Add parallel Print Page Options

18 Ἐν ἐκείνῃ τῇ ὥρᾳ προσῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ λέγοντες· Τίς ἄρα μείζων ἐστὶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν; καὶ [a]προσκαλεσάμενος παιδίον ἔστησεν αὐτὸ ἐν μέσῳ αὐτῶν καὶ εἶπεν· Ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ στραφῆτε καὶ γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. ὅστις οὖν ταπεινώσει ἑαυτὸν ὡς τὸ παιδίον τοῦτο, οὗτός ἐστιν ὁ μείζων ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· καὶ ὃς [b]ἐὰν δέξηται [c]ἓν παιδίον τοιοῦτο ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται.

Ὃς δ’ ἂν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων τῶν πιστευόντων εἰς ἐμέ, συμφέρει αὐτῷ ἵνα κρεμασθῇ μύλος ὀνικὸς [d]εἰς τὸν τράχηλον αὐτοῦ καὶ καταποντισθῇ ἐν τῷ πελάγει τῆς θαλάσσης. οὐαὶ τῷ κόσμῳ ἀπὸ τῶν σκανδάλων· ἀνάγκη [e]γὰρ ἐλθεῖν τὰ σκάνδαλα, πλὴν οὐαὶ τῷ [f]ἀνθρώπῳ δι’ οὗ τὸ σκάνδαλον ἔρχεται.

Εἰ δὲ ἡ χείρ σου ἢ ὁ πούς σου σκανδαλίζει σε, ἔκκοψον [g]αὐτὸν καὶ βάλε ἀπὸ σοῦ· καλόν σοί ἐστιν εἰσελθεῖν εἰς τὴν ζωὴν [h]κυλλὸν ἢ χωλόν, ἢ δύο χεῖρας ἢ δύο πόδας ἔχοντα βληθῆναι εἰς τὸ πῦρ τὸ αἰώνιον. καὶ εἰ ὁ ὀφθαλμός σου σκανδαλίζει σε, ἔξελε αὐτὸν καὶ βάλε ἀπὸ σοῦ· καλόν σοί ἐστιν μονόφθαλμον εἰς τὴν ζωὴν εἰσελθεῖν, ἢ δύο ὀφθαλμοὺς ἔχοντα βληθῆναι εἰς τὴν γέενναν τοῦ πυρός.

10 Ὁρᾶτε μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων, λέγω γὰρ ὑμῖν ὅτι οἱ ἄγγελοι αὐτῶν ἐν οὐρανοῖς διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν [i]οὐρανοῖς. 12 τί ὑμῖν δοκεῖ; ἐὰν γένηταί τινι ἀνθρώπῳ ἑκατὸν πρόβατα καὶ πλανηθῇ ἓν ἐξ αὐτῶν, οὐχὶ [j]ἀφήσει τὰ ἐνενήκοντα ἐννέα ἐπὶ τὰ ὄρη [k]καὶ πορευθεὶς ζητεῖ τὸ πλανώμενον; 13 καὶ ἐὰν γένηται εὑρεῖν αὐτό, ἀμὴν λέγω ὑμῖν ὅτι χαίρει ἐπ’ αὐτῷ μᾶλλον ἢ ἐπὶ τοῖς ἐνενήκοντα ἐννέα τοῖς μὴ πεπλανημένοις. 14 οὕτως οὐκ ἔστιν θέλημα [l]ἔμπροσθεν τοῦ πατρὸς [m]ὑμῶν τοῦ ἐν οὐρανοῖς ἵνα ἀπόληται [n]ἓν τῶν μικρῶν τούτων.

15 Ἐὰν δὲ ἁμαρτήσῃ [o]εἰς σὲ ὁ ἀδελφός σου, [p]ὕπαγε ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου. ἐάν σου ἀκούσῃ, ἐκέρδησας τὸν ἀδελφόν σου· 16 ἐὰν δὲ μὴ ἀκούσῃ, παράλαβε μετὰ σοῦ ἔτι ἕνα ἢ δύο, ἵνα ἐπὶ στόματος δύο μαρτύρων ἢ τριῶν σταθῇ πᾶν ῥῆμα· 17 ἐὰν δὲ παρακούσῃ αὐτῶν, εἰπὸν τῇ ἐκκλησίᾳ· ἐὰν δὲ καὶ τῆς ἐκκλησίας παρακούσῃ, ἔστω σοι ὥσπερ ὁ ἐθνικὸς καὶ ὁ τελώνης. 18 ἀμὴν λέγω ὑμῖν, ὅσα [q]ἐὰν δήσητε ἐπὶ τῆς γῆς ἔσται δεδεμένα [r]ἐν οὐρανῷ καὶ ὅσα ἐὰν λύσητε ἐπὶ τῆς γῆς ἔσται λελυμένα [s]ἐν οὐρανῷ. 19 Πάλιν [t]ἀμὴν λέγω ὑμῖν ὅτι ἐὰν δύο [u]συμφωνήσωσιν ἐξ ὑμῶν ἐπὶ τῆς γῆς περὶ παντὸς πράγματος οὗ ἐὰν αἰτήσωνται, γενήσεται αὐτοῖς παρὰ τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. 20 οὗ γάρ εἰσιν δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν.

21 Τότε προσελθὼν [v]αὐτῷ ὁ Πέτρος εἶπεν· Κύριε, ποσάκις ἁμαρτήσει εἰς ἐμὲ ὁ ἀδελφός μου καὶ ἀφήσω αὐτῷ; ἕως ἑπτάκις; 22 λέγει αὐτῷ ὁ Ἰησοῦς· Οὐ λέγω σοι ἕως ἑπτάκις ἀλλὰ ἕως ἑβδομηκοντάκις ἑπτά.

23 Διὰ τοῦτο ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ ὃς ἠθέλησεν συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ· 24 ἀρξαμένου δὲ αὐτοῦ συναίρειν [w]προσηνέχθη [x]αὐτῷ εἷς ὀφειλέτης μυρίων ταλάντων. 25 μὴ ἔχοντος δὲ αὐτοῦ ἀποδοῦναι ἐκέλευσεν αὐτὸν ὁ [y]κύριος πραθῆναι καὶ τὴν [z]γυναῖκα καὶ τὰ τέκνα καὶ πάντα ὅσα [aa]ἔχει καὶ ἀποδοθῆναι. 26 πεσὼν οὖν ὁ δοῦλος προσεκύνει αὐτῷ λέγων· [ab]Μακροθύμησον ἐπ’ [ac]ἐμοί, καὶ πάντα [ad]ἀποδώσω σοι. 27 σπλαγχνισθεὶς δὲ ὁ κύριος τοῦ δούλου ἐκείνου ἀπέλυσεν αὐτόν, καὶ τὸ δάνειον ἀφῆκεν αὐτῷ. 28 ἐξελθὼν δὲ ὁ δοῦλος ἐκεῖνος εὗρεν ἕνα τῶν συνδούλων αὐτοῦ ὃς ὤφειλεν αὐτῷ ἑκατὸν δηνάρια, καὶ κρατήσας αὐτὸν ἔπνιγεν λέγων· [ae]Ἀπόδος εἴ τι ὀφείλεις. 29 πεσὼν οὖν ὁ σύνδουλος [af]αὐτοῦ παρεκάλει αὐτὸν λέγων· Μακροθύμησον ἐπ’ [ag]ἐμοί, καὶ ἀποδώσω σοι. 30 ὁ δὲ οὐκ ἤθελεν, ἀλλὰ ἀπελθὼν ἔβαλεν αὐτὸν εἰς φυλακὴν ἕως [ah]οὗ ἀποδῷ τὸ ὀφειλόμενον. 31 ἰδόντες [ai]οὖν οἱ σύνδουλοι αὐτοῦ τὰ γενόμενα ἐλυπήθησαν σφόδρα, καὶ ἐλθόντες διεσάφησαν τῷ κυρίῳ ἑαυτῶν πάντα τὰ γενόμενα. 32 τότε προσκαλεσάμενος αὐτὸν ὁ κύριος αὐτοῦ λέγει αὐτῷ· Δοῦλε πονηρέ, πᾶσαν τὴν ὀφειλὴν ἐκείνην ἀφῆκά σοι, ἐπεὶ παρεκάλεσάς με· 33 οὐκ ἔδει καὶ σὲ ἐλεῆσαι τὸν σύνδουλόν σου, ὡς κἀγὼ σὲ ἠλέησα; 34 καὶ ὀργισθεὶς ὁ κύριος αὐτοῦ παρέδωκεν αὐτὸν τοῖς βασανισταῖς ἕως οὗ ἀποδῷ πᾶν τὸ [aj]ὀφειλόμενον. 35 Οὕτως καὶ ὁ πατήρ μου ὁ [ak]οὐράνιος ποιήσει ὑμῖν ἐὰν μὴ ἀφῆτε ἕκαστος τῷ ἀδελφῷ αὐτοῦ ἀπὸ τῶν καρδιῶν [al]ὑμῶν.

19 Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους, μετῆρεν ἀπὸ τῆς Γαλιλαίας καὶ ἦλθεν εἰς τὰ ὅρια τῆς Ἰουδαίας πέραν τοῦ Ἰορδάνου. καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί, καὶ ἐθεράπευσεν αὐτοὺς ἐκεῖ.

