Add parallel Print Page Options

19 οἶδα γὰρ ὅτι τοῦτό μοι ἀποβήσεται εἰς σωτηρίαν διὰ τῆς ὑμῶν δεήσεως καὶ ἐπιχορηγίας τοῦ πνεύματος Ἰησοῦ Χριστοῦ, 20 κατὰ τὴν ἀποκαραδοκίαν καὶ ἐλπίδα μου ὅτι ἐν οὐδενὶ αἰσχυνθήσομαι, ἀλλ’ ἐν πάσῃ παρρησίᾳ ὡς πάντοτε καὶ νῦν μεγαλυνθήσεται Χριστὸς ἐν τῷ σώματί μου, εἴτε διὰ ζωῆς εἴτε διὰ θανάτου. 21 ἐμοὶ γὰρ τὸ ζῆν Χριστὸς καὶ τὸ ἀποθανεῖν κέρδος. 22 εἰ δὲ τὸ ζῆν ἐν σαρκί, τοῦτό μοι καρπὸς ἔργου— καὶ τί αἱρήσομαι οὐ γνωρίζω· 23 συνέχομαι δὲ ἐκ τῶν δύο, τὴν ἐπιθυμίαν ἔχων εἰς τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι, πολλῷ [a]γὰρ μᾶλλον κρεῖσσον, 24 τὸ δὲ ἐπιμένειν [b]ἐν τῇ σαρκὶ ἀναγκαιότερον δι’ ὑμᾶς. 25 καὶ τοῦτο πεποιθὼς οἶδα ὅτι μενῶ καὶ [c]παραμενῶ πᾶσιν ὑμῖν εἰς τὴν ὑμῶν προκοπὴν καὶ χαρὰν τῆς πίστεως, 26 ἵνα τὸ καύχημα ὑμῶν περισσεύῃ ἐν Χριστῷ Ἰησοῦ ἐν ἐμοὶ διὰ τῆς ἐμῆς παρουσίας πάλιν πρὸς ὑμᾶς.

27 Μόνον ἀξίως τοῦ εὐαγγελίου τοῦ Χριστοῦ πολιτεύεσθε, ἵνα εἴτε ἐλθὼν καὶ ἰδὼν ὑμᾶς εἴτε ἀπὼν [d]ἀκούω τὰ περὶ ὑμῶν, ὅτι στήκετε ἐν ἑνὶ πνεύματι, μιᾷ ψυχῇ συναθλοῦντες τῇ πίστει τοῦ εὐαγγελίου, 28 καὶ μὴ πτυρόμενοι ἐν μηδενὶ ὑπὸ τῶν ἀντικειμένων (ἥτις [e]ἐστὶν αὐτοῖς ἔνδειξις ἀπωλείας, [f]ὑμῶν δὲ σωτηρίας, καὶ τοῦτο ἀπὸ θεοῦ, 29 ὅτι ὑμῖν ἐχαρίσθη τὸ ὑπὲρ Χριστοῦ, οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν), 30 τὸν αὐτὸν ἀγῶνα ἔχοντες οἷον εἴδετε ἐν ἐμοὶ καὶ νῦν ἀκούετε ἐν ἐμοί.

Εἴ τις οὖν παράκλησις ἐν Χριστῷ, εἴ τι παραμύθιον ἀγάπης, εἴ τις κοινωνία πνεύματος, εἴ τις σπλάγχνα καὶ οἰκτιρμοί, πληρώσατέ μου τὴν χαρὰν ἵνα τὸ αὐτὸ φρονῆτε, τὴν αὐτὴν ἀγάπην ἔχοντες, σύμψυχοι, τὸ ἓν φρονοῦντες, μηδὲν κατ’ ἐριθείαν [g]μηδὲ κατὰ κενοδοξίαν, ἀλλὰ τῇ ταπεινοφροσύνῃ ἀλλήλους ἡγούμενοι ὑπερέχοντας ἑαυτῶν, μὴ τὰ ἑαυτῶν [h]ἕκαστοι [i]σκοποῦντες, ἀλλὰ καὶ τὰ ἑτέρων [j]ἕκαστοι.

Footnotes

  1. ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 1:23 γὰρ WH Treg NIV ] – RP
  2. ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 1:24 ἐν Treg NIV RP ] – WH
  3. ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 1:25 παραμενῶ WH Treg NIV ] συμπαραμενῶ RP
  4. ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 1:27 ἀκούω WH Treg NIV ] ἀκούσω RP
  5. ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 1:28 ἐστὶν αὐτοῖς WH Treg NIV ] αὐτοῖς μέν ἐστιν RP
  6. ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 1:28 ὑμῶν WH Treg NIV ] ὑμῖν RP
  7. ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 2:3 μηδὲ κατὰ WH Treg NIV ] ἢ RP
  8. ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 2:4 *ἕκαστοι WH Treg ] ἕκαστος NIV RP
  9. ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 2:4 σκοποῦντες WH Treg NIV ] σκοπεῖτε RP
  10. ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 2:4 *ἕκαστοι WH Treg NIV ] ἕκαστος RP

19 οιδα γαρ οτι τουτο μοι αποβησεται εις σωτηριαν δια της υμων δεησεως και επιχορηγιας του πνευματος ιησου χριστου

20 κατα την αποκαραδοκιαν και ελπιδα μου οτι εν ουδενι αισχυνθησομαι αλλ εν παση παρρησια ως παντοτε και νυν μεγαλυνθησεται χριστος εν τω σωματι μου ειτε δια ζωης ειτε δια θανατου

21 εμοι γαρ το ζην χριστος και το αποθανειν κερδος

22 ει δε το ζην εν σαρκι τουτο μοι καρπος εργου και τι αιρησομαι ου γνωριζω

23 συνεχομαι γαρ εκ των δυο την επιθυμιαν εχων εις το αναλυσαι και συν χριστω ειναι πολλω μαλλον κρεισσον

24 το δε επιμενειν εν τη σαρκι αναγκαιοτερον δι υμας

25 και τουτο πεποιθως οιδα οτι μενω και συμπαραμενω πασιν υμιν εις την υμων προκοπην και χαραν της πιστεως

26 ινα το καυχημα υμων περισσευη εν χριστω ιησου εν εμοι δια της εμης παρουσιας παλιν προς υμας

27 μονον αξιως του ευαγγελιου του χριστου πολιτευεσθε ινα ειτε ελθων και ιδων υμας ειτε απων ακουσω τα περι υμων οτι στηκετε εν ενι πνευματι μια ψυχη συναθλουντες τη πιστει του ευαγγελιου

28 και μη πτυρομενοι εν μηδενι υπο των αντικειμενων ητις αυτοις μεν εστιν ενδειξις απωλειας υμιν δε σωτηριας και τουτο απο θεου

29 οτι υμιν εχαρισθη το υπερ χριστου ου μονον το εις αυτον πιστευειν αλλα και το υπερ αυτου πασχειν

30 τον αυτον αγωνα εχοντες οιον ιδετε εν εμοι και νυν ακουετε εν εμοι

ει τις ουν παρακλησις εν χριστω ει τι παραμυθιον αγαπης ει τις κοινωνια πνευματος ει τινα σπλαγχνα και οικτιρμοι

πληρωσατε μου την χαραν ινα το αυτο φρονητε την αυτην αγαπην εχοντες συμψυχοι το εν φρονουντες

μηδεν κατα εριθειαν η κενοδοξιαν αλλα τη ταπεινοφροσυνη αλληλους ηγουμενοι υπερεχοντας εαυτων

μη τα εαυτων εκαστος σκοπειτε αλλα και τα ετερων εκαστος