Add parallel Print Page Options

26 Ἐσθιόντων δὲ αὐτῶν λαβὼν ὁ Ἰησοῦς [a]ἄρτον καὶ [b]εὐλογήσας ἔκλασεν καὶ [c]δοὺς τοῖς μαθηταῖς εἶπεν· Λάβετε φάγετε, τοῦτό ἐστιν τὸ σῶμά μου. 27 καὶ [d]λαβὼν ποτήριον καὶ εὐχαριστήσας ἔδωκεν αὐτοῖς λέγων· Πίετε ἐξ αὐτοῦ πάντες, 28 τοῦτο γάρ ἐστιν τὸ αἷμά [e]μου [f]τῆς διαθήκης τὸ περὶ πολλῶν ἐκχυννόμενον εἰς ἄφεσιν ἁμαρτιῶν· 29 λέγω δὲ [g]ὑμῖν, οὐ μὴ πίω ἀπ’ ἄρτι ἐκ τούτου τοῦ γενήματος τῆς ἀμπέλου ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω μεθ’ ὑμῶν καινὸν ἐν τῇ βασιλείᾳ τοῦ πατρός μου. 30 καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν.

31 Τότε λέγει αὐτοῖς ὁ Ἰησοῦς· Πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ, γέγραπται γάρ· Πατάξω τὸν ποιμένα, καὶ [h]διασκορπισθήσονται τὰ πρόβατα τῆς ποίμνης· 32 μετὰ δὲ τὸ ἐγερθῆναί με προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν. 33 ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν αὐτῷ· Εἰ πάντες σκανδαλισθήσονται ἐν σοί, [i]ἐγὼ οὐδέποτε σκανδαλισθήσομαι. 34 ἔφη αὐτῷ ὁ Ἰησοῦς· Ἀμὴν λέγω σοι ὅτι ἐν ταύτῃ τῇ νυκτὶ πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με. 35 λέγει αὐτῷ ὁ Πέτρος· Κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν, οὐ μή σε [j]ἀπαρνήσομαι. [k]ὁμοίως καὶ πάντες οἱ μαθηταὶ εἶπαν.

36 Τότε ἔρχεται μετ’ αὐτῶν ὁ Ἰησοῦς εἰς χωρίον λεγόμενον Γεθσημανὶ, καὶ λέγει τοῖς μαθηταῖς· Καθίσατε αὐτοῦ ἕως οὗ ἀπελθὼν [l]ἐκεῖ προσεύξωμαι. 37 καὶ παραλαβὼν τὸν Πέτρον καὶ τοὺς δύο υἱοὺς Ζεβεδαίου ἤρξατο λυπεῖσθαι καὶ ἀδημονεῖν. 38 τότε λέγει [m]αὐτοῖς· Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· μείνατε ὧδε καὶ γρηγορεῖτε μετ’ ἐμοῦ. 39 καὶ [n]προελθὼν μικρὸν ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ προσευχόμενος καὶ λέγων· Πάτερ μου, εἰ δυνατόν ἐστιν, παρελθάτω ἀπ’ ἐμοῦ τὸ ποτήριον τοῦτο· πλὴν οὐχ ὡς ἐγὼ θέλω ἀλλ’ ὡς σύ. 40 καὶ ἔρχεται πρὸς τοὺς μαθητὰς καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ· Οὕτως οὐκ ἰσχύσατε μίαν ὥραν γρηγορῆσαι μετ’ ἐμοῦ; 41 γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν· τὸ μὲν πνεῦμα πρόθυμον ἡ δὲ σὰρξ ἀσθενής. 42 πάλιν ἐκ δευτέρου ἀπελθὼν προσηύξατο λέγων· Πάτερ μου, εἰ οὐ δύναται [o]τοῦτο [p]παρελθεῖν ἐὰν μὴ αὐτὸ πίω, γενηθήτω τὸ θέλημά σου. 43 καὶ ἐλθὼν [q]πάλιν εὗρεν αὐτοὺς καθεύδοντας, ἦσαν γὰρ αὐτῶν οἱ ὀφθαλμοὶ βεβαρημένοι. 44 καὶ ἀφεὶς αὐτοὺς [r]πάλιν ἀπελθὼν προσηύξατο ἐκ τρίτου τὸν αὐτὸν λόγον εἰπὼν [s]πάλιν. 45 τότε ἔρχεται πρὸς τοὺς [t]μαθητὰς καὶ λέγει αὐτοῖς· Καθεύδετε [u]τὸ λοιπὸν καὶ ἀναπαύεσθε· ἰδοὺ ἤγγικεν ἡ ὥρα καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἁμαρτωλῶν. 46 ἐγείρεσθε ἄγωμεν· ἰδοὺ ἤγγικεν ὁ παραδιδούς με.