Καὶ προσῆλθον [am]αὐτῷ Φαρισαῖοι πειράζοντες αὐτὸν καὶ [an]λέγοντες· Εἰ ἔξεστιν [ao]ἀνθρώπῳ ἀπολῦσαι τὴν γυναῖκα αὐτοῦ κατὰ πᾶσαν αἰτίαν; ὁ δὲ ἀποκριθεὶς [ap]εἶπεν· Οὐκ ἀνέγνωτε ὅτι ὁ [aq]κτίσας ἀπ’ ἀρχῆς ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς καὶ εἶπεν· [ar]Ἕνεκα τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα καὶ [as]κολληθήσεται τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν; ὥστε οὐκέτι εἰσὶν δύο ἀλλὰ σὰρξ μία. ὃ οὖν ὁ θεὸς συνέζευξεν ἄνθρωπος μὴ χωριζέτω. λέγουσιν αὐτῷ· Τί οὖν Μωϋσῆς ἐνετείλατο δοῦναι βιβλίον ἀποστασίου καὶ ἀπολῦσαι [at]αὐτήν; λέγει αὐτοῖς ὅτι Μωϋσῆς πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἐπέτρεψεν ὑμῖν ἀπολῦσαι τὰς γυναῖκας ὑμῶν, ἀπ’ ἀρχῆς δὲ οὐ γέγονεν οὕτως. λέγω δὲ ὑμῖν [au]ὅτι ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ μὴ ἐπὶ πορνείᾳ καὶ γαμήσῃ ἄλλην μοιχᾶται [av]καὶ ὁ ἀπολελυμένην γαμήσας μοιχᾶται.

10 Λέγουσιν αὐτῷ οἱ [aw]μαθηταί· Εἰ οὕτως ἐστὶν ἡ αἰτία τοῦ ἀνθρώπου μετὰ τῆς γυναικός, οὐ συμφέρει γαμῆσαι. 11 ὁ δὲ εἶπεν αὐτοῖς· Οὐ πάντες χωροῦσι τὸν λόγον [ax]τοῦτον ἀλλ’ οἷς δέδοται. 12 εἰσὶν γὰρ εὐνοῦχοι οἵτινες ἐκ κοιλίας μητρὸς ἐγεννήθησαν οὕτως, καὶ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνουχίσθησαν ὑπὸ τῶν ἀνθρώπων, καὶ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν. ὁ δυνάμενος χωρεῖν χωρείτω.

13 Τότε [ay]προσηνέχθησαν αὐτῷ παιδία ἵνα τὰς χεῖρας ἐπιθῇ αὐτοῖς καὶ προσεύξηται· οἱ δὲ μαθηταὶ ἐπετίμησαν αὐτοῖς. 14 ὁ δὲ Ἰησοῦς εἶπεν· Ἄφετε τὰ παιδία καὶ μὴ κωλύετε αὐτὰ ἐλθεῖν πρός με, τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν. 15 καὶ ἐπιθεὶς [az]τὰς χεῖρας αὐτοῖς ἐπορεύθη ἐκεῖθεν.

16 Καὶ ἰδοὺ εἷς προσελθὼν [ba]αὐτῷ εἶπεν· [bb]Διδάσκαλε, τί ἀγαθὸν ποιήσω ἵνα [bc]σχῶ ζωὴν αἰώνιον; 17 ὁ δὲ εἶπεν αὐτῷ· Τί με [bd]ἐρωτᾷς περὶ τοῦ ἀγαθοῦ; εἷς ἐστιν ὁ ἀγαθός· εἰ δὲ θέλεις [be]εἰς τὴν ζωὴν εἰσελθεῖν, [bf]τήρησον τὰς ἐντολάς. 18 λέγει αὐτῷ· Ποίας; ὁ δὲ Ἰησοῦς [bg]εἶπεν· Τὸ Οὐ φονεύσεις, Οὐ μοιχεύσεις, Οὐ κλέψεις, Οὐ ψευδομαρτυρήσεις, 19 Τίμα τὸν πατέρα καὶ τὴν μητέρα, καὶ Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. 20 λέγει αὐτῷ ὁ νεανίσκος· [bh]Πάντα ταῦτα [bi]ἐφύλαξα· τί ἔτι ὑστερῶ; 21 ἔφη αὐτῷ ὁ Ἰησοῦς· Εἰ θέλεις τέλειος εἶναι, ὕπαγε πώλησόν σου τὰ ὑπάρχοντα καὶ [bj]δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν [bk]οὐρανοῖς, καὶ δεῦρο ἀκολούθει μοι. 22 ἀκούσας δὲ ὁ νεανίσκος τὸν [bl]λόγον ἀπῆλθεν λυπούμενος, ἦν γὰρ ἔχων κτήματα πολλά.

23 Ὁ δὲ Ἰησοῦς εἶπεν τοῖς μαθηταῖς αὐτοῦ· Ἀμὴν λέγω ὑμῖν ὅτι [bm]πλούσιος δυσκόλως εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· 24 πάλιν δὲ λέγω ὑμῖν, εὐκοπώτερόν ἐστιν κάμηλον διὰ [bn]τρυπήματος ῥαφίδος [bo]εἰσελθεῖν ἢ πλούσιον [bp]εἰς τὴν βασιλείαν τοῦ θεοῦ. 25 ἀκούσαντες δὲ οἱ [bq]μαθηταὶ ἐξεπλήσσοντο σφόδρα λέγοντες· Τίς ἄρα δύναται σωθῆναι; 26 ἐμβλέψας δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Παρὰ ἀνθρώποις τοῦτο ἀδύνατόν ἐστιν, παρὰ δὲ θεῷ πάντα δυνατά.

27 Τότε ἀποκριθεὶς ὁ Πέτρος εἶπεν αὐτῷ· Ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι· τί ἄρα ἔσται ἡμῖν; 28 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν ὅτι ὑμεῖς οἱ ἀκολουθήσαντές μοι ἐν τῇ παλιγγενεσίᾳ, ὅταν καθίσῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, [br]καθήσεσθε καὶ [bs]ὑμεῖς ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. 29 καὶ πᾶς [bt]ὅστις ἀφῆκεν [bu]οἰκίας ἢ ἀδελφοὺς ἢ ἀδελφὰς ἢ πατέρα ἢ μητέρα ἢ [bv]γυναῖκα ἢ τέκνα ἢ [bw]ἀγροὺς ἕνεκεν τοῦ [bx]ὀνόματός μου, [by]ἑκατονταπλασίονα λήμψεται καὶ ζωὴν αἰώνιον κληρονομήσει. 30 πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι καὶ ἔσχατοι πρῶτοι.

20 Ὁμοία γάρ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ οἰκοδεσπότῃ ὅστις ἐξῆλθεν ἅμα πρωῒ μισθώσασθαι ἐργάτας εἰς τὸν ἀμπελῶνα αὐτοῦ. [bz]συμφωνήσας δὲ μετὰ τῶν ἐργατῶν ἐκ δηναρίου τὴν ἡμέραν ἀπέστειλεν αὐτοὺς εἰς τὸν ἀμπελῶνα αὐτοῦ. καὶ ἐξελθὼν περὶ τρίτην ὥραν εἶδεν ἄλλους ἑστῶτας ἐν τῇ ἀγορᾷ ἀργούς· καὶ ἐκείνοις εἶπεν· Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα, καὶ ὃ ἐὰν ᾖ δίκαιον δώσω ὑμῖν· οἱ δὲ ἀπῆλθον. [ca]πάλιν ἐξελθὼν περὶ ἕκτην καὶ ἐνάτην ὥραν ἐποίησεν ὡσαύτως. περὶ δὲ τὴν [cb]ἑνδεκάτην ἐξελθὼν εὗρεν ἄλλους [cc]ἑστῶτας, καὶ λέγει αὐτοῖς· Τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί; λέγουσιν αὐτῷ· Ὅτι οὐδεὶς ἡμᾶς ἐμισθώσατο. λέγει αὐτοῖς· Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν [cd]ἀμπελῶνα. ὀψίας δὲ γενομένης λέγει ὁ κύριος τοῦ ἀμπελῶνος τῷ ἐπιτρόπῳ αὐτοῦ· Κάλεσον τοὺς ἐργάτας καὶ ἀπόδος [ce]αὐτοῖς τὸν μισθὸν ἀρξάμενος ἀπὸ τῶν ἐσχάτων ἕως τῶν πρώτων. [cf]καὶ ἐλθόντες οἱ περὶ τὴν ἑνδεκάτην ὥραν ἔλαβον ἀνὰ δηνάριον. 10 [cg]καὶ ἐλθόντες οἱ πρῶτοι ἐνόμισαν ὅτι [ch]πλεῖον λήμψονται· καὶ ἔλαβον [ci]τὸ ἀνὰ δηνάριον καὶ αὐτοί. 11 λαβόντες δὲ ἐγόγγυζον κατὰ τοῦ οἰκοδεσπότου 12 [cj]λέγοντες· Οὗτοι οἱ ἔσχατοι μίαν ὥραν ἐποίησαν, καὶ ἴσους [ck]αὐτοὺς ἡμῖν ἐποίησας τοῖς βαστάσασι τὸ βάρος τῆς ἡμέρας καὶ τὸν καύσωνα. 13 ὁ δὲ ἀποκριθεὶς [cl]ἑνὶ αὐτῶν εἶπεν· Ἑταῖρε, οὐκ ἀδικῶ σε· οὐχὶ δηναρίου συνεφώνησάς μοι; 14 ἆρον τὸ σὸν καὶ ὕπαγε· θέλω δὲ τούτῳ τῷ ἐσχάτῳ δοῦναι ὡς καὶ σοί· 15 [cm]οὐκ ἔξεστίν μοι [cn]ὃ θέλω ποιῆσαι ἐν τοῖς ἐμοῖς; [co]ἢ ὁ ὀφθαλμός σου πονηρός ἐστιν ὅτι ἐγὼ ἀγαθός εἰμι; 16 οὕτως ἔσονται οἱ ἔσχατοι πρῶτοι καὶ οἱ πρῶτοι [cp]ἔσχατοι.

