Add parallel Print Page Options

23 Καὶ [a]ἐλθόντος αὐτοῦ εἰς τὸ ἱερὸν προσῆλθον αὐτῷ διδάσκοντι οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ λέγοντες· Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; καὶ τίς σοι ἔδωκεν τὴν ἐξουσίαν ταύτην; 24 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Ἐρωτήσω ὑμᾶς κἀγὼ λόγον ἕνα, ὃν ἐὰν εἴπητέ μοι κἀγὼ ὑμῖν ἐρῶ ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ· 25 τὸ βάπτισμα [b]τὸ Ἰωάννου πόθεν ἦν; ἐξ οὐρανοῦ ἢ ἐξ ἀνθρώπων; οἱ δὲ διελογίζοντο [c]ἐν ἑαυτοῖς λέγοντες· Ἐὰν εἴπωμεν· Ἐξ οὐρανοῦ, ἐρεῖ ἡμῖν· Διὰ τί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ; 26 ἐὰν δὲ εἴπωμεν· Ἐξ ἀνθρώπων, φοβούμεθα τὸν ὄχλον, πάντες γὰρ [d]ὡς προφήτην ἔχουσιν τὸν Ἰωάννην. 27 καὶ ἀποκριθέντες τῷ Ἰησοῦ εἶπαν· Οὐκ οἴδαμεν. ἔφη αὐτοῖς καὶ αὐτός· Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.

28 Τί δὲ ὑμῖν δοκεῖ; ἄνθρωπος εἶχεν τέκνα δύο. [e]προσελθὼν τῷ πρώτῳ εἶπεν· Τέκνον, ὕπαγε σήμερον ἐργάζου ἐν τῷ [f]ἀμπελῶνι. 29 ὁ δὲ ἀποκριθεὶς εἶπεν· [g]Οὐ θέλω· ὕστερον δὲ μεταμεληθεὶς ἀπῆλθεν. 30 [h]προσελθὼν δὲ τῷ [i]δευτέρῳ εἶπεν ὡσαύτως· ὁ δὲ ἀποκριθεὶς εἶπεν· [j]Ἐγώ, κύριε· καὶ οὐκ ἀπῆλθεν. 31 τίς ἐκ τῶν δύο ἐποίησεν τὸ θέλημα τοῦ πατρός; [k]λέγουσιν· Ὁ [l]πρῶτος. λέγει αὐτοῖς ὁ Ἰησοῦς· Ἀμὴν λέγω ὑμῖν ὅτι οἱ τελῶναι καὶ αἱ πόρναι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τοῦ θεοῦ. 32 ἦλθεν γὰρ [m]Ἰωάννης πρὸς ὑμᾶς ἐν ὁδῷ δικαιοσύνης, καὶ οὐκ ἐπιστεύσατε αὐτῷ· οἱ δὲ τελῶναι καὶ αἱ πόρναι ἐπίστευσαν αὐτῷ· ὑμεῖς δὲ ἰδόντες [n]οὐδὲ μετεμελήθητε ὕστερον τοῦ πιστεῦσαι αὐτῷ.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:23 ἐλθόντος αὐτοῦ WH Treg NIV ] ἐλθόντι αὐτῷ RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:25 τὸ WH Treg NIV ] RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:25 ἐν WH Treg NIV ] παρ᾽ RP
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:26 ὡς προφήτην ἔχουσιν τὸν Ἰωάννην WH Treg NIV ] ἔχουσιν τὸν Ἰωάννην ὡς προφήτην RP
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:28 προσελθὼν WH ] καὶ προσελθὼν Treg NIV RP
  6. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:28 ἀμπελῶνι WH Treg NIV ] + μου RP
  7. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:29 Οὐ θέλω ὕστερον δὲ μεταμεληθεὶς Treg NIV RP ] Ἐγώ κύριε καὶ οὐκ WH
  8. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:30 προσελθὼν δὲ WH Treg NIV ] Καὶ προσελθὼν RP
  9. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:30 δευτέρῳ WH Treg RP ] ἑτέρῳ NIV
  10. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:30 Ἐγώ κύριε καὶ οὐκ Treg NIV RP ] Οὐ θέλω ὕστερον μεταμεληθεὶς WH
  11. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:31 λέγουσιν WH Treg NIV ] + αὐτῷ RP
  12. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:31 πρῶτος NIV RP ] ὕστερος WH Treg
  13. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:32 Ἰωάννης πρὸς ὑμᾶς WH Treg NIV ] πρὸς ὑμᾶς Ἰωάννης RP
  14. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:32 οὐδὲ WH Treg NIV ] οὐ RP