47 Καὶ ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ Ἰούδας εἷς τῶν δώδεκα ἦλθεν καὶ μετ’ αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων ἀπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων τοῦ λαοῦ. 48 ὁ δὲ παραδιδοὺς αὐτὸν ἔδωκεν αὐτοῖς σημεῖον λέγων· Ὃν ἂν φιλήσω αὐτός ἐστιν· κρατήσατε αὐτόν. 49 καὶ εὐθέως προσελθὼν τῷ Ἰησοῦ εἶπεν· Χαῖρε, ῥαββί· καὶ κατεφίλησεν αὐτόν. 50 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ· Ἑταῖρε, ἐφ’ [v]ὃ πάρει. τότε προσελθόντες ἐπέβαλον τὰς χεῖρας ἐπὶ τὸν Ἰησοῦν καὶ ἐκράτησαν αὐτόν. 51 καὶ ἰδοὺ εἷς τῶν μετὰ Ἰησοῦ ἐκτείνας τὴν χεῖρα ἀπέσπασεν τὴν μάχαιραν αὐτοῦ καὶ πατάξας τὸν δοῦλον τοῦ ἀρχιερέως ἀφεῖλεν αὐτοῦ τὸ ὠτίον. 52 τότε λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἀπόστρεψον [w]τὴν μάχαιράν σου εἰς τὸν τόπον αὐτῆς, πάντες γὰρ οἱ λαβόντες μάχαιραν ἐν μαχαίρῃ [x]ἀπολοῦνται· 53 ἢ δοκεῖς ὅτι οὐ [y]δύναμαι παρακαλέσαι τὸν πατέρα μου, καὶ παραστήσει μοι [z]ἄρτι πλείω δώδεκα λεγιῶνας ἀγγέλων; 54 πῶς οὖν πληρωθῶσιν αἱ γραφαὶ ὅτι οὕτως δεῖ γενέσθαι; 55 ἐν ἐκείνῃ τῇ ὥρᾳ εἶπεν ὁ Ἰησοῦς τοῖς ὄχλοις· Ὡς ἐπὶ λῃστὴν ἐξήλθατε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με; καθ’ [aa]ἡμέραν [ab]ἐν τῷ ἱερῷ ἐκαθεζόμην διδάσκων καὶ οὐκ ἐκρατήσατέ με. 56 τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῶσιν αἱ γραφαὶ τῶν προφητῶν. τότε οἱ μαθηταὶ πάντες ἀφέντες αὐτὸν ἔφυγον.

57 Οἱ δὲ κρατήσαντες τὸν Ἰησοῦν ἀπήγαγον πρὸς Καϊάφαν τὸν ἀρχιερέα, ὅπου οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι συνήχθησαν. 58 ὁ δὲ Πέτρος ἠκολούθει αὐτῷ ἀπὸ μακρόθεν ἕως τῆς αὐλῆς τοῦ ἀρχιερέως, καὶ εἰσελθὼν ἔσω ἐκάθητο μετὰ τῶν ὑπηρετῶν ἰδεῖν τὸ τέλος. 59 οἱ δὲ ἀρχιερεῖς [ac]καὶ τὸ συνέδριον ὅλον ἐζήτουν ψευδομαρτυρίαν κατὰ τοῦ Ἰησοῦ ὅπως [ad]αὐτὸν θανατώσωσιν, 60 καὶ οὐχ εὗρον [ae]πολλῶν προσελθόντων ψευδομαρτύρων. ὕστερον δὲ προσελθόντες δύο 61 εἶπαν· Οὗτος ἔφη· Δύναμαι καταλῦσαι τὸν ναὸν τοῦ θεοῦ καὶ διὰ τριῶν ἡμερῶν [af]οἰκοδομῆσαι. 62 καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ· Οὐδὲν ἀποκρίνῃ; τί οὗτοί σου καταμαρτυροῦσιν; 63 ὁ δὲ Ἰησοῦς ἐσιώπα. [ag]καὶ ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ· Ἐξορκίζω σε κατὰ τοῦ θεοῦ τοῦ ζῶντος ἵνα ἡμῖν εἴπῃς εἰ σὺ εἶ ὁ χριστὸς ὁ υἱὸς τοῦ θεοῦ. 64 λέγει αὐτῷ ὁ Ἰησοῦς· Σὺ εἶπας· πλὴν λέγω ὑμῖν, ἀπ’ ἄρτι ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ. 65 τότε ὁ ἀρχιερεὺς διέρρηξεν τὰ ἱμάτια αὐτοῦ [ah]λέγων· Ἐβλασφήμησεν· τί ἔτι χρείαν ἔχομεν μαρτύρων; ἴδε νῦν ἠκούσατε τὴν [ai]βλασφημίαν· 66 τί ὑμῖν δοκεῖ; οἱ δὲ ἀποκριθέντες εἶπαν· Ἔνοχος θανάτου ἐστίν. 67 τότε ἐνέπτυσαν εἰς τὸ πρόσωπον αὐτοῦ καὶ ἐκολάφισαν αὐτόν, οἱ δὲ ἐράπισαν 68 λέγοντες· Προφήτευσον ἡμῖν, χριστέ, τίς ἐστιν ὁ παίσας σε;