17 [cq]Καὶ ἀναβαίνων ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα παρέλαβεν τοὺς δώδεκα [cr]μαθητὰς κατ’ ἰδίαν, [cs]καὶ ἐν τῇ ὁδῷ εἶπεν αὐτοῖς· 18 Ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσιν καὶ γραμματεῦσιν, καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ, 19 καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσιν εἰς τὸ ἐμπαῖξαι καὶ μαστιγῶσαι καὶ σταυρῶσαι, καὶ τῇ τρίτῃ ἡμέρᾳ [ct]ἐγερθήσεται.

20 Τότε προσῆλθεν αὐτῷ ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου μετὰ τῶν υἱῶν αὐτῆς προσκυνοῦσα καὶ αἰτοῦσά τι [cu]παρ’ αὐτοῦ. 21 ὁ δὲ εἶπεν αὐτῇ· Τί θέλεις; λέγει αὐτῷ· Εἰπὲ ἵνα καθίσωσιν οὗτοι οἱ δύο υἱοί μου εἷς ἐκ δεξιῶν [cv]σου καὶ εἷς ἐξ εὐωνύμων σου ἐν τῇ βασιλείᾳ σου. 22 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· Οὐκ οἴδατε τί αἰτεῖσθε· δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ μέλλω [cw]πίνειν; λέγουσιν αὐτῷ· Δυνάμεθα. 23 [cx]λέγει αὐτοῖς· Τὸ μὲν ποτήριόν μου [cy]πίεσθε, τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ [cz]εὐωνύμων οὐκ ἔστιν [da]ἐμὸν δοῦναι, ἀλλ’ οἷς ἡτοίμασται ὑπὸ τοῦ πατρός μου.

24 Καὶ ἀκούσαντες οἱ δέκα ἠγανάκτησαν περὶ τῶν δύο ἀδελφῶν. 25 ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος αὐτοὺς εἶπεν· Οἴδατε ὅτι οἱ ἄρχοντες τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν καὶ οἱ μεγάλοι κατεξουσιάζουσιν αὐτῶν. 26 οὐχ οὕτως [db]ἔσται ἐν ὑμῖν· ἀλλ’ ὃς [dc]ἂν θέλῃ ἐν ὑμῖν μέγας γενέσθαι ἔσται ὑμῶν διάκονος, 27 καὶ ὃς [dd]ἂν θέλῃ ἐν ὑμῖν εἶναι πρῶτος [de]ἔσται ὑμῶν δοῦλος· 28 ὥσπερ ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθεν διακονηθῆναι ἀλλὰ διακονῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν.

29 Καὶ ἐκπορευομένων αὐτῶν ἀπὸ Ἰεριχὼ ἠκολούθησεν αὐτῷ ὄχλος πολύς. 30 καὶ ἰδοὺ δύο τυφλοὶ καθήμενοι παρὰ τὴν ὁδόν, ἀκούσαντες ὅτι Ἰησοῦς παράγει, ἔκραξαν λέγοντες· [df]Κύριε, ἐλέησον ἡμᾶς, [dg]υἱὸς Δαυίδ. 31 ὁ δὲ ὄχλος ἐπετίμησεν αὐτοῖς ἵνα σιωπήσωσιν· οἱ δὲ μεῖζον [dh]ἔκραξαν λέγοντες· [di]Κύριε, ἐλέησον ἡμᾶς, [dj]υἱὸς Δαυίδ. 32 καὶ στὰς ὁ Ἰησοῦς ἐφώνησεν αὐτοὺς καὶ εἶπεν· Τί θέλετε ποιήσω ὑμῖν; 33 λέγουσιν αὐτῷ· Κύριε, ἵνα [dk]ἀνοιγῶσιν οἱ ὀφθαλμοὶ ἡμῶν. 34 σπλαγχνισθεὶς δὲ ὁ Ἰησοῦς ἥψατο τῶν [dl]ὀμμάτων αὐτῶν, καὶ εὐθέως [dm]ἀνέβλεψαν καὶ ἠκολούθησαν αὐτῷ.

21 Καὶ ὅτε ἤγγισαν εἰς Ἱεροσόλυμα καὶ ἦλθον εἰς Βηθφαγὴ [dn]εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν, τότε [do]Ἰησοῦς ἀπέστειλεν δύο μαθητὰς λέγων αὐτοῖς· [dp]Πορεύεσθε εἰς τὴν κώμην τὴν [dq]κατέναντι ὑμῶν, καὶ [dr]εὐθέως εὑρήσετε ὄνον δεδεμένην καὶ πῶλον μετ’ αὐτῆς· λύσαντες [ds]ἀγάγετέ μοι. καὶ ἐάν τις ὑμῖν εἴπῃ τι, ἐρεῖτε ὅτι Ὁ κύριος αὐτῶν χρείαν ἔχει· [dt]εὐθὺς δὲ [du]ἀποστελεῖ αὐτούς. Τοῦτο [dv]δὲ γέγονεν ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου λέγοντος· Εἴπατε τῇ θυγατρὶ Σιών· Ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὄνον καὶ [dw]ἐπὶ πῶλον υἱὸν ὑποζυγίου. πορευθέντες δὲ οἱ μαθηταὶ καὶ ποιήσαντες καθὼς [dx]συνέταξεν αὐτοῖς ὁ Ἰησοῦς ἤγαγον τὴν ὄνον καὶ τὸν πῶλον, καὶ ἐπέθηκαν [dy]ἐπ’ αὐτῶν τὰ [dz]ἱμάτια, καὶ ἐπεκάθισεν ἐπάνω αὐτῶν. ὁ δὲ πλεῖστος ὄχλος ἔστρωσαν ἑαυτῶν τὰ ἱμάτια ἐν τῇ ὁδῷ, ἄλλοι δὲ ἔκοπτον κλάδους ἀπὸ τῶν δένδρων καὶ ἐστρώννυον ἐν τῇ ὁδῷ. οἱ δὲ ὄχλοι οἱ προάγοντες [ea]αὐτὸν καὶ οἱ ἀκολουθοῦντες ἔκραζον λέγοντες· Ὡσαννὰ τῷ υἱῷ Δαυίδ· Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις. 10 καὶ εἰσελθόντος αὐτοῦ εἰς Ἱεροσόλυμα ἐσείσθη πᾶσα ἡ πόλις λέγουσα· Τίς ἐστιν οὗτος; 11 οἱ δὲ ὄχλοι ἔλεγον· Οὗτός ἐστιν [eb]ὁ προφήτης Ἰησοῦς ὁ ἀπὸ Ναζαρὲθ τῆς Γαλιλαίας.

12 Καὶ εἰσῆλθεν [ec]Ἰησοῦς εἰς τὸ [ed]ἱερόν, καὶ ἐξέβαλεν πάντας τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν κατέστρεψεν καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστεράς, 13 καὶ λέγει αὐτοῖς· Γέγραπται· Ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται, ὑμεῖς δὲ αὐτὸν [ee]ποιεῖτε σπήλαιον λῃστῶν.

14 Καὶ προσῆλθον αὐτῷ [ef]τυφλοὶ καὶ χωλοὶ ἐν τῷ ἱερῷ, καὶ ἐθεράπευσεν αὐτούς. 15 ἰδόντες δὲ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τὰ θαυμάσια ἃ ἐποίησεν καὶ τοὺς παῖδας [eg]τοὺς κράζοντας ἐν τῷ ἱερῷ καὶ λέγοντας· Ὡσαννὰ τῷ υἱῷ Δαυίδ ἠγανάκτησαν 16 καὶ εἶπαν αὐτῷ· Ἀκούεις τί οὗτοι λέγουσιν; ὁ δὲ Ἰησοῦς λέγει αὐτοῖς· Ναί. οὐδέποτε ἀνέγνωτε ὅτι Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον; 17 καὶ καταλιπὼν αὐτοὺς ἐξῆλθεν ἔξω τῆς πόλεως εἰς Βηθανίαν, καὶ ηὐλίσθη ἐκεῖ.

18 [eh]Πρωῒ δὲ [ei]ἐπανάγων εἰς τὴν πόλιν ἐπείνασεν. 19 καὶ ἰδὼν συκῆν μίαν ἐπὶ τῆς ὁδοῦ ἦλθεν ἐπ’ αὐτήν, καὶ οὐδὲν εὗρεν ἐν αὐτῇ εἰ μὴ φύλλα μόνον, καὶ λέγει αὐτῇ· [ej]Μηκέτι ἐκ σοῦ καρπὸς γένηται εἰς τὸν αἰῶνα· καὶ ἐξηράνθη παραχρῆμα ἡ συκῆ. 20 καὶ ἰδόντες οἱ μαθηταὶ ἐθαύμασαν λέγοντες· Πῶς παραχρῆμα ἐξηράνθη ἡ συκῆ; 21 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν καὶ μὴ διακριθῆτε, οὐ μόνον τὸ τῆς συκῆς ποιήσετε, ἀλλὰ κἂν τῷ ὄρει τούτῳ εἴπητε· Ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν, γενήσεται· 22 καὶ πάντα ὅσα [ek]ἂν αἰτήσητε ἐν τῇ προσευχῇ πιστεύοντες λήμψεσθε.

