ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23-25
SBL Greek New Testament
23 Τότε ὁ Ἰησοῦς ἐλάλησεν τοῖς ὄχλοις καὶ τοῖς μαθηταῖς αὐτοῦ 2 λέγων· Ἐπὶ τῆς Μωϋσέως καθέδρας ἐκάθισαν οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι. 3 πάντα οὖν ὅσα [a]ἐὰν εἴπωσιν ὑμῖν [b]ποιήσατε καὶ τηρεῖτε, κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε, λέγουσιν γὰρ καὶ οὐ ποιοῦσιν. 4 δεσμεύουσιν [c]δὲ φορτία [d]βαρέα καὶ ἐπιτιθέασιν ἐπὶ τοὺς ὤμους τῶν ἀνθρώπων, [e]αὐτοὶ δὲ τῷ δακτύλῳ αὐτῶν οὐ θέλουσιν κινῆσαι αὐτά. 5 πάντα δὲ τὰ ἔργα αὐτῶν ποιοῦσιν πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις· πλατύνουσι [f]γὰρ τὰ φυλακτήρια αὐτῶν καὶ μεγαλύνουσι τὰ [g]κράσπεδα, 6 φιλοῦσι [h]δὲ τὴν πρωτοκλισίαν ἐν τοῖς δείπνοις καὶ τὰς πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς 7 καὶ τοὺς ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς καὶ καλεῖσθαι ὑπὸ τῶν ἀνθρώπων· [i]Ῥαββί. 8 ὑμεῖς δὲ μὴ κληθῆτε· Ῥαββί, εἷς γάρ ἐστιν ὑμῶν ὁ [j]διδάσκαλος, πάντες δὲ ὑμεῖς ἀδελφοί ἐστε· 9 καὶ πατέρα μὴ καλέσητε ὑμῶν ἐπὶ τῆς γῆς, εἷς γάρ ἐστιν [k]ὑμῶν ὁ πατὴρ ὁ [l]οὐράνιος· 10 μηδὲ κληθῆτε καθηγηταί, [m]ὅτι καθηγητὴς ὑμῶν ἐστιν εἷς ὁ χριστός· 11 ὁ δὲ μείζων ὑμῶν ἔσται ὑμῶν διάκονος. 12 ὅστις δὲ ὑψώσει ἑαυτὸν ταπεινωθήσεται, καὶ ὅστις ταπεινώσει ἑαυτὸν [n]ὑψωθήσεται.
13 Οὐαὶ [o]δὲ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι κλείετε τὴν βασιλείαν τῶν οὐρανῶν ἔμπροσθεν τῶν ἀνθρώπων· ὑμεῖς γὰρ οὐκ εἰσέρχεσθε, οὐδὲ τοὺς εἰσερχομένους ἀφίετε [p]εἰσελθεῖν. 15 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι περιάγετε τὴν θάλασσαν καὶ τὴν ξηρὰν ποιῆσαι ἕνα προσήλυτον, καὶ ὅταν γένηται ποιεῖτε αὐτὸν υἱὸν γεέννης διπλότερον ὑμῶν.
16 Οὐαὶ ὑμῖν, ὁδηγοὶ τυφλοὶ οἱ λέγοντες· Ὃς ἂν ὀμόσῃ ἐν τῷ ναῷ, οὐδέν ἐστιν, ὃς δ’ ἂν ὀμόσῃ ἐν τῷ χρυσῷ τοῦ ναοῦ ὀφείλει. 17 μωροὶ καὶ τυφλοί, τίς γὰρ μείζων ἐστίν, ὁ χρυσὸς ἢ ὁ ναὸς ὁ [q]ἁγιάσας τὸν χρυσόν; 18 καί· Ὃς [r]ἂν ὀμόσῃ ἐν τῷ θυσιαστηρίῳ, οὐδέν ἐστιν, ὃς δ’ ἂν ὀμόσῃ ἐν τῷ δώρῳ τῷ ἐπάνω αὐτοῦ ὀφείλει. 19 [s]τυφλοί, τί γὰρ μεῖζον, τὸ δῶρον ἢ τὸ θυσιαστήριον τὸ ἁγιάζον τὸ δῶρον; 20 ὁ οὖν ὀμόσας ἐν τῷ θυσιαστηρίῳ ὀμνύει ἐν αὐτῷ καὶ ἐν πᾶσι τοῖς ἐπάνω αὐτοῦ· 21 καὶ ὁ ὀμόσας ἐν τῷ ναῷ ὀμνύει ἐν αὐτῷ καὶ ἐν τῷ [t]κατοικοῦντι αὐτόν· 22 καὶ ὁ ὀμόσας ἐν τῷ οὐρανῷ ὀμνύει ἐν τῷ θρόνῳ τοῦ θεοῦ καὶ ἐν τῷ καθημένῳ ἐπάνω αὐτοῦ.