69 Ὁ δὲ Πέτρος [aj]ἐκάθητο ἔξω ἐν τῇ αὐλῇ· καὶ προσῆλθεν αὐτῷ μία παιδίσκη λέγουσα· Καὶ σὺ ἦσθα μετὰ Ἰησοῦ τοῦ Γαλιλαίου· 70 ὁ δὲ ἠρνήσατο [ak]ἔμπροσθεν πάντων λέγων· Οὐκ οἶδα τί λέγεις. 71 ἐξελθόντα [al]δὲ εἰς τὸν πυλῶνα εἶδεν αὐτὸν ἄλλη καὶ λέγει [am]τοῖς ἐκεῖ· [an]Οὗτος ἦν μετὰ Ἰησοῦ τοῦ Ναζωραίου· 72 καὶ πάλιν ἠρνήσατο μετὰ ὅρκου ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον. 73 μετὰ μικρὸν δὲ προσελθόντες οἱ ἑστῶτες εἶπον τῷ Πέτρῳ· Ἀληθῶς καὶ σὺ ἐξ αὐτῶν εἶ, καὶ γὰρ ἡ λαλιά σου δῆλόν σε ποιεῖ· 74 τότε ἤρξατο καταθεματίζειν καὶ ὀμνύειν ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον. καὶ [ao]εὐθέως ἀλέκτωρ ἐφώνησεν· 75 καὶ ἐμνήσθη ὁ Πέτρος τοῦ [ap]ῥήματος Ἰησοῦ [aq]εἰρηκότος ὅτι Πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με, καὶ ἐξελθὼν ἔξω ἔκλαυσεν πικρῶς.

27 Πρωΐας δὲ γενομένης συμβούλιον ἔλαβον πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ κατὰ τοῦ Ἰησοῦ ὥστε θανατῶσαι αὐτόν· καὶ δήσαντες αὐτὸν ἀπήγαγον καὶ [ar]παρέδωκαν Πιλάτῳ τῷ ἡγεμόνι.

Τότε ἰδὼν Ἰούδας ὁ [as]παραδιδοὺς αὐτὸν ὅτι κατεκρίθη μεταμεληθεὶς [at]ἔστρεψεν τὰ τριάκοντα ἀργύρια τοῖς ἀρχιερεῦσιν [au]καὶ πρεσβυτέροις λέγων· Ἥμαρτον παραδοὺς αἷμα [av]ἀθῷον. οἱ δὲ εἶπαν· Τί πρὸς ἡμᾶς; σὺ [aw]ὄψῃ. καὶ ῥίψας τὰ ἀργύρια [ax]εἰς τὸν ναὸν ἀνεχώρησεν, καὶ ἀπελθὼν ἀπήγξατο. οἱ δὲ ἀρχιερεῖς λαβόντες τὰ ἀργύρια εἶπαν· Οὐκ ἔξεστιν βαλεῖν αὐτὰ εἰς τὸν κορβανᾶν, ἐπεὶ τιμὴ αἵματός ἐστιν· συμβούλιον δὲ λαβόντες ἠγόρασαν ἐξ αὐτῶν τὸν Ἀγρὸν τοῦ Κεραμέως εἰς ταφὴν τοῖς ξένοις. διὸ ἐκλήθη ὁ ἀγρὸς ἐκεῖνος Ἀγρὸς Αἵματος ἕως τῆς σήμερον. τότε ἐπληρώθη τὸ ῥηθὲν διὰ Ἰερεμίου τοῦ προφήτου λέγοντος· Καὶ ἔλαβον τὰ τριάκοντα ἀργύρια, τὴν τιμὴν τοῦ τετιμημένου ὃν ἐτιμήσαντο ἀπὸ υἱῶν Ἰσραήλ, 10 καὶ ἔδωκαν αὐτὰ εἰς τὸν ἀγρὸν τοῦ κεραμέως, καθὰ συνέταξέν μοι κύριος.

11 Ὁ δὲ Ἰησοῦς [ay]ἐστάθη ἔμπροσθεν τοῦ ἡγεμόνος· καὶ ἐπηρώτησεν αὐτὸν ὁ ἡγεμὼν λέγων· Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; ὁ δὲ Ἰησοῦς [az]ἔφη· Σὺ λέγεις. 12 καὶ ἐν τῷ κατηγορεῖσθαι αὐτὸν ὑπὸ τῶν ἀρχιερέων [ba]καὶ πρεσβυτέρων οὐδὲν ἀπεκρίνατο. 13 τότε λέγει αὐτῷ ὁ Πιλᾶτος· Οὐκ ἀκούεις πόσα σου καταμαρτυροῦσιν; 14 καὶ οὐκ ἀπεκρίθη αὐτῷ πρὸς οὐδὲ ἓν ῥῆμα, ὥστε θαυμάζειν τὸν ἡγεμόνα λίαν.