23 Καὶ [el]ἐλθόντος αὐτοῦ εἰς τὸ ἱερὸν προσῆλθον αὐτῷ διδάσκοντι οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ λέγοντες· Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; καὶ τίς σοι ἔδωκεν τὴν ἐξουσίαν ταύτην; 24 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Ἐρωτήσω ὑμᾶς κἀγὼ λόγον ἕνα, ὃν ἐὰν εἴπητέ μοι κἀγὼ ὑμῖν ἐρῶ ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ· 25 τὸ βάπτισμα [em]τὸ Ἰωάννου πόθεν ἦν; ἐξ οὐρανοῦ ἢ ἐξ ἀνθρώπων; οἱ δὲ διελογίζοντο [en]ἐν ἑαυτοῖς λέγοντες· Ἐὰν εἴπωμεν· Ἐξ οὐρανοῦ, ἐρεῖ ἡμῖν· Διὰ τί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ; 26 ἐὰν δὲ εἴπωμεν· Ἐξ ἀνθρώπων, φοβούμεθα τὸν ὄχλον, πάντες γὰρ [eo]ὡς προφήτην ἔχουσιν τὸν Ἰωάννην. 27 καὶ ἀποκριθέντες τῷ Ἰησοῦ εἶπαν· Οὐκ οἴδαμεν. ἔφη αὐτοῖς καὶ αὐτός· Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.

28 Τί δὲ ὑμῖν δοκεῖ; ἄνθρωπος εἶχεν τέκνα δύο. [ep]προσελθὼν τῷ πρώτῳ εἶπεν· Τέκνον, ὕπαγε σήμερον ἐργάζου ἐν τῷ [eq]ἀμπελῶνι. 29 ὁ δὲ ἀποκριθεὶς εἶπεν· [er]Οὐ θέλω· ὕστερον δὲ μεταμεληθεὶς ἀπῆλθεν. 30 [es]προσελθὼν δὲ τῷ [et]δευτέρῳ εἶπεν ὡσαύτως· ὁ δὲ ἀποκριθεὶς εἶπεν· [eu]Ἐγώ, κύριε· καὶ οὐκ ἀπῆλθεν. 31 τίς ἐκ τῶν δύο ἐποίησεν τὸ θέλημα τοῦ πατρός; [ev]λέγουσιν· Ὁ [ew]πρῶτος. λέγει αὐτοῖς ὁ Ἰησοῦς· Ἀμὴν λέγω ὑμῖν ὅτι οἱ τελῶναι καὶ αἱ πόρναι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τοῦ θεοῦ. 32 ἦλθεν γὰρ [ex]Ἰωάννης πρὸς ὑμᾶς ἐν ὁδῷ δικαιοσύνης, καὶ οὐκ ἐπιστεύσατε αὐτῷ· οἱ δὲ τελῶναι καὶ αἱ πόρναι ἐπίστευσαν αὐτῷ· ὑμεῖς δὲ ἰδόντες [ey]οὐδὲ μετεμελήθητε ὕστερον τοῦ πιστεῦσαι αὐτῷ.

33 Ἄλλην παραβολὴν ἀκούσατε. [ez]Ἄνθρωπος ἦν οἰκοδεσπότης ὅστις ἐφύτευσεν ἀμπελῶνα καὶ φραγμὸν αὐτῷ περιέθηκεν καὶ ὤρυξεν ἐν αὐτῷ ληνὸν καὶ ᾠκοδόμησεν πύργον, καὶ ἐξέδετο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησεν. 34 ὅτε δὲ ἤγγισεν ὁ καιρὸς τῶν καρπῶν, ἀπέστειλεν τοὺς δούλους αὐτοῦ πρὸς τοὺς γεωργοὺς λαβεῖν τοὺς καρποὺς αὐτοῦ. 35 καὶ λαβόντες οἱ γεωργοὶ τοὺς δούλους αὐτοῦ ὃν μὲν ἔδειραν, ὃν δὲ ἀπέκτειναν, ὃν δὲ ἐλιθοβόλησαν. 36 πάλιν ἀπέστειλεν ἄλλους δούλους πλείονας τῶν πρώτων, καὶ ἐποίησαν αὐτοῖς ὡσαύτως. 37 ὕστερον δὲ ἀπέστειλεν πρὸς αὐτοὺς τὸν υἱὸν αὐτοῦ λέγων· Ἐντραπήσονται τὸν υἱόν μου. 38 οἱ δὲ γεωργοὶ ἰδόντες τὸν υἱὸν εἶπον ἐν ἑαυτοῖς· Οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε ἀποκτείνωμεν αὐτὸν καὶ [fa]σχῶμεν τὴν κληρονομίαν αὐτοῦ· 39 καὶ λαβόντες αὐτὸν ἐξέβαλον ἔξω τοῦ ἀμπελῶνος καὶ ἀπέκτειναν. 40 ὅταν οὖν ἔλθῃ ὁ κύριος τοῦ ἀμπελῶνος, τί ποιήσει τοῖς γεωργοῖς ἐκείνοις; 41 λέγουσιν αὐτῷ· Κακοὺς κακῶς ἀπολέσει αὐτούς, καὶ τὸν ἀμπελῶνα ἐκδώσεται ἄλλοις γεωργοῖς, οἵτινες ἀποδώσουσιν αὐτῷ τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν.

42 Λέγει αὐτοῖς ὁ Ἰησοῦς· Οὐδέποτε ἀνέγνωτε ἐν ταῖς γραφαῖς· Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας· παρὰ κυρίου ἐγένετο αὕτη, καὶ ἔστιν θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν; 43 διὰ τοῦτο λέγω ὑμῖν ὅτι ἀρθήσεται ἀφ’ ὑμῶν ἡ βασιλεία τοῦ θεοῦ καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς. 44 [fb]Καὶ ὁ πεσὼν ἐπὶ τὸν λίθον τοῦτον συνθλασθήσεται· ἐφ’ ὃν δ’ ἂν πέσῃ λικμήσει αὐτόν.

45 Καὶ ἀκούσαντες οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι τὰς παραβολὰς αὐτοῦ ἔγνωσαν ὅτι περὶ αὐτῶν λέγει· 46 καὶ ζητοῦντες αὐτὸν κρατῆσαι ἐφοβήθησαν τοὺς ὄχλους, [fc]ἐπεὶ εἰς προφήτην αὐτὸν εἶχον.

22 Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς πάλιν εἶπεν [fd]ἐν παραβολαῖς αὐτοῖς λέγων· Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὅστις ἐποίησεν γάμους τῷ υἱῷ αὐτοῦ. καὶ ἀπέστειλεν τοὺς δούλους αὐτοῦ καλέσαι τοὺς κεκλημένους εἰς τοὺς γάμους, καὶ οὐκ ἤθελον ἐλθεῖν. πάλιν ἀπέστειλεν ἄλλους δούλους λέγων· Εἴπατε τοῖς κεκλημένοις· Ἰδοὺ τὸ ἄριστόν μου [fe]ἡτοίμακα, οἱ ταῦροί μου καὶ τὰ σιτιστὰ τεθυμένα, καὶ πάντα ἕτοιμα· δεῦτε εἰς τοὺς γάμους. οἱ δὲ ἀμελήσαντες ἀπῆλθον, [ff]ὃς μὲν εἰς τὸν ἴδιον ἀγρόν, [fg]ὃς δὲ [fh]ἐπὶ τὴν ἐμπορίαν αὐτοῦ· οἱ δὲ λοιποὶ κρατήσαντες τοὺς δούλους αὐτοῦ ὕβρισαν καὶ ἀπέκτειναν. [fi]ὁ δὲ βασιλεὺς ὠργίσθη, καὶ πέμψας τὰ στρατεύματα αὐτοῦ ἀπώλεσεν τοὺς φονεῖς ἐκείνους καὶ τὴν πόλιν αὐτῶν ἐνέπρησεν. τότε λέγει τοῖς δούλοις αὐτοῦ· Ὁ μὲν γάμος ἕτοιμός ἐστιν, οἱ δὲ κεκλημένοι οὐκ ἦσαν ἄξιοι· πορεύεσθε οὖν ἐπὶ τὰς διεξόδους τῶν ὁδῶν, καὶ ὅσους [fj]ἐὰν εὕρητε καλέσατε εἰς τοὺς γάμους. 10 καὶ ἐξελθόντες οἱ δοῦλοι ἐκεῖνοι εἰς τὰς ὁδοὺς συνήγαγον πάντας [fk]οὓς εὗρον, πονηρούς τε καὶ ἀγαθούς· καὶ ἐπλήσθη ὁ [fl]γάμος ἀνακειμένων. 11 εἰσελθὼν δὲ ὁ βασιλεὺς θεάσασθαι τοὺς ἀνακειμένους εἶδεν ἐκεῖ ἄνθρωπον οὐκ ἐνδεδυμένον ἔνδυμα γάμου· 12 καὶ λέγει αὐτῷ· Ἑταῖρε, πῶς εἰσῆλθες ὧδε μὴ ἔχων ἔνδυμα γάμου; ὁ δὲ ἐφιμώθη. 13 τότε [fm]ὁ βασιλεὺς εἶπεν τοῖς διακόνοις· Δήσαντες αὐτοῦ πόδας καὶ χεῖρας [fn]ἐκβάλετε αὐτὸν εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. 14 πολλοὶ γάρ εἰσιν κλητοὶ ὀλίγοι δὲ ἐκλεκτοί.

