Add parallel Print Page Options

27 Μόνον ἀξίως τοῦ εὐαγγελίου τοῦ Χριστοῦ πολιτεύεσθε, ἵνα εἴτε ἐλθὼν καὶ ἰδὼν ὑμᾶς εἴτε ἀπὼν [a]ἀκούω τὰ περὶ ὑμῶν, ὅτι στήκετε ἐν ἑνὶ πνεύματι, μιᾷ ψυχῇ συναθλοῦντες τῇ πίστει τοῦ εὐαγγελίου, 28 καὶ μὴ πτυρόμενοι ἐν μηδενὶ ὑπὸ τῶν ἀντικειμένων (ἥτις [b]ἐστὶν αὐτοῖς ἔνδειξις ἀπωλείας, [c]ὑμῶν δὲ σωτηρίας, καὶ τοῦτο ἀπὸ θεοῦ, 29 ὅτι ὑμῖν ἐχαρίσθη τὸ ὑπὲρ Χριστοῦ, οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν), 30 τὸν αὐτὸν ἀγῶνα ἔχοντες οἷον εἴδετε ἐν ἐμοὶ καὶ νῦν ἀκούετε ἐν ἐμοί.

Εἴ τις οὖν παράκλησις ἐν Χριστῷ, εἴ τι παραμύθιον ἀγάπης, εἴ τις κοινωνία πνεύματος, εἴ τις σπλάγχνα καὶ οἰκτιρμοί, πληρώσατέ μου τὴν χαρὰν ἵνα τὸ αὐτὸ φρονῆτε, τὴν αὐτὴν ἀγάπην ἔχοντες, σύμψυχοι, τὸ ἓν φρονοῦντες, μηδὲν κατ’ ἐριθείαν [d]μηδὲ κατὰ κενοδοξίαν, ἀλλὰ τῇ ταπεινοφροσύνῃ ἀλλήλους ἡγούμενοι ὑπερέχοντας ἑαυτῶν, μὴ τὰ ἑαυτῶν [e]ἕκαστοι [f]σκοποῦντες, ἀλλὰ καὶ τὰ ἑτέρων [g]ἕκαστοι. τοῦτο [h]φρονεῖτε ἐν ὑμῖν ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλὰ ἑαυτὸν ἐκένωσεν μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος· καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος ἐταπείνωσεν ἑαυτὸν γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ· διὸ καὶ ὁ θεὸς αὐτὸν ὑπερύψωσεν, καὶ ἐχαρίσατο αὐτῷ [i]τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, 10 ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, 11 καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν θεοῦ πατρός.

12 Ὥστε, ἀγαπητοί μου, καθὼς πάντοτε ὑπηκούσατε, μὴ ὡς ἐν τῇ παρουσίᾳ μου μόνον ἀλλὰ νῦν πολλῷ μᾶλλον ἐν τῇ ἀπουσίᾳ μου, μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθε, 13 [j]θεὸς γάρ ἐστιν ὁ ἐνεργῶν ἐν ὑμῖν καὶ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν ὑπὲρ τῆς εὐδοκίας.

14 Πάντα ποιεῖτε χωρὶς γογγυσμῶν καὶ διαλογισμῶν, 15 ἵνα γένησθε ἄμεμπτοι καὶ ἀκέραιοι, τέκνα θεοῦ [k]ἄμωμα μέσον γενεᾶς σκολιᾶς καὶ διεστραμμένης, ἐν οἷς φαίνεσθε ὡς φωστῆρες ἐν κόσμῳ 16 λόγον ζωῆς ἐπέχοντες, εἰς καύχημα ἐμοὶ εἰς ἡμέραν Χριστοῦ, ὅτι οὐκ εἰς κενὸν ἔδραμον οὐδὲ εἰς κενὸν ἐκοπίασα.

Footnotes

  1. ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 1:27 ἀκούω WH Treg NIV ] ἀκούσω RP
  2. ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 1:28 ἐστὶν αὐτοῖς WH Treg NIV ] αὐτοῖς μέν ἐστιν RP
  3. ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 1:28 ὑμῶν WH Treg NIV ] ὑμῖν RP
  4. ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 2:3 μηδὲ κατὰ WH Treg NIV ] ἢ RP
  5. ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 2:4 *ἕκαστοι WH Treg ] ἕκαστος NIV RP
  6. ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 2:4 σκοποῦντες WH Treg NIV ] σκοπεῖτε RP
  7. ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 2:4 *ἕκαστοι WH Treg NIV ] ἕκαστος RP
  8. ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 2:5 φρονεῖτε WH Treg NIV ] γὰρ φρονείσθω RP
  9. ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 2:9 τὸ WH Treg NIV ] – RP
  10. ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 2:13 θεὸς WH Treg NIV ] ὁ θεὸς RP
  11. ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 2:15 ἄμωμα μέσον WH Treg NIV ] ἀμώμητα ἐν μέσῳ RP