15 Κατὰ δὲ ἑορτὴν εἰώθει ὁ ἡγεμὼν ἀπολύειν ἕνα τῷ ὄχλῳ δέσμιον ὃν ἤθελον. 16 εἶχον δὲ τότε δέσμιον ἐπίσημον λεγόμενον [bb]Ἰησοῦν Βαραββᾶν. 17 συνηγμένων οὖν αὐτῶν εἶπεν αὐτοῖς ὁ Πιλᾶτος· Τίνα θέλετε ἀπολύσω ὑμῖν, [bc]Ἰησοῦν τὸν Βαραββᾶν ἢ Ἰησοῦν τὸν λεγόμενον χριστόν; 18 ᾔδει γὰρ ὅτι διὰ φθόνον παρέδωκαν αὐτόν. 19 Καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ βήματος ἀπέστειλεν πρὸς αὐτὸν ἡ γυνὴ αὐτοῦ λέγουσα· Μηδὲν σοὶ καὶ τῷ δικαίῳ ἐκείνῳ, πολλὰ γὰρ ἔπαθον σήμερον κατ’ ὄναρ δι’ αὐτόν. 20 Οἱ δὲ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι ἔπεισαν τοὺς ὄχλους ἵνα αἰτήσωνται τὸν Βαραββᾶν τὸν δὲ Ἰησοῦν ἀπολέσωσιν. 21 ἀποκριθεὶς δὲ ὁ ἡγεμὼν εἶπεν αὐτοῖς· Τίνα θέλετε ἀπὸ τῶν δύο ἀπολύσω ὑμῖν; οἱ δὲ εἶπαν· [bd]Τὸν Βαραββᾶν. 22 λέγει αὐτοῖς ὁ Πιλᾶτος· Τί οὖν ποιήσω Ἰησοῦν τὸν λεγόμενον χριστόν; [be]λέγουσιν πάντες· Σταυρωθήτω. 23 [bf]δὲ ἔφη· Τί γὰρ κακὸν ἐποίησεν; οἱ δὲ περισσῶς ἔκραζον λέγοντες· Σταυρωθήτω.

24 ἰδὼν δὲ ὁ Πιλᾶτος ὅτι οὐδὲν ὠφελεῖ ἀλλὰ μᾶλλον θόρυβος γίνεται λαβὼν ὕδωρ ἀπενίψατο τὰς χεῖρας [bg]ἀπέναντι τοῦ ὄχλου λέγων· Ἀθῷός εἰμι ἀπὸ τοῦ [bh]αἵματος τούτου· ὑμεῖς ὄψεσθε. 25 καὶ ἀποκριθεὶς πᾶς ὁ λαὸς εἶπεν· Τὸ αἷμα αὐτοῦ ἐφ’ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν. 26 τότε ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν, τὸν δὲ Ἰησοῦν φραγελλώσας παρέδωκεν ἵνα σταυρωθῇ.

27 Τότε οἱ στρατιῶται τοῦ ἡγεμόνος παραλαβόντες τὸν Ἰησοῦν εἰς τὸ πραιτώριον συνήγαγον ἐπ’ αὐτὸν ὅλην τὴν σπεῖραν. 28 καὶ ἐκδύσαντες αὐτὸν [bi]χλαμύδα κοκκίνην περιέθηκαν αὐτῷ, 29 καὶ πλέξαντες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν ἐπὶ [bj]τῆς κεφαλῆς αὐτοῦ καὶ κάλαμον [bk]ἐν τῇ δεξιᾷ αὐτοῦ, καὶ γονυπετήσαντες ἔμπροσθεν αὐτοῦ [bl]ἐνέπαιξαν αὐτῷ λέγοντες· Χαῖρε, [bm]βασιλεῦ τῶν Ἰουδαίων, 30 καὶ ἐμπτύσαντες εἰς αὐτὸν ἔλαβον τὸν κάλαμον καὶ ἔτυπτον εἰς τὴν κεφαλὴν αὐτοῦ. 31 καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν χλαμύδα καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια αὐτοῦ καὶ ἀπήγαγον αὐτὸν εἰς τὸ σταυρῶσαι.

32 Ἐξερχόμενοι δὲ εὗρον ἄνθρωπον Κυρηναῖον ὀνόματι Σίμωνα· τοῦτον ἠγγάρευσαν ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ. 33 Καὶ ἐλθόντες εἰς τόπον λεγόμενον Γολγοθᾶ, ὅ ἐστιν [bn]Κρανίου Τόπος λεγόμενος, 34 ἔδωκαν αὐτῷ πιεῖν [bo]οἶνον μετὰ χολῆς μεμιγμένον· καὶ γευσάμενος οὐκ [bp]ἠθέλησεν πιεῖν. 35 σταυρώσαντες δὲ αὐτὸν διεμερίσαντο τὰ ἱμάτια αὐτοῦ βάλλοντες κλῆρον, 36 καὶ καθήμενοι ἐτήρουν αὐτὸν ἐκεῖ. 37 καὶ ἐπέθηκαν ἐπάνω τῆς κεφαλῆς αὐτοῦ τὴν αἰτίαν αὐτοῦ γεγραμμένην· Οὗτός ἐστιν Ἰησοῦς ὁ βασιλεῦς τῶν Ἰουδαίων.

38 Τότε σταυροῦνται σὺν αὐτῷ δύο λῃσταί, εἷς ἐκ δεξιῶν καὶ εἷς ἐξ εὐωνύμων. 39 οἱ δὲ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν κινοῦντες τὰς κεφαλὰς αὐτῶν 40 καὶ λέγοντες· Ὁ καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν, σῶσον σεαυτόν· εἰ υἱὸς εἶ τοῦ θεοῦ, [bq]κατάβηθι ἀπὸ τοῦ σταυροῦ. 41 ὁμοίως [br]καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες μετὰ τῶν γραμματέων καὶ [bs]πρεσβυτέρων ἔλεγον· 42 Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι· [bt]βασιλεὺς Ἰσραήλ ἐστιν, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ καὶ πιστεύσομεν ἐπ’ [bu]αὐτόν. 43 πέποιθεν ἐπὶ τὸν θεόν, ῥυσάσθω [bv]νῦν εἰ θέλει αὐτόν· εἶπεν γὰρ ὅτι Θεοῦ εἰμι υἱός. 44 τὸ δ’ αὐτὸ καὶ οἱ λῃσταὶ οἱ συσταυρωθέντες [bw]σὺν αὐτῷ ὠνείδιζον αὐτόν.