15 Τότε πορευθέντες οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον ὅπως αὐτὸν παγιδεύσωσιν ἐν λόγῳ. 16 καὶ ἀποστέλλουσιν αὐτῷ τοὺς μαθητὰς αὐτῶν μετὰ τῶν Ἡρῳδιανῶν [fo]λέγοντες· Διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ καὶ τὴν ὁδὸν τοῦ θεοῦ ἐν ἀληθείᾳ διδάσκεις, καὶ οὐ μέλει σοι περὶ οὐδενός, οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων· 17 εἰπὸν οὖν ἡμῖν τί σοι δοκεῖ· ἔξεστιν δοῦναι κῆνσον Καίσαρι ἢ οὔ; 18 γνοὺς δὲ ὁ Ἰησοῦς τὴν πονηρίαν αὐτῶν εἶπεν· Τί με πειράζετε, ὑποκριταί; 19 ἐπιδείξατέ μοι τὸ νόμισμα τοῦ κήνσου. οἱ δὲ προσήνεγκαν αὐτῷ δηνάριον. 20 καὶ λέγει αὐτοῖς· Τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή; 21 λέγουσιν [fp]αὐτῷ· Καίσαρος. τότε λέγει αὐτοῖς· Ἀπόδοτε οὖν τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ. 22 καὶ ἀκούσαντες ἐθαύμασαν, καὶ ἀφέντες αὐτὸν ἀπῆλθαν.

23 Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ προσῆλθον αὐτῷ Σαδδουκαῖοι, [fq]λέγοντες μὴ εἶναι ἀνάστασιν, καὶ ἐπηρώτησαν αὐτὸν 24 λέγοντες· Διδάσκαλε, Μωϋσῆς εἶπεν· Ἐάν τις ἀποθάνῃ μὴ ἔχων τέκνα, ἐπιγαμβρεύσει ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα αὐτοῦ καὶ ἀναστήσει σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. 25 ἦσαν δὲ παρ’ ἡμῖν ἑπτὰ ἀδελφοί· καὶ ὁ πρῶτος [fr]γήμας ἐτελεύτησεν, καὶ μὴ ἔχων σπέρμα ἀφῆκεν τὴν γυναῖκα αὐτοῦ τῷ ἀδελφῷ αὐτοῦ· 26 ὁμοίως καὶ ὁ δεύτερος καὶ ὁ τρίτος, ἕως τῶν ἑπτά· 27 ὕστερον δὲ πάντων ἀπέθανεν [fs]ἡ γυνή. 28 ἐν τῇ [ft]ἀναστάσει οὖν τίνος τῶν ἑπτὰ ἔσται γυνή; πάντες γὰρ ἔσχον αὐτήν.

29 Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ θεοῦ· 30 ἐν γὰρ τῇ ἀναστάσει οὔτε γαμοῦσιν οὔτε [fu]γαμίζονται, ἀλλ’ ὡς ἄγγελοι [fv]θεοῦ ἐν [fw]τῷ οὐρανῷ εἰσιν· 31 περὶ δὲ τῆς ἀναστάσεως τῶν νεκρῶν οὐκ ἀνέγνωτε τὸ ῥηθὲν ὑμῖν ὑπὸ τοῦ θεοῦ λέγοντος· 32 Ἐγώ εἰμι ὁ θεὸς Ἀβραὰμ καὶ ὁ θεὸς Ἰσαὰκ καὶ ὁ θεὸς Ἰακώβ; οὐκ ἔστιν [fx]ὁ θεὸς νεκρῶν ἀλλὰ ζώντων. 33 καὶ ἀκούσαντες οἱ ὄχλοι ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ.

34 Οἱ δὲ Φαρισαῖοι ἀκούσαντες ὅτι ἐφίμωσεν τοὺς Σαδδουκαίους συνήχθησαν ἐπὶ τὸ αὐτό. 35 καὶ ἐπηρώτησεν εἷς ἐξ αὐτῶν νομικὸς πειράζων [fy]αὐτόν· 36 Διδάσκαλε, ποία ἐντολὴ μεγάλη ἐν τῷ νόμῳ; 37 [fz]δὲ ἔφη αὐτῷ· Ἀγαπήσεις κύριον τὸν θεόν σου ἐν ὅλῃ [ga]τῇ καρδίᾳ σου καὶ ἐν ὅλῃ [gb]τῇ ψυχῇ σου καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου· 38 αὕτη ἐστὶν [gc]ἡ μεγάλη καὶ πρώτη ἐντολή. 39 Δευτέρα [gd]δὲ ὁμοία [ge]αὐτῇ· Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. 40 ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος [gf]κρέμαται καὶ οἱ προφῆται.

41 Συνηγμένων δὲ τῶν Φαρισαίων ἐπηρώτησεν αὐτοὺς ὁ Ἰησοῦς 42 λέγων· Τί ὑμῖν δοκεῖ περὶ τοῦ χριστοῦ; τίνος υἱός ἐστιν; λέγουσιν αὐτῷ· Τοῦ Δαυίδ. 43 λέγει αὐτοῖς· Πῶς οὖν Δαυὶδ ἐν πνεύματι [gg]καλεῖ αὐτὸν κύριον λέγων· 44 [gh]Εἶπεν κύριος τῷ κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου [gi]ὑποκάτω τῶν ποδῶν σου; 45 εἰ οὖν Δαυὶδ καλεῖ αὐτὸν κύριον, πῶς υἱὸς αὐτοῦ ἐστιν; 46 καὶ οὐδεὶς ἐδύνατο [gj]ἀποκριθῆναι αὐτῷ λόγον, οὐδὲ ἐτόλμησέν τις ἀπ’ ἐκείνης τῆς ἡμέρας ἐπερωτῆσαι αὐτὸν οὐκέτι.

23 Τότε ὁ Ἰησοῦς ἐλάλησεν τοῖς ὄχλοις καὶ τοῖς μαθηταῖς αὐτοῦ λέγων· Ἐπὶ τῆς Μωϋσέως καθέδρας ἐκάθισαν οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι. πάντα οὖν ὅσα [gk]ἐὰν εἴπωσιν ὑμῖν [gl]ποιήσατε καὶ τηρεῖτε, κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε, λέγουσιν γὰρ καὶ οὐ ποιοῦσιν. δεσμεύουσιν [gm]δὲ φορτία [gn]βαρέα καὶ ἐπιτιθέασιν ἐπὶ τοὺς ὤμους τῶν ἀνθρώπων, [go]αὐτοὶ δὲ τῷ δακτύλῳ αὐτῶν οὐ θέλουσιν κινῆσαι αὐτά. πάντα δὲ τὰ ἔργα αὐτῶν ποιοῦσιν πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις· πλατύνουσι [gp]γὰρ τὰ φυλακτήρια αὐτῶν καὶ μεγαλύνουσι τὰ [gq]κράσπεδα, φιλοῦσι [gr]δὲ τὴν πρωτοκλισίαν ἐν τοῖς δείπνοις καὶ τὰς πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς καὶ τοὺς ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς καὶ καλεῖσθαι ὑπὸ τῶν ἀνθρώπων· [gs]Ῥαββί. ὑμεῖς δὲ μὴ κληθῆτε· Ῥαββί, εἷς γάρ ἐστιν ὑμῶν ὁ [gt]διδάσκαλος, πάντες δὲ ὑμεῖς ἀδελφοί ἐστε· καὶ πατέρα μὴ καλέσητε ὑμῶν ἐπὶ τῆς γῆς, εἷς γάρ ἐστιν [gu]ὑμῶν ὁ πατὴρ ὁ [gv]οὐράνιος· 10 μηδὲ κληθῆτε καθηγηταί, [gw]ὅτι καθηγητὴς ὑμῶν ἐστιν εἷς ὁ χριστός· 11 ὁ δὲ μείζων ὑμῶν ἔσται ὑμῶν διάκονος. 12 ὅστις δὲ ὑψώσει ἑαυτὸν ταπεινωθήσεται, καὶ ὅστις ταπεινώσει ἑαυτὸν [gx]ὑψωθήσεται.

13 Οὐαὶ [gy]δὲ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι κλείετε τὴν βασιλείαν τῶν οὐρανῶν ἔμπροσθεν τῶν ἀνθρώπων· ὑμεῖς γὰρ οὐκ εἰσέρχεσθε, οὐδὲ τοὺς εἰσερχομένους ἀφίετε [gz]εἰσελθεῖν. 15 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι περιάγετε τὴν θάλασσαν καὶ τὴν ξηρὰν ποιῆσαι ἕνα προσήλυτον, καὶ ὅταν γένηται ποιεῖτε αὐτὸν υἱὸν γεέννης διπλότερον ὑμῶν.

16 Οὐαὶ ὑμῖν, ὁδηγοὶ τυφλοὶ οἱ λέγοντες· Ὃς ἂν ὀμόσῃ ἐν τῷ ναῷ, οὐδέν ἐστιν, ὃς δ’ ἂν ὀμόσῃ ἐν τῷ χρυσῷ τοῦ ναοῦ ὀφείλει. 17 μωροὶ καὶ τυφλοί, τίς γὰρ μείζων ἐστίν, ὁ χρυσὸς ἢ ὁ ναὸς ὁ [ha]ἁγιάσας τὸν χρυσόν; 18 καί· Ὃς [hb]ἂν ὀμόσῃ ἐν τῷ θυσιαστηρίῳ, οὐδέν ἐστιν, ὃς δ’ ἂν ὀμόσῃ ἐν τῷ δώρῳ τῷ ἐπάνω αὐτοῦ ὀφείλει. 19 [hc]τυφλοί, τί γὰρ μεῖζον, τὸ δῶρον ἢ τὸ θυσιαστήριον τὸ ἁγιάζον τὸ δῶρον; 20 ὁ οὖν ὀμόσας ἐν τῷ θυσιαστηρίῳ ὀμνύει ἐν αὐτῷ καὶ ἐν πᾶσι τοῖς ἐπάνω αὐτοῦ· 21 καὶ ὁ ὀμόσας ἐν τῷ ναῷ ὀμνύει ἐν αὐτῷ καὶ ἐν τῷ [hd]κατοικοῦντι αὐτόν· 22 καὶ ὁ ὀμόσας ἐν τῷ οὐρανῷ ὀμνύει ἐν τῷ θρόνῳ τοῦ θεοῦ καὶ ἐν τῷ καθημένῳ ἐπάνω αὐτοῦ.