23 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον καὶ τὸ ἄνηθον καὶ τὸ κύμινον, καὶ ἀφήκατε τὰ βαρύτερα τοῦ νόμου, τὴν κρίσιν καὶ [u]τὸ ἔλεος καὶ τὴν πίστιν· [v]ταῦτα ἔδει ποιῆσαι κἀκεῖνα μὴ [w]ἀφιέναι. 24 ὁδηγοὶ τυφλοί, [x]οἱ διϋλίζοντες τὸν κώνωπα τὴν δὲ κάμηλον καταπίνοντες.
25 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι καθαρίζετε τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τῆς παροψίδος, ἔσωθεν δὲ γέμουσιν ἐξ ἁρπαγῆς καὶ [y]ἀκρασίας. 26 Φαρισαῖε τυφλέ, καθάρισον πρῶτον τὸ ἐντὸς τοῦ ποτηρίου [z]καὶ τῆς παροψίδος, ἵνα γένηται καὶ τὸ ἐκτὸς [aa]αὐτοῦ καθαρόν.
27 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι [ab]παρομοιάζετε τάφοις κεκονιαμένοις, οἵτινες ἔξωθεν μὲν φαίνονται ὡραῖοι ἔσωθεν δὲ γέμουσιν ὀστέων νεκρῶν καὶ πάσης ἀκαθαρσίας· 28 οὕτως καὶ ὑμεῖς ἔξωθεν μὲν φαίνεσθε τοῖς ἀνθρώποις δίκαιοι, ἔσωθεν δέ [ac]ἐστε μεστοὶ ὑποκρίσεως καὶ ἀνομίας.
29 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι οἰκοδομεῖτε τοὺς τάφους τῶν προφητῶν καὶ κοσμεῖτε τὰ μνημεῖα τῶν δικαίων, 30 καὶ λέγετε· Εἰ [ad]ἤμεθα ἐν ταῖς ἡμέραις τῶν πατέρων ἡμῶν, οὐκ ἂν [ae]ἤμεθα [af]αὐτῶν κοινωνοὶ ἐν τῷ αἵματι τῶν προφητῶν· 31 ὥστε μαρτυρεῖτε ἑαυτοῖς ὅτι υἱοί ἐστε τῶν φονευσάντων τοὺς προφήτας. 32 καὶ ὑμεῖς πληρώσατε τὸ μέτρον τῶν πατέρων ὑμῶν. 33 ὄφεις γεννήματα ἐχιδνῶν, πῶς φύγητε ἀπὸ τῆς κρίσεως τῆς γεέννης; 34 διὰ τοῦτο ἰδοὺ ἐγὼ ἀποστέλλω πρὸς ὑμᾶς προφήτας καὶ σοφοὺς καὶ γραμματεῖς· [ag]ἐξ αὐτῶν ἀποκτενεῖτε καὶ σταυρώσετε, καὶ ἐξ αὐτῶν μαστιγώσετε ἐν ταῖς συναγωγαῖς ὑμῶν καὶ διώξετε ἀπὸ πόλεως εἰς πόλιν· 35 ὅπως ἔλθῃ ἐφ’ ὑμᾶς πᾶν αἷμα δίκαιον ἐκχυννόμενον ἐπὶ τῆς γῆς ἀπὸ τοῦ αἵματος Ἅβελ τοῦ δικαίου ἕως τοῦ αἵματος Ζαχαρίου υἱοῦ Βαραχίου, ὃν ἐφονεύσατε μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου. 36 ἀμὴν λέγω ὑμῖν, [ah]ἥξει [ai]ταῦτα πάντα ἐπὶ τὴν γενεὰν ταύτην.
37 Ἰερουσαλὴμ Ἰερουσαλήμ, ἡ [aj]ἀποκτείνουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν— ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον [ak]ὄρνις ἐπισυνάγει τὰ νοσσία [al]αὐτῆς ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε; 38 ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν [am]ἔρημος. 39 λέγω γὰρ ὑμῖν, οὐ μή με ἴδητε ἀπ’ ἄρτι ἕως ἂν εἴπητε· Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου.
24 Καὶ ἐξελθὼν ὁ Ἰησοῦς [an]ἀπὸ τοῦ ἱεροῦ ἐπορεύετο, καὶ προσῆλθον οἱ μαθηταὶ αὐτοῦ ἐπιδεῖξαι αὐτῷ τὰς οἰκοδομὰς τοῦ ἱεροῦ· 2 ὁ δὲ [ao]ἀποκριθεὶς εἶπεν αὐτοῖς· Οὐ βλέπετε [ap]ταῦτα πάντα; ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀφεθῇ ὧδε λίθος ἐπὶ λίθον ὃς οὐ καταλυθήσεται.