45 Ἀπὸ δὲ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἕως ὥρας ἐνάτης. 46 περὶ δὲ τὴν ἐνάτην ὥραν [bx]ἀνεβόησεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ λέγων· [by]Ἠλὶ ἠλὶ λεμὰ σαβαχθάνι; τοῦτ’ ἔστιν· Θεέ μου θεέ μου, ἱνατί με ἐγκατέλιπες; 47 τινὲς δὲ τῶν ἐκεῖ [bz]ἑστηκότων ἀκούσαντες ἔλεγον ὅτι Ἠλίαν φωνεῖ οὗτος. 48 καὶ εὐθέως δραμὼν εἷς ἐξ αὐτῶν καὶ λαβὼν σπόγγον πλήσας τε ὄξους καὶ περιθεὶς καλάμῳ ἐπότιζεν αὐτόν. 49 οἱ δὲ λοιποὶ [ca]ἔλεγον· Ἄφες ἴδωμεν εἰ ἔρχεται Ἠλίας σώσων [cb]αὐτόν. 50 ὁ δὲ Ἰησοῦς πάλιν κράξας φωνῇ μεγάλῃ ἀφῆκεν τὸ πνεῦμα. 51 καὶ ἰδοὺ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη [cc]ἀπ’ ἄνωθεν ἕως κάτω εἰς δύο, καὶ ἡ γῆ ἐσείσθη, καὶ αἱ πέτραι ἐσχίσθησαν, 52 καὶ τὰ μνημεῖα ἀνεῴχθησαν καὶ πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων [cd]ἠγέρθησαν, 53 καὶ ἐξελθόντες ἐκ τῶν μνημείων μετὰ τὴν ἔγερσιν αὐτοῦ εἰσῆλθον εἰς τὴν ἁγίαν πόλιν καὶ ἐνεφανίσθησαν πολλοῖς. 54 Ὁ δὲ ἑκατόνταρχος καὶ οἱ μετ’ αὐτοῦ τηροῦντες τὸν Ἰησοῦν ἰδόντες τὸν σεισμὸν καὶ τὰ [ce]γενόμενα ἐφοβήθησαν σφόδρα λέγοντες· Ἀληθῶς [cf]θεοῦ υἱὸς ἦν οὗτος.

55 Ἦσαν δὲ ἐκεῖ γυναῖκες πολλαὶ ἀπὸ μακρόθεν θεωροῦσαι, αἵτινες ἠκολούθησαν τῷ Ἰησοῦ ἀπὸ τῆς Γαλιλαίας διακονοῦσαι αὐτῷ· 56 ἐν αἷς ἦν Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ τοῦ Ἰακώβου καὶ [cg]Ἰωσὴφ μήτηρ καὶ ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου.

57 Ὀψίας δὲ γενομένης ἦλθεν ἄνθρωπος πλούσιος ἀπὸ Ἁριμαθαίας, τοὔνομα Ἰωσήφ, ὃς καὶ αὐτὸς [ch]ἐμαθητεύθη τῷ Ἰησοῦ· 58 οὗτος προσελθὼν τῷ Πιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ. τότε ὁ Πιλᾶτος ἐκέλευσεν [ci]ἀποδοθῆναι. 59 καὶ λαβὼν τὸ σῶμα ὁ Ἰωσὴφ ἐνετύλιξεν [cj]αὐτὸ σινδόνι καθαρᾷ, 60 καὶ ἔθηκεν αὐτὸ ἐν τῷ καινῷ αὐτοῦ μνημείῳ ὃ ἐλατόμησεν ἐν τῇ πέτρᾳ, καὶ προσκυλίσας λίθον μέγαν τῇ θύρᾳ τοῦ μνημείου ἀπῆλθεν. 61 ἦν δὲ ἐκεῖ [ck]Μαριὰμ ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία καθήμεναι ἀπέναντι τοῦ τάφου.

62 Τῇ δὲ ἐπαύριον, ἥτις ἐστὶν μετὰ τὴν παρασκευήν, συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι πρὸς Πιλᾶτον 63 λέγοντες· Κύριε, ἐμνήσθημεν ὅτι ἐκεῖνος ὁ πλάνος εἶπεν ἔτι ζῶν· Μετὰ τρεῖς ἡμέρας ἐγείρομαι· 64 κέλευσον οὖν ἀσφαλισθῆναι τὸν τάφον ἕως τῆς τρίτης ἡμέρας, μήποτε ἐλθόντες οἱ μαθηταὶ [cl]αὐτοῦ κλέψωσιν αὐτὸν καὶ εἴπωσιν τῷ λαῷ· Ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ ἔσται ἡ ἐσχάτη πλάνη χείρων τῆς πρώτης. 65 [cm]ἔφη αὐτοῖς ὁ Πιλᾶτος· Ἔχετε κουστωδίαν· ὑπάγετε ἀσφαλίσασθε ὡς οἴδατε. 66 οἱ δὲ πορευθέντες ἠσφαλίσαντο τὸν τάφον σφραγίσαντες τὸν λίθον μετὰ τῆς κουστωδίας.

