Add parallel Print Page Options

26 Ἐσθιόντων δὲ αὐτῶν λαβὼν ὁ Ἰησοῦς [a]ἄρτον καὶ [b]εὐλογήσας ἔκλασεν καὶ [c]δοὺς τοῖς μαθηταῖς εἶπεν· Λάβετε φάγετε, τοῦτό ἐστιν τὸ σῶμά μου. 27 καὶ [d]λαβὼν ποτήριον καὶ εὐχαριστήσας ἔδωκεν αὐτοῖς λέγων· Πίετε ἐξ αὐτοῦ πάντες, 28 τοῦτο γάρ ἐστιν τὸ αἷμά [e]μου [f]τῆς διαθήκης τὸ περὶ πολλῶν ἐκχυννόμενον εἰς ἄφεσιν ἁμαρτιῶν· 29 λέγω δὲ [g]ὑμῖν, οὐ μὴ πίω ἀπ’ ἄρτι ἐκ τούτου τοῦ γενήματος τῆς ἀμπέλου ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω μεθ’ ὑμῶν καινὸν ἐν τῇ βασιλείᾳ τοῦ πατρός μου. 30 καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν.

31 Τότε λέγει αὐτοῖς ὁ Ἰησοῦς· Πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ, γέγραπται γάρ· Πατάξω τὸν ποιμένα, καὶ [h]διασκορπισθήσονται τὰ πρόβατα τῆς ποίμνης· 32 μετὰ δὲ τὸ ἐγερθῆναί με προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν. 33 ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν αὐτῷ· Εἰ πάντες σκανδαλισθήσονται ἐν σοί, [i]ἐγὼ οὐδέποτε σκανδαλισθήσομαι. 34 ἔφη αὐτῷ ὁ Ἰησοῦς· Ἀμὴν λέγω σοι ὅτι ἐν ταύτῃ τῇ νυκτὶ πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με. 35 λέγει αὐτῷ ὁ Πέτρος· Κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν, οὐ μή σε [j]ἀπαρνήσομαι. [k]ὁμοίως καὶ πάντες οἱ μαθηταὶ εἶπαν.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:26 ἄρτον WH Treg NIV ] τὸν ἄρτον RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:26 εὐλογήσας WH Treg NIV ] εὐχαριστήσας RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:26 δοὺς τοῖς μαθηταῖς WH Treg NIV ] ἐδίδου τοῖς μαθηταῖς καὶ RP
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:27 λαβὼν WH Treg NIV ] + τὸ RP
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:28 μου WH Treg NIV ] + τὸ RP
  6. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:28 τῆς WH NIV ] + καινῆς Treg RP
  7. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:29 ὑμῖν WH Treg NIV ] + ὅτι RP
  8. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:31 διασκορπισθήσονται WH Treg NIV ] διασκορπισθήσεται RP
  9. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:33 ἐγὼ WH Treg NIV ] + δὲ RP
  10. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:35 ἀπαρνήσομαι WH Treg NIV ] ἀπαρνήσωμαι RP
  11. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:35 ὁμοίως WH Treg NIV ] + δὲ RP