3 Καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ Ὄρους τῶν Ἐλαιῶν προσῆλθον αὐτῷ οἱ μαθηταὶ κατ’ ἰδίαν λέγοντες· Εἰπὸν ἡμῖν πότε ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον τῆς σῆς παρουσίας [aq]καὶ συντελείας τοῦ αἰῶνος. 4 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Βλέπετε μή τις ὑμᾶς πλανήσῃ· 5 πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες· Ἐγώ εἰμι ὁ χριστός, καὶ πολλοὺς πλανήσουσιν. 6 μελλήσετε δὲ ἀκούειν πολέμους καὶ ἀκοὰς πολέμων· ὁρᾶτε, μὴ θροεῖσθε· δεῖ [ar]γὰρ γενέσθαι, ἀλλ’ οὔπω ἐστὶν τὸ τέλος. 7 ἐγερθήσεται γὰρ ἔθνος ἐπὶ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν, καὶ ἔσονται [as]λιμοὶ καὶ σεισμοὶ κατὰ τόπους· 8 πάντα δὲ ταῦτα ἀρχὴ ὠδίνων.
9 Τότε παραδώσουσιν ὑμᾶς εἰς θλῖψιν καὶ ἀποκτενοῦσιν ὑμᾶς, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων τῶν ἐθνῶν διὰ τὸ ὄνομά μου. 10 καὶ τότε σκανδαλισθήσονται πολλοὶ καὶ ἀλλήλους παραδώσουσιν καὶ μισήσουσιν ἀλλήλους· 11 καὶ πολλοὶ ψευδοπροφῆται ἐγερθήσονται καὶ πλανήσουσιν πολλούς· 12 καὶ διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν. 13 ὁ δὲ ὑπομείνας εἰς τέλος οὗτος σωθήσεται. 14 καὶ κηρυχθήσεται τοῦτο τὸ εὐαγγέλιον τῆς βασιλείας ἐν ὅλῃ τῇ οἰκουμένῃ εἰς μαρτύριον πᾶσιν τοῖς ἔθνεσιν, καὶ τότε ἥξει τὸ τέλος.
15 Ὅταν οὖν ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως τὸ ῥηθὲν διὰ Δανιὴλ τοῦ προφήτου [at]ἑστὸς ἐν τόπῳ ἁγίῳ, ὁ ἀναγινώσκων νοείτω, 16 τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν [au]ἐπὶ τὰ ὄρη, 17 ὁ ἐπὶ τοῦ δώματος μὴ [av]καταβάτω ἆραι τὰ ἐκ τῆς οἰκίας αὐτοῦ, 18 καὶ ὁ ἐν τῷ ἀγρῷ μὴ ἐπιστρεψάτω ὀπίσω ἆραι [aw]τὸ ἱμάτιον αὐτοῦ. 19 οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις. 20 προσεύχεσθε δὲ ἵνα μὴ γένηται ἡ φυγὴ ὑμῶν χειμῶνος μηδὲ σαββάτῳ· 21 ἔσται γὰρ τότε θλῖψις μεγάλη οἵα οὐ γέγονεν ἀπ’ ἀρχῆς κόσμου ἕως τοῦ νῦν οὐδ’ οὐ μὴ γένηται. 22 καὶ εἰ μὴ ἐκολοβώθησαν αἱ ἡμέραι ἐκεῖναι, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ· διὰ δὲ τοὺς ἐκλεκτοὺς κολοβωθήσονται αἱ ἡμέραι ἐκεῖναι. 23 τότε ἐάν τις ὑμῖν εἴπῃ· Ἰδοὺ ὧδε ὁ χριστός, ἤ· Ὧδε, μὴ πιστεύσητε· 24 ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται, καὶ δώσουσιν σημεῖα μεγάλα καὶ τέρατα ὥστε [ax]πλανῆσαι εἰ δυνατὸν καὶ τοὺς ἐκλεκτούς· 25 ἰδοὺ προείρηκα ὑμῖν. 26 ἐὰν οὖν εἴπωσιν ὑμῖν· Ἰδοὺ ἐν τῇ ἐρήμῳ ἐστίν, μὴ ἐξέλθητε· Ἰδοὺ ἐν τοῖς ταμείοις, μὴ πιστεύσητε· 27 ὥσπερ γὰρ ἡ ἀστραπὴ ἐξέρχεται ἀπὸ ἀνατολῶν καὶ φαίνεται ἕως δυσμῶν, οὕτως [ay]ἔσται ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου· 28 [az]ὅπου ἐὰν ᾖ τὸ πτῶμα, ἐκεῖ συναχθήσονται οἱ ἀετοί.
