοῦ οὐρανοῦ WH NIV ] ἀπὸ τοῦ θεοῦ ἐκ τοῦ οὐρανοῦ Treg; ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ θεοῦ RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 20:11 ἐπ’ αὐτοῦ WH ] ἐπ’ αὐτόν NIV RP; ἐπάνω αὐτοῦ Treg
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 20:11 τοῦ WH Treg NIV ] – RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 20:14 θάνατος ὁ δεύτερός WH NIV RP ] δεύτερός θάνατος Treg
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 20:15 τῇ βίβλῳ WH Treg NIV ] τῷ βιβλίῳ RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software