28 Ὀψὲ δὲ σαββάτων, τῇ ἐπιφωσκούσῃ εἰς μίαν σαββάτων, ἦλθεν [cn]Μαριὰμ ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία θεωρῆσαι τὸν τάφον. καὶ ἰδοὺ σεισμὸς ἐγένετο μέγας· ἄγγελος γὰρ κυρίου καταβὰς ἐξ οὐρανοῦ [co]καὶ προσελθὼν ἀπεκύλισε τὸν [cp]λίθον καὶ ἐκάθητο ἐπάνω αὐτοῦ. ἦν δὲ ἡ εἰδέα αὐτοῦ [cq]ὡς ἀστραπὴ καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡς χιών. ἀπὸ δὲ τοῦ φόβου αὐτοῦ ἐσείσθησαν οἱ τηροῦντες καὶ ἐγενήθησαν [cr]ὡς νεκροί. ἀποκριθεὶς δὲ ὁ ἄγγελος εἶπεν ταῖς γυναιξίν· Μὴ φοβεῖσθε ὑμεῖς, οἶδα γὰρ ὅτι Ἰησοῦν τὸν ἐσταυρωμένον ζητεῖτε· οὐκ ἔστιν ὧδε, ἠγέρθη γὰρ καθὼς εἶπεν· δεῦτε ἴδετε τὸν τόπον ὅπου [cs]ἔκειτο· καὶ ταχὺ πορευθεῖσαι εἴπατε τοῖς μαθηταῖς αὐτοῦ ὅτι Ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ ἰδοὺ προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν, ἐκεῖ αὐτὸν ὄψεσθε· ἰδοὺ εἶπον ὑμῖν. καὶ [ct]ἀπελθοῦσαι ταχὺ ἀπὸ τοῦ μνημείου μετὰ φόβου καὶ χαρᾶς μεγάλης ἔδραμον ἀπαγγεῖλαι τοῖς μαθηταῖς αὐτοῦ. [cu]καὶ [cv]ἰδοὺ Ἰησοῦς [cw]ὑπήντησεν αὐταῖς λέγων· Χαίρετε· αἱ δὲ προσελθοῦσαι ἐκράτησαν αὐτοῦ τοὺς πόδας καὶ προσεκύνησαν αὐτῷ. 10 τότε λέγει αὐταῖς ὁ Ἰησοῦς· Μὴ φοβεῖσθε· ὑπάγετε ἀπαγγείλατε τοῖς ἀδελφοῖς μου ἵνα ἀπέλθωσιν εἰς τὴν Γαλιλαίαν, κἀκεῖ με ὄψονται.

11 Πορευομένων δὲ αὐτῶν ἰδού τινες τῆς κουστωδίας ἐλθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν τοῖς ἀρχιερεῦσιν ἅπαντα τὰ γενόμενα. 12 καὶ συναχθέντες μετὰ τῶν πρεσβυτέρων συμβούλιόν τε λαβόντες ἀργύρια ἱκανὰ ἔδωκαν τοῖς στρατιώταις 13 λέγοντες· Εἴπατε ὅτι Οἱ μαθηταὶ αὐτοῦ νυκτὸς ἐλθόντες ἔκλεψαν αὐτὸν ἡμῶν κοιμωμένων· 14 καὶ ἐὰν ἀκουσθῇ τοῦτο [cx]ἐπὶ τοῦ ἡγεμόνος, ἡμεῖς πείσομεν [cy]αὐτὸν καὶ ὑμᾶς ἀμερίμνους ποιήσομεν. 15 οἱ δὲ λαβόντες [cz]τὰ ἀργύρια ἐποίησαν ὡς ἐδιδάχθησαν. Καὶ διεφημίσθη ὁ λόγος οὗτος παρὰ Ἰουδαίοις μέχρι τῆς σήμερον [da]ἡμέρας.

16 Οἱ δὲ ἕνδεκα μαθηταὶ ἐπορεύθησαν εἰς τὴν Γαλιλαίαν εἰς τὸ ὄρος οὗ ἐτάξατο αὐτοῖς ὁ Ἰησοῦς, 17 καὶ ἰδόντες αὐτὸν [db]προσεκύνησαν, οἱ δὲ ἐδίστασαν. 18 καὶ προσελθὼν ὁ Ἰησοῦς ἐλάλησεν αὐτοῖς λέγων· Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ [dc]τῆς γῆς· 19 πορευθέντες [dd]οὖν μαθητεύσατε πάντα τὰ ἔθνη, [de]βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, 20 διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν· καὶ ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ [df]αἰῶνος.