23 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον καὶ τὸ ἄνηθον καὶ τὸ κύμινον, καὶ ἀφήκατε τὰ βαρύτερα τοῦ νόμου, τὴν κρίσιν καὶ [he]τὸ ἔλεος καὶ τὴν πίστιν· [hf]ταῦτα ἔδει ποιῆσαι κἀκεῖνα μὴ [hg]ἀφιέναι. 24 ὁδηγοὶ τυφλοί, [hh]οἱ διϋλίζοντες τὸν κώνωπα τὴν δὲ κάμηλον καταπίνοντες.

25 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι καθαρίζετε τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τῆς παροψίδος, ἔσωθεν δὲ γέμουσιν ἐξ ἁρπαγῆς καὶ [hi]ἀκρασίας. 26 Φαρισαῖε τυφλέ, καθάρισον πρῶτον τὸ ἐντὸς τοῦ ποτηρίου [hj]καὶ τῆς παροψίδος, ἵνα γένηται καὶ τὸ ἐκτὸς [hk]αὐτοῦ καθαρόν.

27 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι [hl]παρομοιάζετε τάφοις κεκονιαμένοις, οἵτινες ἔξωθεν μὲν φαίνονται ὡραῖοι ἔσωθεν δὲ γέμουσιν ὀστέων νεκρῶν καὶ πάσης ἀκαθαρσίας· 28 οὕτως καὶ ὑμεῖς ἔξωθεν μὲν φαίνεσθε τοῖς ἀνθρώποις δίκαιοι, ἔσωθεν δέ [hm]ἐστε μεστοὶ ὑποκρίσεως καὶ ἀνομίας.

29 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι οἰκοδομεῖτε τοὺς τάφους τῶν προφητῶν καὶ κοσμεῖτε τὰ μνημεῖα τῶν δικαίων, 30 καὶ λέγετε· Εἰ [hn]ἤμεθα ἐν ταῖς ἡμέραις τῶν πατέρων ἡμῶν, οὐκ ἂν [ho]ἤμεθα [hp]αὐτῶν κοινωνοὶ ἐν τῷ αἵματι τῶν προφητῶν· 31 ὥστε μαρτυρεῖτε ἑαυτοῖς ὅτι υἱοί ἐστε τῶν φονευσάντων τοὺς προφήτας. 32 καὶ ὑμεῖς πληρώσατε τὸ μέτρον τῶν πατέρων ὑμῶν. 33 ὄφεις γεννήματα ἐχιδνῶν, πῶς φύγητε ἀπὸ τῆς κρίσεως τῆς γεέννης; 34 διὰ τοῦτο ἰδοὺ ἐγὼ ἀποστέλλω πρὸς ὑμᾶς προφήτας καὶ σοφοὺς καὶ γραμματεῖς· [hq]ἐξ αὐτῶν ἀποκτενεῖτε καὶ σταυρώσετε, καὶ ἐξ αὐτῶν μαστιγώσετε ἐν ταῖς συναγωγαῖς ὑμῶν καὶ διώξετε ἀπὸ πόλεως εἰς πόλιν· 35 ὅπως ἔλθῃ ἐφ’ ὑμᾶς πᾶν αἷμα δίκαιον ἐκχυννόμενον ἐπὶ τῆς γῆς ἀπὸ τοῦ αἵματος Ἅβελ τοῦ δικαίου ἕως τοῦ αἵματος Ζαχαρίου υἱοῦ Βαραχίου, ὃν ἐφονεύσατε μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου. 36 ἀμὴν λέγω ὑμῖν, [hr]ἥξει [hs]ταῦτα πάντα ἐπὶ τὴν γενεὰν ταύτην.

37 Ἰερουσαλὴμ Ἰερουσαλήμ, ἡ [ht]ἀποκτείνουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν— ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον [hu]ὄρνις ἐπισυνάγει τὰ νοσσία [hv]αὐτῆς ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε; 38 ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν [hw]ἔρημος. 39 λέγω γὰρ ὑμῖν, οὐ μή με ἴδητε ἀπ’ ἄρτι ἕως ἂν εἴπητε· Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου.

24 Καὶ ἐξελθὼν ὁ Ἰησοῦς [hx]ἀπὸ τοῦ ἱεροῦ ἐπορεύετο, καὶ προσῆλθον οἱ μαθηταὶ αὐτοῦ ἐπιδεῖξαι αὐτῷ τὰς οἰκοδομὰς τοῦ ἱεροῦ· ὁ δὲ [hy]ἀποκριθεὶς εἶπεν αὐτοῖς· Οὐ βλέπετε [hz]ταῦτα πάντα; ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀφεθῇ ὧδε λίθος ἐπὶ λίθον ὃς οὐ καταλυθήσεται.

Καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ Ὄρους τῶν Ἐλαιῶν προσῆλθον αὐτῷ οἱ μαθηταὶ κατ’ ἰδίαν λέγοντες· Εἰπὸν ἡμῖν πότε ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον τῆς σῆς παρουσίας [ia]καὶ συντελείας τοῦ αἰῶνος. καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Βλέπετε μή τις ὑμᾶς πλανήσῃ· πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες· Ἐγώ εἰμι ὁ χριστός, καὶ πολλοὺς πλανήσουσιν. μελλήσετε δὲ ἀκούειν πολέμους καὶ ἀκοὰς πολέμων· ὁρᾶτε, μὴ θροεῖσθε· δεῖ [ib]γὰρ γενέσθαι, ἀλλ’ οὔπω ἐστὶν τὸ τέλος. ἐγερθήσεται γὰρ ἔθνος ἐπὶ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν, καὶ ἔσονται [ic]λιμοὶ καὶ σεισμοὶ κατὰ τόπους· πάντα δὲ ταῦτα ἀρχὴ ὠδίνων.

Τότε παραδώσουσιν ὑμᾶς εἰς θλῖψιν καὶ ἀποκτενοῦσιν ὑμᾶς, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων τῶν ἐθνῶν διὰ τὸ ὄνομά μου. 10 καὶ τότε σκανδαλισθήσονται πολλοὶ καὶ ἀλλήλους παραδώσουσιν καὶ μισήσουσιν ἀλλήλους· 11 καὶ πολλοὶ ψευδοπροφῆται ἐγερθήσονται καὶ πλανήσουσιν πολλούς· 12 καὶ διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν. 13 ὁ δὲ ὑπομείνας εἰς τέλος οὗτος σωθήσεται. 14 καὶ κηρυχθήσεται τοῦτο τὸ εὐαγγέλιον τῆς βασιλείας ἐν ὅλῃ τῇ οἰκουμένῃ εἰς μαρτύριον πᾶσιν τοῖς ἔθνεσιν, καὶ τότε ἥξει τὸ τέλος.

15 Ὅταν οὖν ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως τὸ ῥηθὲν διὰ Δανιὴλ τοῦ προφήτου [id]ἑστὸς ἐν τόπῳ ἁγίῳ, ὁ ἀναγινώσκων νοείτω, 16 τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν [ie]ἐπὶ τὰ ὄρη, 17 ὁ ἐπὶ τοῦ δώματος μὴ [if]καταβάτω ἆραι τὰ ἐκ τῆς οἰκίας αὐτοῦ, 18 καὶ ὁ ἐν τῷ ἀγρῷ μὴ ἐπιστρεψάτω ὀπίσω ἆραι [ig]τὸ ἱμάτιον αὐτοῦ. 19 οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις. 20 προσεύχεσθε δὲ ἵνα μὴ γένηται ἡ φυγὴ ὑμῶν χειμῶνος μηδὲ σαββάτῳ· 21 ἔσται γὰρ τότε θλῖψις μεγάλη οἵα οὐ γέγονεν ἀπ’ ἀρχῆς κόσμου ἕως τοῦ νῦν οὐδ’ οὐ μὴ γένηται. 22 καὶ εἰ μὴ ἐκολοβώθησαν αἱ ἡμέραι ἐκεῖναι, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ· διὰ δὲ τοὺς ἐκλεκτοὺς κολοβωθήσονται αἱ ἡμέραι ἐκεῖναι. 23 τότε ἐάν τις ὑμῖν εἴπῃ· Ἰδοὺ ὧδε ὁ χριστός, ἤ· Ὧδε, μὴ πιστεύσητε· 24 ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται, καὶ δώσουσιν σημεῖα μεγάλα καὶ τέρατα ὥστε [ih]πλανῆσαι εἰ δυνατὸν καὶ τοὺς ἐκλεκτούς· 25 ἰδοὺ προείρηκα ὑμῖν. 26 ἐὰν οὖν εἴπωσιν ὑμῖν· Ἰδοὺ ἐν τῇ ἐρήμῳ ἐστίν, μὴ ἐξέλθητε· Ἰδοὺ ἐν τοῖς ταμείοις, μὴ πιστεύσητε· 27 ὥσπερ γὰρ ἡ ἀστραπὴ ἐξέρχεται ἀπὸ ἀνατολῶν καὶ φαίνεται ἕως δυσμῶν, οὕτως [ii]ἔσται ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου· 28 [ij]ὅπου ἐὰν ᾖ τὸ πτῶμα, ἐκεῖ συναχθήσονται οἱ ἀετοί.

