Add parallel Print Page Options

50 ὁ δὲ Ἰησοῦς πάλιν κράξας φωνῇ μεγάλῃ ἀφῆκεν τὸ πνεῦμα. 51 καὶ ἰδοὺ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη [a]ἀπ’ ἄνωθεν ἕως κάτω εἰς δύο, καὶ ἡ γῆ ἐσείσθη, καὶ αἱ πέτραι ἐσχίσθησαν, 52 καὶ τὰ μνημεῖα ἀνεῴχθησαν καὶ πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων [b]ἠγέρθησαν, 53 καὶ ἐξελθόντες ἐκ τῶν μνημείων μετὰ τὴν ἔγερσιν αὐτοῦ εἰσῆλθον εἰς τὴν ἁγίαν πόλιν καὶ ἐνεφανίσθησαν πολλοῖς. 54 Ὁ δὲ ἑκατόνταρχος καὶ οἱ μετ’ αὐτοῦ τηροῦντες τὸν Ἰησοῦν ἰδόντες τὸν σεισμὸν καὶ τὰ [c]γενόμενα ἐφοβήθησαν σφόδρα λέγοντες· Ἀληθῶς [d]θεοῦ υἱὸς ἦν οὗτος.

55 Ἦσαν δὲ ἐκεῖ γυναῖκες πολλαὶ ἀπὸ μακρόθεν θεωροῦσαι, αἵτινες ἠκολούθησαν τῷ Ἰησοῦ ἀπὸ τῆς Γαλιλαίας διακονοῦσαι αὐτῷ· 56 ἐν αἷς ἦν Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ τοῦ Ἰακώβου καὶ [e]Ἰωσὴφ μήτηρ καὶ ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου.

57 Ὀψίας δὲ γενομένης ἦλθεν ἄνθρωπος πλούσιος ἀπὸ Ἁριμαθαίας, τοὔνομα Ἰωσήφ, ὃς καὶ αὐτὸς [f]ἐμαθητεύθη τῷ Ἰησοῦ· 58 οὗτος προσελθὼν τῷ Πιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ. τότε ὁ Πιλᾶτος ἐκέλευσεν [g]ἀποδοθῆναι. 59 καὶ λαβὼν τὸ σῶμα ὁ Ἰωσὴφ ἐνετύλιξεν [h]αὐτὸ σινδόνι καθαρᾷ, 60 καὶ ἔθηκεν αὐτὸ ἐν τῷ καινῷ αὐτοῦ μνημείῳ ὃ ἐλατόμησεν ἐν τῇ πέτρᾳ, καὶ προσκυλίσας λίθον μέγαν τῇ θύρᾳ τοῦ μνημείου ἀπῆλθεν. 61 ἦν δὲ ἐκεῖ [i]Μαριὰμ ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία καθήμεναι ἀπέναντι τοῦ τάφου.

62 Τῇ δὲ ἐπαύριον, ἥτις ἐστὶν μετὰ τὴν παρασκευήν, συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι πρὸς Πιλᾶτον 63 λέγοντες· Κύριε, ἐμνήσθημεν ὅτι ἐκεῖνος ὁ πλάνος εἶπεν ἔτι ζῶν· Μετὰ τρεῖς ἡμέρας ἐγείρομαι· 64 κέλευσον οὖν ἀσφαλισθῆναι τὸν τάφον ἕως τῆς τρίτης ἡμέρας, μήποτε ἐλθόντες οἱ μαθηταὶ [j]αὐτοῦ κλέψωσιν αὐτὸν καὶ εἴπωσιν τῷ λαῷ· Ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ ἔσται ἡ ἐσχάτη πλάνη χείρων τῆς πρώτης. 65 [k]ἔφη αὐτοῖς ὁ Πιλᾶτος· Ἔχετε κουστωδίαν· ὑπάγετε ἀσφαλίσασθε ὡς οἴδατε.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:51 ἀπ᾽ ἄνωθεν ἕως κάτω εἰς δύο WH Treg NIV ] εἰς δύο ἀπὸ ἄνωθεν ἕως κάτω RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:52 ἠγέρθησαν WH Treg NIV ] ἠγέρθη RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:54 γενόμενα NIV RP ] γινόμενα WH Treg
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:54 θεοῦ υἱὸς WH NIV RP ] υἱὸς θεοῦ Treg
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:56 Ἰωσὴφ WH NA ] Ἰωσῆ Treg NIV RP
  6. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:57 ἐμαθητεύθη WH Treg NIV ] ἐμαθήτευσεν RP
  7. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:58 ἀποδοθῆναι WH NIV ] + τὸ σῶμα Treg RP
  8. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:59 αὐτὸ RP ] + ἐν WH Treg NIV
  9. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:61 Μαριὰμ WH NIV ] Μαρία Treg RP
  10. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:64 αὐτοῦ Treg NIV] WH; αὐτοῦ νυκτὸς RP
  11. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:65 ἔφη WH Treg NIV ] + δὲ RP