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:26 ἄρτον WH Treg NIV ] τὸν ἄρτον RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:26 εὐλογήσας WH Treg NIV ] εὐχαριστήσας RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:26 δοὺς τοῖς μαθηταῖς WH Treg NIV ] ἐδίδου τοῖς μαθηταῖς καὶ RP
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:27 λαβὼν WH Treg NIV ] + τὸ RP
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:28 μου WH Treg NIV ] + τὸ RP
  6. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:28 τῆς WH NIV ] + καινῆς Treg RP
  7. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:29 ὑμῖν WH Treg NIV ] + ὅτι RP
  8. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:31 διασκορπισθήσονται WH Treg NIV ] διασκορπισθήσεται RP
  9. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:33 ἐγὼ WH Treg NIV ] + δὲ RP
  10. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:35 ἀπαρνήσομαι WH Treg NIV ] ἀπαρνήσωμαι RP
  11. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:35 ὁμοίως WH Treg NIV ] + δὲ RP
  12. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:36 ἐκεῖ προσεύξωμαι WH Treg NIV ] προσεύξωμαι ἐκεῖ RP
  13. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:38 αὐτοῖς WH Treg NIV ] + ὁ Ἰησοῦς RP
  14. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:39 προελθὼν WH NIV ] προσελθὼν Treg RP
  15. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:42 τοῦτο WH Treg NIV ] + τὸ ποτήριον RP
  16. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:42 παρελθεῖν WH Treg NIV ] + ἀπ᾽ ἐμοῦ RP
  17. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:43 πάλιν εὗρεν αὐτοὺς WH Treg NIV ] εὑρίσκει αὐτοὺς πάλιν RP
  18. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:44 πάλιν ἀπελθὼν WH Treg NIV ] ἀπελθὼν πάλιν RP
  19. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:44 πάλιν WH NIV ] Treg RP
  20. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:45 μαθητὰς WH Treg NIV ] + αὐτοῦ RP
  21. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:45 τὸ Treg NIV RP ] WH
  22. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:50 WH Treg NIV ] ᾧ RP
  23. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:52 τὴν μάχαιράν σου WH Treg NIV ] σου τὴν μάχαιραν RP
  24. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:52 ἀπολοῦνται WH Treg NIV ] ἀποθανοῦνται RP
  25. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:53 δύναμαι WH Treg NIV ] + ἄρτι RP
  26. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:53 ἄρτι πλείω WH Treg NIV ] πλείους ἢ RP
  27. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:55 ἡμέραν WH NIV ] + πρὸς ὑμᾶς Treg RP
  28. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:55 ἐν τῷ ἱερῷ ἐκαθεζόμην διδάσκων WH Treg NIV ] ἐκαθεζόμην διδάσκων ἐν τῷ ἱερῷ RP
  29. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:59 καὶ WH Treg NIV ] + οἱ πρεσβύτεροι καὶ RP
  30. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:59 αὐτὸν θανατώσωσιν WH NIV ] αὐτὸν θανατώσουσιν Treg; θανατώσωσιν αὐτόν RP
  31. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:60 πολλῶν προσελθόντων ψευδομαρτύρων. ὕστερον δὲ προσελθόντες δύο WH Treg NIV ] καὶ πολλῶν ψευδομαρτύρων προσελθόντων, οὐχ εὗρον. Ὕστερον δὲ προσελθόντες δύο ψευδομάρτυρες RP
  32. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:61 οἰκοδομῆσαι WH Treg NIV ] + αὐτόν RP
  33. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:63 καὶ WH Treg NIV ] + ἀποκριθεὶς RP
  34. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:65 λέγων WH Treg NIV ] + ὅτι RP
  35. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:65 βλασφημίαν WH Treg NIV ] + αὐτοῦ RP
  36. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:69 ἐκάθητο ἔξω WH Treg NIV ] ἔξω ἐκάθητο RP
  37. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:70 ἔμπροσθεν WH Treg NIV ] + αὐτῶν RP
  38. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:71 δὲ WH Treg NIV ] + αὐτὸν RP
  39. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:71 τοῖς WH Treg NIV ] αὐτοῖς RP
  40. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:71 Οὗτος WH NIV ] Καὶ οὗτος Treg RP
  41. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:74 εὐθέως NIV RP ] εὐθὺς WH Treg
  42. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:75 ῥήματος WH Treg NIV ] + τοῦ RP
  43. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:75 εἰρηκότος WH Treg NIV ] + αὐτῷ RP
  44. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:2 παρέδωκαν WH Treg NIV ] + αὐτὸν Ποντίῳ RP
  45. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:3 παραδιδοὺς Treg NIV RP ] παραδοὺς WH
  46. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:3 ἔστρεψεν WH Treg NIV ] ἀπέστρεψεν RP
  47. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:3 καὶ WH Treg NIV ] + τοῖς RP
  48. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:4 ἀθῷον Treg NIV RP ] δίκαιον WH
  49. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:4 ὄψῃ WH Treg NIV ] ὄψει RP
  50. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:5 εἰς τὸν ναὸν WH Treg NIV ] ἐν τῷ ναῷ RP
  51. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:11 ἐστάθη WH Treg NIV ] ἔστη RP
  52. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:11 ἔφη WH NIV ] + αὐτῷ Treg RP
  53. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:12 καὶ WH NIV ] + τῶν Treg RP
  54. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:16 Ἰησοῦν Holmes NA ] WH Treg NIV RP
  55. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:17 Ἰησοῦν τὸν Holmes NA ] τὸν WH; Treg NIV RP
