Add parallel Print Page Options

23 Καὶ ἐμβάντι αὐτῷ [a]εἰς πλοῖον ἠκολούθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ. 24 καὶ ἰδοὺ σεισμὸς μέγας ἐγένετο ἐν τῇ θαλάσσῃ, ὥστε τὸ πλοῖον καλύπτεσθαι ὑπὸ τῶν κυμάτων, αὐτὸς δὲ ἐκάθευδεν. 25 καὶ [b]προσελθόντες ἤγειραν αὐτὸν λέγοντες· Κύριε, [c]σῶσον, ἀπολλύμεθα. 26 καὶ λέγει αὐτοῖς· Τί δειλοί ἐστε, ὀλιγόπιστοι; τότε ἐγερθεὶς ἐπετίμησεν τοῖς ἀνέμοις καὶ τῇ θαλάσσῃ, καὶ ἐγένετο γαλήνη μεγάλη. 27 οἱ δὲ ἄνθρωποι ἐθαύμασαν λέγοντες· Ποταπός ἐστιν οὗτος ὅτι καὶ οἱ ἄνεμοι καὶ ἡ θάλασσα [d]αὐτῷ ὑπακούουσιν;

28 Καὶ [e]ἐλθόντος αὐτοῦ εἰς τὸ πέραν εἰς τὴν χώραν τῶν [f]Γαδαρηνῶν ὑπήντησαν αὐτῷ δύο δαιμονιζόμενοι ἐκ τῶν μνημείων ἐξερχόμενοι, χαλεποὶ λίαν ὥστε μὴ ἰσχύειν τινὰ παρελθεῖν διὰ τῆς ὁδοῦ ἐκείνης. 29 καὶ ἰδοὺ ἔκραξαν λέγοντες· Τί ἡμῖν καὶ [g]σοί, υἱὲ τοῦ θεοῦ; ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς; 30 ἦν δὲ μακρὰν ἀπ’ αὐτῶν ἀγέλη χοίρων πολλῶν βοσκομένη. 31 οἱ δὲ δαίμονες παρεκάλουν αὐτὸν λέγοντες· Εἰ ἐκβάλλεις ἡμᾶς, [h]ἀπόστειλον ἡμᾶς εἰς τὴν ἀγέλην τῶν χοίρων. 32 καὶ εἶπεν αὐτοῖς· Ὑπάγετε. οἱ δὲ ἐξελθόντες ἀπῆλθον εἰς [i]τοὺς χοίρους· καὶ ἰδοὺ ὥρμησεν πᾶσα ἡ [j]ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν, καὶ ἀπέθανον ἐν τοῖς ὕδασιν. 33 οἱ δὲ βόσκοντες ἔφυγον, καὶ ἀπελθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν πάντα καὶ τὰ τῶν δαιμονιζομένων. 34 καὶ ἰδοὺ πᾶσα ἡ πόλις ἐξῆλθεν εἰς [k]ὑπάντησιν τῷ Ἰησοῦ, καὶ ἰδόντες αὐτὸν παρεκάλεσαν ὅπως μεταβῇ ἀπὸ τῶν ὁρίων αὐτῶν.

Καὶ [l]ἐμβὰς [m]εἰς πλοῖον διεπέρασεν καὶ ἦλθεν εἰς τὴν ἰδίαν πόλιν.

Καὶ ἰδοὺ προσέφερον αὐτῷ παραλυτικὸν ἐπὶ κλίνης βεβλημένον. καὶ ἰδὼν ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν εἶπεν τῷ παραλυτικῷ· Θάρσει, τέκνον· [n]ἀφίενταί [o]σου αἱ ἁμαρτίαι. καὶ ἰδού τινες τῶν γραμματέων εἶπαν ἐν ἑαυτοῖς· Οὗτος βλασφημεῖ. καὶ [p]εἰδὼς ὁ Ἰησοῦς τὰς ἐνθυμήσεις αὐτῶν εἶπεν· [q]Ἱνατί ἐνθυμεῖσθε πονηρὰ ἐν ταῖς καρδίαις ὑμῶν; τί γάρ ἐστιν εὐκοπώτερον, εἰπεῖν· [r]Ἀφίενταί σου αἱ ἁμαρτίαι, ἢ εἰπεῖν· [s]Ἔγειρε καὶ περιπάτει; ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας— τότε λέγει τῷ παραλυτικῷ· [t]Ἐγερθεὶς ἆρόν σου τὴν κλίνην καὶ ὕπαγε εἰς τὸν οἶκόν σου. καὶ ἐγερθεὶς ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ. ἰδόντες δὲ οἱ ὄχλοι [u]ἐφοβήθησαν καὶ ἐδόξασαν τὸν θεὸν τὸν δόντα ἐξουσίαν τοιαύτην τοῖς ἀνθρώποις.

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 8:23 εἰς WH Treg ] + τὸ NIV RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 8:25 προσελθόντες WH Treg NIV ] + οἱ μαθηταὶ RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 8:25 σῶσον WH Treg NA ] + ἡμᾶς NIV RP
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 8:27 αὐτῷ ὑπακούουσιν WH Treg NIV ] ὑπακούουσιν αὐτῷ RP
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 8:28 ἐλθόντος αὐτοῦ WH Treg NIV ] ἐλθόντι αὐτῷ RP
  6. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 8:28 Γαδαρηνῶν WH Treg NIV ] Γεργεσηνῶν RP
  7. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 8:29 σοί WH Treg NIV ] + Ἰησοῦ RP
  8. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 8:31 ἀπόστειλον ἡμᾶς WH Treg NIV ] ἐπίτρεψον ἡμῖν ἀπελθεῖν RP
  9. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 8:32 τοὺς χοίρους WH Treg NIV ] τὴν ἀγέλην τῶν χοίρων RP
  10. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 8:32 ἀγέλη WH Treg NIV ] + τῶν χοίρων RP
  11. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 8:34 ὑπάντησιν WH Treg NIV ] συνάντησιν RP
  12. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 9:1 ἐμβὰς WH Treg RP NA ] + ὁ Ἰησοῦς NIV
  13. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 9:1 εἰς WH Treg NIV ] + τὸ RP
  14. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 9:2 ἀφίενταί WH Treg NIV ] ἀφέωνταί RP
  15. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 9:2 σου αἱ ἁμαρτίαι WH Treg NIV ] σοι αἱ ἁμαρτίαι σου RP
  16. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 9:4 εἰδὼς WH Treg NIV ] ἰδὼν RP NA
  17. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 9:4 Ἱνατί WH Treg NIV ] + ὑμεῖς RP
  18. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 9:5 Ἀφίενταί WH Treg NIV ] Ἀφέωνταί RP
  19. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 9:5 Ἔγειρε WH Treg NIV ] Ἔγειραι RP
  20. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 9:6 Ἐγερθεὶς NIV RP ] Ἔγειρε WH Treg
  21. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 9:8 ἐφοβήθησαν WH Treg NIV ] ἐθαύμασαν RP