Add parallel Print Page Options

27 καὶ γὰρ ἠσθένησεν παραπλήσιον [a]θανάτῳ· ἀλλὰ ὁ θεὸς [b]ἠλέησεν αὐτόν, οὐκ αὐτὸν δὲ μόνον ἀλλὰ καὶ ἐμέ, ἵνα μὴ λύπην ἐπὶ λύπην σχῶ. 28 σπουδαιοτέρως οὖν ἔπεμψα αὐτὸν ἵνα ἰδόντες αὐτὸν πάλιν χαρῆτε κἀγὼ ἀλυπότερος ὦ. 29 προσδέχεσθε οὖν αὐτὸν ἐν κυρίῳ μετὰ πάσης χαρᾶς, καὶ τοὺς τοιούτους ἐντίμους ἔχετε, 30 ὅτι διὰ τὸ ἔργον [c]Χριστοῦ μέχρι θανάτου ἤγγισεν, [d]παραβολευσάμενος τῇ ψυχῇ ἵνα ἀναπληρώσῃ τὸ ὑμῶν ὑστέρημα τῆς πρός με λειτουργίας.

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 2:27 θανάτῳ Treg NIV RP ] θανάτου WH
  2. ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 2:27 ἠλέησεν αὐτόν WH Treg NIV ] αὐτόν ἠλέησεν RP
  3. ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 2:30 Χριστοῦ Treg NIV ] Κυρίου WH; τοῦ Χριστοῦ RP
  4. ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 2:30 παραβολευσάμενος WH Treg NIV ] παραβουλευσάμενος RP