ΠΡΟΣ ΦΙΛΗΜΟΝΑ 1-7
SBL Greek New Testament
1 Παῦλος δέσμιος Χριστοῦ Ἰησοῦ καὶ Τιμόθεος ὁ ἀδελφὸς Φιλήμονι τῷ ἀγαπητῷ καὶ συνεργῷ ἡμῶν 2 καὶ Ἀπφίᾳ τῇ [a]ἀδελφῇ καὶ Ἀρχίππῳ τῷ συστρατιώτῃ ἡμῶν καὶ τῇ κατ’ οἶκόν σου ἐκκλησίᾳ· 3 χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ.
4 Εὐχαριστῶ τῷ θεῷ μου πάντοτε μνείαν σου ποιούμενος ἐπὶ τῶν προσευχῶν μου, 5 ἀκούων σου τὴν ἀγάπην καὶ τὴν πίστιν ἣν ἔχεις [b]πρὸς τὸν κύριον Ἰησοῦν καὶ εἰς πάντας τοὺς ἁγίους, 6 ὅπως ἡ κοινωνία τῆς πίστεώς σου ἐνεργὴς γένηται ἐν ἐπιγνώσει παντὸς ἀγαθοῦ [c]τοῦ ἐν ἡμῖν εἰς [d]Χριστόν· 7 [e]χαρὰν γὰρ [f]πολλὴν ἔσχον καὶ παράκλησιν ἐπὶ τῇ ἀγάπῃ σου, ὅτι τὰ σπλάγχνα τῶν ἁγίων ἀναπέπαυται διὰ σοῦ, ἀδελφέ.
Read full chapterFootnotes
- ΠΡΟΣ ΦΙΛΗΜΟΝΑ 1:2 ἀδελφῇ WH Treg NIV ] ἀγαπητῇ RP
- ΠΡΟΣ ΦΙΛΗΜΟΝΑ 1:5 πρὸς NIV RP ] εἰς WH Treg
- ΠΡΟΣ ΦΙΛΗΜΟΝΑ 1:6 τοῦ WH NIV RP ] – Treg
- ΠΡΟΣ ΦΙΛΗΜΟΝΑ 1:6 Χριστόν WH Treg NIV ] + Ἰησοῦν RP
- ΠΡΟΣ ΦΙΛΗΜΟΝΑ 1:7 χαρὰν WH Treg NIV ] Χάριν RP
- ΠΡΟΣ ΦΙΛΗΜΟΝΑ 1:7 πολλὴν ἔσχον WH Treg NIV ] ἔχομεν πολλὴν RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software