Add parallel Print Page Options

21 ἐμοὶ γὰρ τὸ ζῆν Χριστὸς καὶ τὸ ἀποθανεῖν κέρδος. 22 εἰ δὲ τὸ ζῆν ἐν σαρκί, τοῦτό μοι καρπὸς ἔργου— καὶ τί αἱρήσομαι οὐ γνωρίζω· 23 συνέχομαι δὲ ἐκ τῶν δύο, τὴν ἐπιθυμίαν ἔχων εἰς τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι, πολλῷ [a]γὰρ μᾶλλον κρεῖσσον, 24 τὸ δὲ ἐπιμένειν [b]ἐν τῇ σαρκὶ ἀναγκαιότερον δι’ ὑμᾶς.

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 1:23 γὰρ WH Treg NIV ] – RP
  2. ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 1:24 ἐν Treg NIV RP ] – WH