29 Εὐθέως δὲ μετὰ τὴν θλῖψιν τῶν ἡμερῶν ἐκείνων ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς, καὶ οἱ ἀστέρες πεσοῦνται ἀπὸ τοῦ οὐρανοῦ, καὶ αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται. 30 καὶ τότε φανήσεται τὸ σημεῖον τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἐν [ba]τῷ οὐρανῷ, καὶ τότε κόψονται πᾶσαι αἱ φυλαὶ τῆς γῆς καὶ ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ μετὰ δυνάμεως καὶ δόξης πολλῆς· 31 καὶ ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ μετὰ [bb]σάλπιγγος μεγάλης, καὶ ἐπισυνάξουσιν τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων ἀπ’ ἄκρων οὐρανῶν ἕως [bc]τῶν ἄκρων αὐτῶν.
32 Ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν· ὅταν ἤδη ὁ κλάδος αὐτῆς γένηται ἁπαλὸς καὶ τὰ φύλλα ἐκφύῃ, γινώσκετε ὅτι ἐγγὺς τὸ θέρος· 33 οὕτως καὶ ὑμεῖς, ὅταν ἴδητε [bd]πάντα ταῦτα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις. 34 ἀμὴν λέγω ὑμῖν [be]ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη ἕως ἂν πάντα ταῦτα γένηται. 35 ὁ οὐρανὸς καὶ ἡ γῆ [bf]παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν.
36 Περὶ δὲ τῆς ἡμέρας ἐκείνης καὶ ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι τῶν οὐρανῶν [bg]οὐδὲ ὁ υἱός, εἰ μὴ ὁ [bh]πατὴρ μόνος. 37 ὥσπερ [bi]γὰρ αἱ ἡμέραι τοῦ Νῶε, οὕτως [bj]ἔσται ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου· 38 [bk]ὡς γὰρ ἦσαν ἐν ταῖς [bl]ἡμέραις ταῖς πρὸ τοῦ κατακλυσμοῦ τρώγοντες καὶ πίνοντες, γαμοῦντες καὶ [bm]γαμίζοντες, ἄχρι ἧς ἡμέρας εἰσῆλθεν Νῶε εἰς τὴν κιβωτόν, 39 καὶ οὐκ ἔγνωσαν ἕως ἦλθεν ὁ κατακλυσμὸς καὶ ἦρεν ἅπαντας, οὕτως ἔσται [bn]καὶ ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου. 40 τότε [bo]δύο ἔσονται ἐν τῷ ἀγρῷ, [bp]εἷς παραλαμβάνεται καὶ [bq]εἷς ἀφίεται· 41 δύο ἀλήθουσαι ἐν τῷ [br]μύλῳ, μία παραλαμβάνεται καὶ μία ἀφίεται. 42 γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε ποίᾳ [bs]ἡμέρᾳ ὁ κύριος ὑμῶν ἔρχεται. 43 ἐκεῖνο δὲ γινώσκετε ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ φυλακῇ ὁ κλέπτης ἔρχεται, ἐγρηγόρησεν ἂν καὶ οὐκ ἂν εἴασεν διορυχθῆναι τὴν οἰκίαν αὐτοῦ. 44 διὰ τοῦτο καὶ ὑμεῖς γίνεσθε ἕτοιμοι, ὅτι ᾗ [bt]οὐ δοκεῖτε ὥρᾳ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.
45 Τίς ἄρα ἐστὶν ὁ πιστὸς δοῦλος καὶ φρόνιμος ὃν κατέστησεν ὁ [bu]κύριος ἐπὶ τῆς [bv]οἰκετείας αὐτοῦ τοῦ [bw]δοῦναι αὐτοῖς τὴν τροφὴν ἐν καιρῷ; 46 μακάριος ὁ δοῦλος ἐκεῖνος ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει [bx]οὕτως ποιοῦντα· 47 ἀμὴν λέγω ὑμῖν ὅτι ἐπὶ πᾶσιν τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν. 48 ἐὰν δὲ εἴπῃ ὁ κακὸς δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ· Χρονίζει [by]μου ὁ κύριος, 49 καὶ ἄρξηται τύπτειν τοὺς συνδούλους [bz]αὐτοῦ, ἐσθίῃ δὲ καὶ πίνῃ μετὰ τῶν μεθυόντων, 50 ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει, 51 καὶ διχοτομήσει αὐτὸν καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ὑποκριτῶν θήσει· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.