29 Εὐθέως δὲ μετὰ τὴν θλῖψιν τῶν ἡμερῶν ἐκείνων ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς, καὶ οἱ ἀστέρες πεσοῦνται ἀπὸ τοῦ οὐρανοῦ, καὶ αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται. 30 καὶ τότε φανήσεται τὸ σημεῖον τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἐν [ik]τῷ οὐρανῷ, καὶ τότε κόψονται πᾶσαι αἱ φυλαὶ τῆς γῆς καὶ ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ μετὰ δυνάμεως καὶ δόξης πολλῆς· 31 καὶ ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ μετὰ [il]σάλπιγγος μεγάλης, καὶ ἐπισυνάξουσιν τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων ἀπ’ ἄκρων οὐρανῶν ἕως [im]τῶν ἄκρων αὐτῶν.

32 Ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν· ὅταν ἤδη ὁ κλάδος αὐτῆς γένηται ἁπαλὸς καὶ τὰ φύλλα ἐκφύῃ, γινώσκετε ὅτι ἐγγὺς τὸ θέρος· 33 οὕτως καὶ ὑμεῖς, ὅταν ἴδητε [in]πάντα ταῦτα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις. 34 ἀμὴν λέγω ὑμῖν [io]ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη ἕως ἂν πάντα ταῦτα γένηται. 35 ὁ οὐρανὸς καὶ ἡ γῆ [ip]παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν.

36 Περὶ δὲ τῆς ἡμέρας ἐκείνης καὶ ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι τῶν οὐρανῶν [iq]οὐδὲ ὁ υἱός, εἰ μὴ ὁ [ir]πατὴρ μόνος. 37 ὥσπερ [is]γὰρ αἱ ἡμέραι τοῦ Νῶε, οὕτως [it]ἔσται ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου· 38 [iu]ὡς γὰρ ἦσαν ἐν ταῖς [iv]ἡμέραις ταῖς πρὸ τοῦ κατακλυσμοῦ τρώγοντες καὶ πίνοντες, γαμοῦντες καὶ [iw]γαμίζοντες, ἄχρι ἧς ἡμέρας εἰσῆλθεν Νῶε εἰς τὴν κιβωτόν, 39 καὶ οὐκ ἔγνωσαν ἕως ἦλθεν ὁ κατακλυσμὸς καὶ ἦρεν ἅπαντας, οὕτως ἔσται [ix]καὶ ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου. 40 τότε [iy]δύο ἔσονται ἐν τῷ ἀγρῷ, [iz]εἷς παραλαμβάνεται καὶ [ja]εἷς ἀφίεται· 41 δύο ἀλήθουσαι ἐν τῷ [jb]μύλῳ, μία παραλαμβάνεται καὶ μία ἀφίεται. 42 γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε ποίᾳ [jc]ἡμέρᾳ ὁ κύριος ὑμῶν ἔρχεται. 43 ἐκεῖνο δὲ γινώσκετε ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ φυλακῇ ὁ κλέπτης ἔρχεται, ἐγρηγόρησεν ἂν καὶ οὐκ ἂν εἴασεν διορυχθῆναι τὴν οἰκίαν αὐτοῦ. 44 διὰ τοῦτο καὶ ὑμεῖς γίνεσθε ἕτοιμοι, ὅτι ᾗ [jd]οὐ δοκεῖτε ὥρᾳ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.

45 Τίς ἄρα ἐστὶν ὁ πιστὸς δοῦλος καὶ φρόνιμος ὃν κατέστησεν ὁ [je]κύριος ἐπὶ τῆς [jf]οἰκετείας αὐτοῦ τοῦ [jg]δοῦναι αὐτοῖς τὴν τροφὴν ἐν καιρῷ; 46 μακάριος ὁ δοῦλος ἐκεῖνος ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει [jh]οὕτως ποιοῦντα· 47 ἀμὴν λέγω ὑμῖν ὅτι ἐπὶ πᾶσιν τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν. 48 ἐὰν δὲ εἴπῃ ὁ κακὸς δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ· Χρονίζει [ji]μου ὁ κύριος, 49 καὶ ἄρξηται τύπτειν τοὺς συνδούλους [jj]αὐτοῦ, ἐσθίῃ δὲ καὶ πίνῃ μετὰ τῶν μεθυόντων, 50 ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει, 51 καὶ διχοτομήσει αὐτὸν καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ὑποκριτῶν θήσει· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.

25 Τότε ὁμοιωθήσεται ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας [jk]ἑαυτῶν ἐξῆλθον εἰς [jl]ὑπάντησιν τοῦ νυμφίου. πέντε δὲ [jm]ἐξ αὐτῶν ἦσαν [jn]μωραὶ καὶ πέντε φρόνιμοι. [jo]αἱ γὰρ μωραὶ λαβοῦσαι τὰς λαμπάδας αὐτῶν οὐκ ἔλαβον μεθ’ ἑαυτῶν ἔλαιον· αἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς [jp]ἀγγείοις μετὰ τῶν λαμπάδων [jq]ἑαυτῶν. χρονίζοντος δὲ τοῦ νυμφίου ἐνύσταξαν πᾶσαι καὶ ἐκάθευδον. μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν· Ἰδοὺ ὁ [jr]νυμφίος, ἐξέρχεσθε εἰς ἀπάντησιν [js]αὐτοῦ. τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι καὶ ἐκόσμησαν τὰς λαμπάδας [jt]ἑαυτῶν. αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπαν· Δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται. ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι λέγουσαι· Μήποτε [ju]οὐ μὴ ἀρκέσῃ ἡμῖν καὶ ὑμῖν· [jv]πορεύεσθε μᾶλλον πρὸς τοὺς πωλοῦντας καὶ ἀγοράσατε ἑαυταῖς. 10 ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι ἦλθεν ὁ νυμφίος, καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετ’ αὐτοῦ εἰς τοὺς γάμους, καὶ ἐκλείσθη ἡ θύρα. 11 ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι λέγουσαι· Κύριε κύριε, ἄνοιξον ἡμῖν· 12 ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. 13 γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν [jw]ὥραν.

14 Ὥσπερ γὰρ ἄνθρωπος ἀποδημῶν ἐκάλεσεν τοὺς ἰδίους δούλους καὶ παρέδωκεν αὐτοῖς τὰ ὑπάρχοντα αὐτοῦ, 15 καὶ ᾧ μὲν ἔδωκεν πέντε τάλαντα ᾧ δὲ δύο ᾧ δὲ ἕν, ἑκάστῳ κατὰ τὴν ἰδίαν δύναμιν, καὶ ἀπεδήμησεν. εὐθέως 16 [jx]πορευθεὶς ὁ τὰ πέντε τάλαντα λαβὼν ἠργάσατο ἐν αὐτοῖς καὶ [jy]ἐκέρδησεν ἄλλα [jz]πέντε· 17 [ka]ὡσαύτως ὁ τὰ δύο [kb]ἐκέρδησεν ἄλλα δύο· 18 ὁ δὲ τὸ ἓν λαβὼν ἀπελθὼν ὤρυξεν [kc]γῆν καὶ [kd]ἔκρυψεν τὸ ἀργύριον τοῦ κυρίου αὐτοῦ. 19 μετὰ δὲ [ke]πολὺν χρόνον ἔρχεται ὁ κύριος τῶν δούλων ἐκείνων καὶ συναίρει [kf]λόγον μετ’ αὐτῶν 20 καὶ προσελθὼν ὁ τὰ πέντε τάλαντα λαβὼν προσήνεγκεν ἄλλα πέντε τάλαντα λέγων· Κύριε, πέντε τάλαντά μοι παρέδωκας· ἴδε ἄλλα πέντε τάλαντα [kg]ἐκέρδησα. 21 [kh]ἔφη αὐτῷ ὁ κύριος αὐτοῦ· Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ, ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου. 22 προσελθὼν [ki]δὲ καὶ ὁ τὰ δύο [kj]τάλαντα εἶπεν· Κύριε, δύο τάλαντά μοι παρέδωκας· ἴδε ἄλλα δύο τάλαντα [kk]ἐκέρδησα. 23 ἔφη αὐτῷ ὁ κύριος αὐτοῦ· Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ, ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου. 24 προσελθὼν δὲ καὶ ὁ τὸ ἓν τάλαντον εἰληφὼς εἶπεν· Κύριε, ἔγνων σε ὅτι σκληρὸς εἶ ἄνθρωπος, θερίζων ὅπου οὐκ ἔσπειρας καὶ συνάγων ὅθεν οὐ διεσκόρπισας· 25 καὶ φοβηθεὶς ἀπελθὼν ἔκρυψα τὸ τάλαντόν σου ἐν τῇ γῇ· ἴδε ἔχεις τὸ σόν. 26 ἀποκριθεὶς δὲ ὁ κύριος αὐτοῦ εἶπεν αὐτῷ· Πονηρὲ δοῦλε καὶ ὀκνηρέ, ᾔδεις ὅτι θερίζω ὅπου οὐκ ἔσπειρα καὶ συνάγω ὅθεν οὐ διεσκόρπισα; 27 ἔδει [kl]σε οὖν βαλεῖν [km]τὰ ἀργύριά μου τοῖς τραπεζίταις, καὶ ἐλθὼν ἐγὼ ἐκομισάμην ἂν τὸ ἐμὸν σὺν τόκῳ. 28 ἄρατε οὖν ἀπ’ αὐτοῦ τὸ τάλαντον καὶ δότε τῷ ἔχοντι τὰ δέκα τάλαντα· 29 τῷ γὰρ ἔχοντι παντὶ δοθήσεται καὶ περισσευθήσεται· [kn]τοῦ δὲ μὴ ἔχοντος καὶ ὃ ἔχει ἀρθήσεται ἀπ’ αὐτοῦ. 30 καὶ τὸν ἀχρεῖον δοῦλον ἐκβάλετε εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.