  56. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:21 Τὸν WH Treg NIV ] RP
  57. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:22 λέγουσιν WH Treg NIV ] + αὐτῷ RP
  58. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:23 δὲ WH Treg NIV ] + ἡγεμὼν RP
  59. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:24 ἀπέναντι NIV RP ] κατέναντι WH Treg
  60. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:24 αἵματος WH NIV ] + τοῦ δικαίου Treg RP
  61. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:28 χλαμύδα κοκκίνην περιέθηκαν αὐτῷ WH Treg NIV ] περιέθηκαν αὐτῷ χλαμύδα κοκκίνην RP
  62. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:29 τῆς κεφαλῆς WH Treg NIV ] τὴν κεφαλὴν RP
  63. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:29 ἐν τῇ δεξιᾷ WH Treg NIV ] ἐπὶ τὴν δεξιὰν RP
  64. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:29 ἐνέπαιξαν WH NIV ] ἐνέπαιζον Treg RP
  65. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:29 βασιλεῦ WH Treg NIV ] ὁ βασιλεὺς RP
  66. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:33 Κρανίου Τόπος λεγόμενος WH Treg NIV ] λεγόμενος Κρανίου Τόπος RP
  67. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:34 οἶνον WH Treg NIV ] ὄξος RP
  68. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:34 ἠθέλησεν WH Treg NIV ] ἤθελεν RP
  69. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:40 κατάβηθι WH Treg NIV RP ] καὶ κατάβηθι NA
  70. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:41 καὶ WH NIV ] δὲ καὶ Treg RP
  71. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:41 πρεσβυτέρων WH Treg NIV ] + καὶ Φαρισαίων RP
  72. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:42 βασιλεὺς WH Treg NIV ] Εἰ βασιλεὺς RP
  73. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:42 αὐτόν WH Treg NIV ] αὐτῷ RP
  74. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:43 νῦν WH NIV ] + αὐτόν Treg RP
  75. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:44 σὺν WH Treg NIV ] RP
  76. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:46 ἀνεβόησεν NIV RP ] ἐβόησεν WH Treg
  77. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:46 Ἠλὶ ἠλὶ Treg RP NA ] Ἐλωῒ ἐλωῒ WH NIV
  78. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:47 ἑστηκότων WH Treg NIV ] ἑστώτων RP
  79. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:49 ἔλεγον NIV RP ] εἶπαν WH Treg
  80. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:49 αὐτόν Treg NIV RP ] + [[ἄλλος δὲ λαβὼν λόγχην ἔνυξεν αὐτοῦ τὴν πλευράν, καὶ ἐξῆλθεν ὕδωρ καὶ αἷμα]] WH
  81. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:51 ἀπ᾽ ἄνωθεν ἕως κάτω εἰς δύο WH Treg NIV ] εἰς δύο ἀπὸ ἄνωθεν ἕως κάτω RP
  82. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:52 ἠγέρθησαν WH Treg NIV ] ἠγέρθη RP
  83. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:54 γενόμενα NIV RP ] γινόμενα WH Treg
  84. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:54 θεοῦ υἱὸς WH NIV RP ] υἱὸς θεοῦ Treg
  85. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:56 Ἰωσὴφ WH NA ] Ἰωσῆ Treg NIV RP
  86. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:57 ἐμαθητεύθη WH Treg NIV ] ἐμαθήτευσεν RP
  87. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:58 ἀποδοθῆναι WH NIV ] + τὸ σῶμα Treg RP
  88. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:59 αὐτὸ RP ] + ἐν WH Treg NIV
  89. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:61 Μαριὰμ WH NIV ] Μαρία Treg RP
  90. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:64 αὐτοῦ Treg NIV] WH; αὐτοῦ νυκτὸς RP
  91. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:65 ἔφη WH Treg NIV ] + δὲ RP
  92. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 28:1 Μαριὰμ NIV ] Μαρία WH Treg RP
  93. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 28:2 καὶ WH Treg NIV ] RP
  94. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 28:2 λίθον WH Treg NIV ] + ἀπὸ τῆς θύρας RP
  95. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 28:3 ὡς WH Treg NIV ] ὡσεὶ RP
  96. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 28:4 ὡς WH Treg NIV ] ὡσεὶ RP
  97. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 28:6 ἔκειτο WH NIV ] + ὁ κύριος Treg RP
  98. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 28:8 ἀπελθοῦσαι WH Treg NIV ] ἐξελθοῦσαι RP
  99. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 28:9 καὶ WH Treg NIV] Ὡς δὲ ἐπορεύοντο ἀπαγγεῖλαι τοῖς μαθηταῖς αὐτοῦ καὶ RP
  100. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 28:9 ἰδοὺ WH NIV RP ] + ὁ Treg
  101. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 28:9 ὑπήντησεν WH Treg NIV ] ἀπήντησεν RP
  102. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 28:14 ἐπὶ WH NIV RP ] ὑπὸ Treg
  103. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 28:14 αὐτὸν Treg NIV RP ] WH
  104. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 28:15 τὰ Treg NIV RP ] WH
  105. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 28:15 ἡμέρας WH Treg NIV ] RP
  106. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 28:17 προσεκύνησαν WH Treg NIV ] + αὐτῷ RP
  107. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 28:18 τῆς WH Treg NA ] NIV RP
  108. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 28:19 οὖν WH Treg NIV ] RP
  109. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 28:19 βαπτίζοντες WH NIV RP ] βαπτίσαντες Treg
  110. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 28:20 αἰῶνος WH Treg NIV ] + Ἀμήν RP