25 Τότε ὁμοιωθήσεται ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας [ca]ἑαυτῶν ἐξῆλθον εἰς [cb]ὑπάντησιν τοῦ νυμφίου. 2 πέντε δὲ [cc]ἐξ αὐτῶν ἦσαν [cd]μωραὶ καὶ πέντε φρόνιμοι. 3 [ce]αἱ γὰρ μωραὶ λαβοῦσαι τὰς λαμπάδας αὐτῶν οὐκ ἔλαβον μεθ’ ἑαυτῶν ἔλαιον· 4 αἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς [cf]ἀγγείοις μετὰ τῶν λαμπάδων [cg]ἑαυτῶν. 5 χρονίζοντος δὲ τοῦ νυμφίου ἐνύσταξαν πᾶσαι καὶ ἐκάθευδον. 6 μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν· Ἰδοὺ ὁ [ch]νυμφίος, ἐξέρχεσθε εἰς ἀπάντησιν [ci]αὐτοῦ. 7 τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι καὶ ἐκόσμησαν τὰς λαμπάδας [cj]ἑαυτῶν. 8 αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπαν· Δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται. 9 ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι λέγουσαι· Μήποτε [ck]οὐ μὴ ἀρκέσῃ ἡμῖν καὶ ὑμῖν· [cl]πορεύεσθε μᾶλλον πρὸς τοὺς πωλοῦντας καὶ ἀγοράσατε ἑαυταῖς. 10 ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι ἦλθεν ὁ νυμφίος, καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετ’ αὐτοῦ εἰς τοὺς γάμους, καὶ ἐκλείσθη ἡ θύρα. 11 ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι λέγουσαι· Κύριε κύριε, ἄνοιξον ἡμῖν· 12 ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. 13 γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν [cm]ὥραν.
14 Ὥσπερ γὰρ ἄνθρωπος ἀποδημῶν ἐκάλεσεν τοὺς ἰδίους δούλους καὶ παρέδωκεν αὐτοῖς τὰ ὑπάρχοντα αὐτοῦ, 15 καὶ ᾧ μὲν ἔδωκεν πέντε τάλαντα ᾧ δὲ δύο ᾧ δὲ ἕν, ἑκάστῳ κατὰ τὴν ἰδίαν δύναμιν, καὶ ἀπεδήμησεν. εὐθέως 16 [cn]πορευθεὶς ὁ τὰ πέντε τάλαντα λαβὼν ἠργάσατο ἐν αὐτοῖς καὶ [co]ἐκέρδησεν ἄλλα [cp]πέντε· 17 [cq]ὡσαύτως ὁ τὰ δύο [cr]ἐκέρδησεν ἄλλα δύο· 18 ὁ δὲ τὸ ἓν λαβὼν ἀπελθὼν ὤρυξεν [cs]γῆν καὶ [ct]ἔκρυψεν τὸ ἀργύριον τοῦ κυρίου αὐτοῦ. 19 μετὰ δὲ [cu]πολὺν χρόνον ἔρχεται ὁ κύριος τῶν δούλων ἐκείνων καὶ συναίρει [cv]λόγον μετ’ αὐτῶν 20 καὶ προσελθὼν ὁ τὰ πέντε τάλαντα λαβὼν προσήνεγκεν ἄλλα πέντε τάλαντα λέγων· Κύριε, πέντε τάλαντά μοι παρέδωκας· ἴδε ἄλλα πέντε τάλαντα [cw]ἐκέρδησα. 21 [cx]ἔφη αὐτῷ ὁ κύριος αὐτοῦ· Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ, ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου. 22 προσελθὼν [cy]δὲ καὶ ὁ τὰ δύο [cz]τάλαντα εἶπεν· Κύριε, δύο τάλαντά μοι παρέδωκας· ἴδε ἄλλα δύο τάλαντα [da]ἐκέρδησα. 23 ἔφη αὐτῷ ὁ κύριος αὐτοῦ· Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ, ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου. 24 προσελθὼν δὲ καὶ ὁ τὸ ἓν τάλαντον εἰληφὼς εἶπεν· Κύριε, ἔγνων σε ὅτι σκληρὸς εἶ ἄνθρωπος, θερίζων ὅπου οὐκ ἔσπειρας καὶ συνάγων ὅθεν οὐ διεσκόρπισας· 25 καὶ φοβηθεὶς ἀπελθὼν ἔκρυψα τὸ τάλαντόν σου ἐν τῇ γῇ· ἴδε ἔχεις τὸ σόν. 26 ἀποκριθεὶς δὲ ὁ κύριος αὐτοῦ εἶπεν αὐτῷ· Πονηρὲ δοῦλε καὶ ὀκνηρέ, ᾔδεις ὅτι θερίζω ὅπου οὐκ ἔσπειρα καὶ συνάγω ὅθεν οὐ διεσκόρπισα; 27 ἔδει [db]σε οὖν βαλεῖν [dc]τὰ ἀργύριά μου τοῖς τραπεζίταις, καὶ ἐλθὼν ἐγὼ ἐκομισάμην ἂν τὸ ἐμὸν σὺν τόκῳ. 28 ἄρατε οὖν ἀπ’ αὐτοῦ τὸ τάλαντον καὶ δότε τῷ ἔχοντι τὰ δέκα τάλαντα· 29 τῷ γὰρ ἔχοντι παντὶ δοθήσεται καὶ περισσευθήσεται· [dd]τοῦ δὲ μὴ ἔχοντος καὶ ὃ ἔχει ἀρθήσεται ἀπ’ αὐτοῦ. 30 καὶ τὸν ἀχρεῖον δοῦλον ἐκβάλετε εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.
