ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:7-14
SBL Greek New Testament
7 Αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν· ζητεῖτε, καὶ εὑρήσετε· κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν. 8 πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει καὶ ὁ ζητῶν εὑρίσκει καὶ τῷ κρούοντι [a]ἀνοιγήσεται. 9 ἢ τίς [b]ἐστιν ἐξ ὑμῶν ἄνθρωπος, ὃν [c]αἰτήσει ὁ υἱὸς αὐτοῦ ἄρτον— μὴ λίθον ἐπιδώσει αὐτῷ; 10 [d]ἢ καὶ [e]ἰχθὺν αἰτήσει— μὴ ὄφιν ἐπιδώσει αὐτῷ; 11 εἰ οὖν ὑμεῖς πονηροὶ ὄντες οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς δώσει ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν.
12 Πάντα οὖν ὅσα [f]ἐὰν θέλητε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, οὕτως καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς· οὗτος γάρ ἐστιν ὁ νόμος καὶ οἱ προφῆται.
13 Εἰσέλθατε διὰ τῆς στενῆς πύλης· ὅτι πλατεῖα [g]ἡ πύλη καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν, καὶ πολλοί εἰσιν οἱ εἰσερχόμενοι δι’ αὐτῆς· 14 [h]ὅτι στενὴ ἡ πύλη καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν, καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν.
Read full chapterFootnotes
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:8 ἀνοιγήσεται WH NIV RP ] ἀνοίγεται Treg
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:9 ἐστιν NIV RP ] – WH Treg
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:9 αἰτήσει WH Treg NA ] ἐὰν αἰτήσῃ NIV RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:10 ἢ WH Treg NIV ] – RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:10 ἰχθὺν αἰτήσει WH Treg NIV ] ἐὰν ἰχθὺν αἰτήσῃ RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:12 ἐὰν WH NIV ] ἂν Treg RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:13 ἡ πύλη Treg NIV RP ] – WH
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:14 ὅτι WH ] ὅτι δὲ NIV; τί Treg RP NA
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software