Add parallel Print Page Options

Εὐχαριστῶ τῷ θεῷ μου πάντοτε μνείαν σου ποιούμενος ἐπὶ τῶν προσευχῶν μου, ἀκούων σου τὴν ἀγάπην καὶ τὴν πίστιν ἣν ἔχεις [a]πρὸς τὸν κύριον Ἰησοῦν καὶ εἰς πάντας τοὺς ἁγίους, ὅπως ἡ κοινωνία τῆς πίστεώς σου ἐνεργὴς γένηται ἐν ἐπιγνώσει παντὸς ἀγαθοῦ [b]τοῦ ἐν ἡμῖν εἰς [c]Χριστόν· [d]χαρὰν γὰρ [e]πολλὴν ἔσχον καὶ παράκλησιν ἐπὶ τῇ ἀγάπῃ σου, ὅτι τὰ σπλάγχνα τῶν ἁγίων ἀναπέπαυται διὰ σοῦ, ἀδελφέ.

Διό, πολλὴν ἐν Χριστῷ παρρησίαν ἔχων ἐπιτάσσειν σοι τὸ ἀνῆκον, διὰ τὴν ἀγάπην μᾶλλον παρακαλῶ, τοιοῦτος ὢν ὡς Παῦλος πρεσβύτης νυνὶ δὲ καὶ δέσμιος [f]Χριστοῦ Ἰησοῦ— 10 παρακαλῶ σε περὶ τοῦ ἐμοῦ τέκνου, ὃν ἐγέννησα ἐν τοῖς [g]δεσμοῖς Ὀνήσιμον, 11 τόν ποτέ σοι ἄχρηστον νυνὶ [h]δὲ σοὶ καὶ ἐμοὶ εὔχρηστον, 12 ὃν ἀνέπεμψά [i]σοι αὐτόν, τοῦτ’ ἔστιν τὰ ἐμὰ σπλάγχνα· 13 ὃν ἐγὼ ἐβουλόμην πρὸς ἐμαυτὸν κατέχειν, ἵνα ὑπὲρ σοῦ [j]μοι διακονῇ ἐν τοῖς δεσμοῖς τοῦ εὐαγγελίου,

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΦΙΛΗΜΟΝΑ 1:5 πρὸς NIV RP ] εἰς WH Treg
  2. ΠΡΟΣ ΦΙΛΗΜΟΝΑ 1:6 τοῦ WH NIV RP ] – Treg
  3. ΠΡΟΣ ΦΙΛΗΜΟΝΑ 1:6 Χριστόν WH Treg NIV ] + Ἰησοῦν RP
  4. ΠΡΟΣ ΦΙΛΗΜΟΝΑ 1:7 χαρὰν WH Treg NIV ] Χάριν RP
  5. ΠΡΟΣ ΦΙΛΗΜΟΝΑ 1:7 πολλὴν ἔσχον WH Treg NIV ] ἔχομεν πολλὴν RP
  6. ΠΡΟΣ ΦΙΛΗΜΟΝΑ 1:9 Χριστοῦ Ἰησοῦ WH Treg NIV ] Ἰησοῦ Χριστοῦ RP
  7. ΠΡΟΣ ΦΙΛΗΜΟΝΑ 1:10 δεσμοῖς WH Treg NIV ] + μου RP
  8. ΠΡΟΣ ΦΙΛΗΜΟΝΑ 1:11 δὲ WH Treg RP ] + καὶ NIV
  9. ΠΡΟΣ ΦΙΛΗΜΟΝΑ 1:12 σοι αὐτόν … σπλάγχνα WH Treg NIV ] σὺ δὲ αὐτόν … σπλάγχνα προσλαβοῦ RP
  10. ΠΡΟΣ ΦΙΛΗΜΟΝΑ 1:13 μοι διακονῇ WH Treg NIV ] διακονῇ μοι RP