31 Ὅταν δὲ ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ καὶ πάντες [de]οἱ ἄγγελοι μετ’ αὐτοῦ, τότε καθίσει ἐπὶ θρόνου δόξης αὐτοῦ· 32 καὶ [df]συναχθήσονται ἔμπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη, καὶ ἀφορίσει αὐτοὺς ἀπ’ ἀλλήλων, ὥσπερ ὁ ποιμὴν ἀφορίζει τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων, 33 καὶ στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν αὐτοῦ τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων. 34 τότε ἐρεῖ ὁ βασιλεὺς τοῖς ἐκ δεξιῶν αὐτοῦ· Δεῦτε, οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. 35 ἐπείνασα γὰρ καὶ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα καὶ ἐποτίσατέ με, ξένος ἤμην καὶ συνηγάγετέ με, 36 γυμνὸς καὶ περιεβάλετέ με, ἠσθένησα καὶ ἐπεσκέψασθέ με, ἐν φυλακῇ ἤμην καὶ ἤλθατε πρός με. 37 τότε ἀποκριθήσονται αὐτῷ οἱ δίκαιοι λέγοντες· Κύριε, πότε σε εἴδομεν πεινῶντα καὶ ἐθρέψαμεν, ἢ διψῶντα καὶ ἐποτίσαμεν; 38 πότε δέ σε εἴδομεν ξένον καὶ συνηγάγομεν, ἢ γυμνὸν καὶ περιεβάλομεν; 39 πότε δέ σε εἴδομεν [dg]ἀσθενοῦντα ἢ ἐν φυλακῇ καὶ ἤλθομεν πρός σε; 40 καὶ ἀποκριθεὶς ὁ βασιλεὺς ἐρεῖ αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν, ἐφ’ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε. 41 τότε ἐρεῖ καὶ τοῖς ἐξ εὐωνύμων· Πορεύεσθε ἀπ’ ἐμοῦ [dh]οἱ κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. 42 ἐπείνασα γὰρ καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν, [di]ἐδίψησα καὶ οὐκ ἐποτίσατέ με, 43 ξένος ἤμην καὶ οὐ συνηγάγετέ με, γυμνὸς καὶ οὐ περιεβάλετέ με, ἀσθενὴς καὶ ἐν φυλακῇ καὶ οὐκ ἐπεσκέψασθέ με. 44 τότε ἀποκριθήσονται καὶ αὐτοὶ λέγοντες· Κύριε, πότε σε εἴδομεν πεινῶντα ἢ διψῶντα ἢ ξένον ἢ γυμνὸν ἢ ἀσθενῆ ἢ ἐν φυλακῇ καὶ οὐ διηκονήσαμέν σοι; 45 τότε ἀποκριθήσεται αὐτοῖς λέγων· Ἀμὴν λέγω ὑμῖν, ἐφ’ ὅσον οὐκ ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, οὐδὲ ἐμοὶ ἐποιήσατε. 46 καὶ ἀπελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον, οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον.
Footnotes
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:3 ἐὰν WH NIV RP ] ἂν Treg
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:3 ποιήσατε καὶ τηρεῖτε WH Treg NIV ] τηρεῖν τηρεῖτε καὶ ποιεῖτε RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:4 δὲ WH Treg NIV ] γὰρ RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:4 βαρέα WH NIV ] + καὶ δυσβάστακτα Treg RP NA
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:4 αὐτοὶ δὲ τῷ WH Treg NIV ] τῷ δὲ RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:5 γὰρ WH Treg NIV ] δὲ RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:5 κράσπεδα WH Treg NA ] + τῶν ἱματίων αὐτῶν NIV RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:6 δὲ WH Treg NIV ] τε RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:7 Ῥαββί WH Treg NIV ] + Ῥαββί RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:8 διδάσκαλος WH Treg NIV ] καθηγητής ὁ χριστός RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:9 ὑμῶν ὁ πατὴρ WH Treg NIV ] ὁ πατὴρ ὑμῶν RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:9 οὐράνιος WH Treg NIV ] ἐν τοῖς οὐρανοῖς RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:10 ὅτι καθηγητὴς ὑμῶν ἐστιν εἷς WH Treg NIV ] εἷς γὰρ ὑμῶν ἐστιν ὁ καθηγητής RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:12 ὑψωθήσεται WH Treg NIV ] + 13 Οὐαὶ δέ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι κατεσθίετε τὰς οἰκίας τῶν χηρῶν, καὶ προφάσει μακρὰ προσευχόμενοι· διὰ τοῦτο λήψεσθε περισσότερον κρίμα (and re-number SBL v. 13 as 14) RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:13 δὲ WH Treg NIV] – RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:13 εἰσελθεῖν WH Treg NIV RP ] + 14 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι κατεσθίετε τὰς οἰκίας τῶν χηρῶν καὶ προφάσει μακρὰ προσευχόμενοι· διὰ τοῦτο λήψεσθε περισσότερον κρίμα TR
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:17 ἁγιάσας WH Treg NIV ] ἁγιάζων RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:18 ἂν WH Treg NIV ] ἐὰν RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:19 τυφλοί WH Treg NIV ] Μωροὶ καὶ τυφλοί RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:21 κατοικοῦντι WH NIV ] κατοικήσαντι Treg RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:23 τὸ ἔλεος WH Treg NIV ] τὸν ἔλεον RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:23 ταῦτα NIV RP ] + δὲ WH Treg NA
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:23 ἀφιέναι WH NIV RP ] ἀφεῖναι Treg
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:24 οἱ Treg NIV RP ] – WH
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:25 ἀκρασίας WH Treg NIV ] ἀδικίας RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:26 καὶ τῆς παροψίδος WH Treg NIV RP ] – WHmarg NA
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:26 αὐτοῦ WH Treg NIV ] αὐτῶν RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:27 παρομοιάζετε WH NIV RP ] ὁμοιάζετε Treg
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:28 ἐστε μεστοὶ WH Treg NIV ] μεστοί ἐστε RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:30 *ἤμεθα WH Treg NIV ] ἦμεν RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:30 *ἤμεθα WH Treg NIV ] ἦμεν RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:30 αὐτῶν κοινωνοὶ WH Treg NIV ] κοινωνοὶ αὐτῶν RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:34 ἐξ WH Treg NIV ] καὶ ἐξ RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:36 ἥξει WH Treg NIV ] ὅτι ἥξει RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:36 ταῦτα πάντα WH NIV ] πάντα ταῦτα Treg RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:37 ἀποκτείνουσα WH Treg NIV ] ἀποκτένουσα RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:37 ὄρνις ἐπισυνάγει WH Treg NIV ] ἐπισυνάγει ὄρνις RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:37 αὐτῆς WH Treg NIV ] ἑαυτῆς RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:38 ἔρημος Treg NIV RP ] – WH
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:1 ἀπὸ τοῦ ἱεροῦ ἐπορεύετο WH Treg NIV ] ἐπορεύετο ἀπὸ τοῦ ἱεροῦ RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:2 ἀποκριθεὶς WH Treg NIV ] Ἰησοῦς RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:2 ταῦτα πάντα WH Treg NIV ] πάντα ταῦτα RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:3 καὶ WH Treg NIV ] + τῆς RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:6 γὰρ WH Treg NIV ] + πάντα RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:7 λιμοὶ WH Treg NIV ] + καὶ λοιμοὶ RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:15 ἑστὸς WH Treg NIV ] ἑστὼς RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:16 ἐπὶ RP ] εἰς WH Treg NIV
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:17 καταβάτω WH Treg NIV ] καταβαινέτω RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:18 τὸ ἱμάτιον WH Treg NIV ] τὰ ἱμάτια RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:24 πλανῆσαι NIV RP ] πλανᾶσθαι WH Treg
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:27 ἔσται WH Treg NIV ] + καὶ RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:28 ὅπου WH Treg NIV ] + γὰρ RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:30 τῷ RP ] – WH Treg NIV
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:31 σάλπιγγος WH NIV ] + φωνῆς Treg RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:31 τῶν WH Treg NIV ] – RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:33 πάντα ταῦτα WH NIV ] ταῦτα πάντα Treg RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:34 ὅτι WH Treg NIV ] – RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:35 παρελεύσεται WH Treg NIV ] παρελεύσονται RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:36 οὐδὲ ὁ υἱός WH NIV ] – Treg RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:36 πατὴρ WH Treg NIV ] + μου RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:37 γὰρ WH Treg NIV ] δὲ RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:37 ἔσται WH Treg NIV ] + καὶ RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:38 ὡς WH Treg NIV ] Ὥσπερ RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:38 ἡμέραις NIV RP ] + ἐκείναις WH Treg NA
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:38 γαμίζοντες WH NIV ] ἐκγαμίζοντες Treg RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:39 καὶ RP NA ] – WH Treg NIV
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:40 δύο ἔσονται Treg NIV RP ] ἔσονται δύο WH
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:40 *εἷς WH Treg NIV ] ὁ εἷς RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:40 *εἷς WH Treg NIV ] ὁ εἷς RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:41 μύλῳ WH Treg NIV ] μύλωνι RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:42 ἡμέρᾳ WH Treg NIV ] ὥρᾳ RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:44 οὐ δοκεῖτε ὥρᾳ WH Treg NIV ] ὥρᾳ οὐ δοκεῖτε RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:45 κύριος WH Treg NIV ] + αὐτοῦ RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:45 οἰκετείας WH Treg NIV ] θεραπείας RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:45 δοῦναι WH Treg NIV ] διδόναι RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:46 οὕτως ποιοῦντα WH Treg NIV ] ποιοῦντα οὕτως RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:48 μου ὁ κύριος WH Treg NIV ] ὁ κύριός μου ἐλθεῖν RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:49 αὐτοῦ ἐσθίῃ δὲ καὶ πίνῃ WH Treg NIV ] ἐσθίειν δὲ καὶ πίνειν RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:1 ἑαυτῶν WH Treg NIV ] ἀυτῶν RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:1 ὑπάντησιν WH Treg NIV ] ἀπάντησιν RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:2 ἐξ αὐτῶν ἦσαν WH Treg NIV ] ἦσαν ἐξ αὐτῶν RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:2 μωραὶ καὶ πέντε φρόνιμοι WH Treg NIV ] φρόνιμοι καὶ αἱ πέντε μωραί RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:3 αἱ γὰρ WH Treg NIV ] Αἵτινες RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:4 ἀγγείοις WH Treg NIV ] + αὐτῶν RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:4 ἑαυτῶν WH NIV ] αὐτῶν Treg RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:6 νυμφίος WH Treg NIV ] + ἔρχεται RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:6 αὐτοῦ Treg NIV RP ] – WH
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:7 ἑαυτῶν WH Treg NIV ] ἀυτῶν RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:9 οὐ μὴ WH Treg NIV ] οὐκ RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:9 πορεύεσθε WH Treg NIV ] + δὲ RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:13 ὥραν WH Treg NIV ] + ἐν ᾗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:16 πορευθεὶς WH NIV ] + δὲ Treg RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:16 ἐκέρδησεν WH Treg NIV ] ἐποίησεν RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:16 πέντε WH Treg NIV ] + τάλαντα RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:17 ὡσαύτως WH NIV ] + καὶ Treg RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:17 ἐκέρδησεν WH Treg NIV ] + καὶ αὐτὸς RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:18 γῆν WH Treg NIV ] ἐν τῇ γῇ RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:18 ἔκρυψεν WH Treg NIV ] ἀπέκρυψεν RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:19 πολὺν χρόνον WH Treg NIV ] χρόνον πολὺν RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:19 λόγον μετ᾽ αὐτῶν WH Treg NIV ] μετ᾽ αὐτῶν λόγον RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:20 ἐκέρδησα WH Treg NIV ] + ἐπ᾽ αὐτοῖς RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:21 ἔφη WH Treg NIV ] + δὲ RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:22 δὲ Treg NIV RP ] – WH
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:22 τάλαντα WH Treg NIV ] + λαβὼν RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:22 ἐκέρδησα WH Treg NIV ] + ἐπ᾽ αὐτοῖς RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:27 σε οὖν WH Treg NIV ] οὖν σε RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:27 τὰ ἀργύριά WH NIV ] τὸ ἀργύριόν Treg RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:29 τοῦ δὲ WH Treg NIV ] ἀπὸ δὲ τοῦ RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:31 οἱ WH Treg NIV ] + ἅγιοι RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:32 συναχθήσονται WH Treg NIV ] συναχθήσεται RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:39 ἀσθενοῦντα WH Treg NIV ] ἀσθενῆ RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:41 οἱ Treg NIV RP ] – WH
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:42 ἐδίψησα Treg NIV RP ] καὶ ἐδίψησα WH
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software