31 Ὅταν δὲ ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ καὶ πάντες [ko]οἱ ἄγγελοι μετ’ αὐτοῦ, τότε καθίσει ἐπὶ θρόνου δόξης αὐτοῦ· 32 καὶ [kp]συναχθήσονται ἔμπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη, καὶ ἀφορίσει αὐτοὺς ἀπ’ ἀλλήλων, ὥσπερ ὁ ποιμὴν ἀφορίζει τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων, 33 καὶ στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν αὐτοῦ τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων. 34 τότε ἐρεῖ ὁ βασιλεὺς τοῖς ἐκ δεξιῶν αὐτοῦ· Δεῦτε, οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. 35 ἐπείνασα γὰρ καὶ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα καὶ ἐποτίσατέ με, ξένος ἤμην καὶ συνηγάγετέ με, 36 γυμνὸς καὶ περιεβάλετέ με, ἠσθένησα καὶ ἐπεσκέψασθέ με, ἐν φυλακῇ ἤμην καὶ ἤλθατε πρός με. 37 τότε ἀποκριθήσονται αὐτῷ οἱ δίκαιοι λέγοντες· Κύριε, πότε σε εἴδομεν πεινῶντα καὶ ἐθρέψαμεν, ἢ διψῶντα καὶ ἐποτίσαμεν; 38 πότε δέ σε εἴδομεν ξένον καὶ συνηγάγομεν, ἢ γυμνὸν καὶ περιεβάλομεν; 39 πότε δέ σε εἴδομεν [kq]ἀσθενοῦντα ἢ ἐν φυλακῇ καὶ ἤλθομεν πρός σε; 40 καὶ ἀποκριθεὶς ὁ βασιλεὺς ἐρεῖ αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν, ἐφ’ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε. 41 τότε ἐρεῖ καὶ τοῖς ἐξ εὐωνύμων· Πορεύεσθε ἀπ’ ἐμοῦ [kr]οἱ κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. 42 ἐπείνασα γὰρ καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν, [ks]ἐδίψησα καὶ οὐκ ἐποτίσατέ με, 43 ξένος ἤμην καὶ οὐ συνηγάγετέ με, γυμνὸς καὶ οὐ περιεβάλετέ με, ἀσθενὴς καὶ ἐν φυλακῇ καὶ οὐκ ἐπεσκέψασθέ με. 44 τότε ἀποκριθήσονται καὶ αὐτοὶ λέγοντες· Κύριε, πότε σε εἴδομεν πεινῶντα ἢ διψῶντα ἢ ξένον ἢ γυμνὸν ἢ ἀσθενῆ ἢ ἐν φυλακῇ καὶ οὐ διηκονήσαμέν σοι; 45 τότε ἀποκριθήσεται αὐτοῖς λέγων· Ἀμὴν λέγω ὑμῖν, ἐφ’ ὅσον οὐκ ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, οὐδὲ ἐμοὶ ἐποιήσατε. 46 καὶ ἀπελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον, οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον.

26 Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς πάντας τοὺς λόγους τούτους, εἶπεν τοῖς μαθηταῖς αὐτοῦ· Οἴδατε ὅτι μετὰ δύο ἡμέρας τὸ πάσχα γίνεται, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς τὸ σταυρωθῆναι.

Τότε συνήχθησαν οἱ [kt]ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως τοῦ λεγομένου Καϊάφα, καὶ συνεβουλεύσαντο ἵνα τὸν Ἰησοῦν δόλῳ κρατήσωσιν καὶ ἀποκτείνωσιν· ἔλεγον δέ· Μὴ ἐν τῇ ἑορτῇ, ἵνα μὴ θόρυβος γένηται ἐν τῷ λαῷ.

Τοῦ δὲ Ἰησοῦ γενομένου ἐν Βηθανίᾳ ἐν οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ, προσῆλθεν αὐτῷ γυνὴ [ku]ἔχουσα ἀλάβαστρον μύρου βαρυτίμου καὶ κατέχεεν ἐπὶ [kv]τῆς κεφαλῆς αὐτοῦ ἀνακειμένου. ἰδόντες δὲ οἱ [kw]μαθηταὶ ἠγανάκτησαν λέγοντες· Εἰς τί ἡ ἀπώλεια αὕτη; ἐδύνατο γὰρ [kx]τοῦτο πραθῆναι πολλοῦ καὶ δοθῆναι πτωχοῖς. 10 γνοὺς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Τί κόπους παρέχετε τῇ γυναικί; ἔργον γὰρ καλὸν ἠργάσατο εἰς ἐμέ· 11 πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεθ’ ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε· 12 βαλοῦσα γὰρ αὕτη τὸ μύρον τοῦτο ἐπὶ τοῦ σώματός μου πρὸς τὸ ἐνταφιάσαι με ἐποίησεν. 13 ἀμὴν λέγω ὑμῖν, ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο ἐν ὅλῳ τῷ κόσμῳ, λαληθήσεται καὶ ὃ ἐποίησεν αὕτη εἰς μνημόσυνον αὐτῆς.

14 Τότε πορευθεὶς εἷς τῶν δώδεκα, ὁ λεγόμενος Ἰούδας Ἰσκαριώτης, πρὸς τοὺς ἀρχιερεῖς 15 εἶπεν· Τί θέλετέ μοι δοῦναι κἀγὼ ὑμῖν παραδώσω αὐτόν; οἱ δὲ ἔστησαν αὐτῷ τριάκοντα ἀργύρια. 16 καὶ ἀπὸ τότε ἐζήτει εὐκαιρίαν ἵνα αὐτὸν παραδῷ.

17 Τῇ δὲ πρώτῃ τῶν ἀζύμων προσῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ [ky]λέγοντες· Ποῦ θέλεις [kz]ἑτοιμάσωμέν σοι φαγεῖν τὸ πάσχα; 18 ὁ δὲ εἶπεν· Ὑπάγετε εἰς τὴν πόλιν πρὸς τὸν δεῖνα καὶ εἴπατε αὐτῷ· Ὁ διδάσκαλος λέγει· Ὁ καιρός μου ἐγγύς ἐστιν· πρὸς σὲ ποιῶ τὸ πάσχα μετὰ τῶν μαθητῶν μου. 19 καὶ ἐποίησαν οἱ μαθηταὶ ὡς συνέταξεν αὐτοῖς ὁ Ἰησοῦς, καὶ ἡτοίμασαν τὸ πάσχα.

20 Ὀψίας δὲ γενομένης ἀνέκειτο μετὰ τῶν δώδεκα [la]μαθητῶν 21 καὶ ἐσθιόντων αὐτῶν εἶπεν· Ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με. 22 καὶ λυπούμενοι σφόδρα ἤρξαντο λέγειν αὐτῷ [lb]εἷς ἕκαστος· Μήτι ἐγώ εἰμι, κύριε; 23 ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ὁ ἐμβάψας μετ’ ἐμοῦ [lc]τὴν χεῖρα ἐν τῷ τρυβλίῳ οὗτός με παραδώσει· 24 ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτοῦ, οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ δι’ οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος. 25 ἀποκριθεὶς δὲ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν εἶπεν· Μήτι ἐγώ εἰμι, ῥαββί; λέγει αὐτῷ· Σὺ εἶπας.

26 Ἐσθιόντων δὲ αὐτῶν λαβὼν ὁ Ἰησοῦς [ld]ἄρτον καὶ [le]εὐλογήσας ἔκλασεν καὶ [lf]δοὺς τοῖς μαθηταῖς εἶπεν· Λάβετε φάγετε, τοῦτό ἐστιν τὸ σῶμά μου. 27 καὶ [lg]λαβὼν ποτήριον καὶ εὐχαριστήσας ἔδωκεν αὐτοῖς λέγων· Πίετε ἐξ αὐτοῦ πάντες, 28 τοῦτο γάρ ἐστιν τὸ αἷμά [lh]μου [li]τῆς διαθήκης τὸ περὶ πολλῶν ἐκχυννόμενον εἰς ἄφεσιν ἁμαρτιῶν· 29 λέγω δὲ [lj]ὑμῖν, οὐ μὴ πίω ἀπ’ ἄρτι ἐκ τούτου τοῦ γενήματος τῆς ἀμπέλου ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω μεθ’ ὑμῶν καινὸν ἐν τῇ βασιλείᾳ τοῦ πατρός μου. 30 καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν.

31 Τότε λέγει αὐτοῖς ὁ Ἰησοῦς· Πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ, γέγραπται γάρ· Πατάξω τὸν ποιμένα, καὶ [lk]διασκορπισθήσονται τὰ πρόβατα τῆς ποίμνης· 32 μετὰ δὲ τὸ ἐγερθῆναί με προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν. 33 ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν αὐτῷ· Εἰ πάντες σκανδαλισθήσονται ἐν σοί, [ll]ἐγὼ οὐδέποτε σκανδαλισθήσομαι. 34 ἔφη αὐτῷ ὁ Ἰησοῦς· Ἀμὴν λέγω σοι ὅτι ἐν ταύτῃ τῇ νυκτὶ πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με. 35 λέγει αὐτῷ ὁ Πέτρος· Κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν, οὐ μή σε [lm]ἀπαρνήσομαι. [ln]ὁμοίως καὶ πάντες οἱ μαθηταὶ εἶπαν.

36 Τότε ἔρχεται μετ’ αὐτῶν ὁ Ἰησοῦς εἰς χωρίον λεγόμενον Γεθσημανὶ, καὶ λέγει τοῖς μαθηταῖς· Καθίσατε αὐτοῦ ἕως οὗ ἀπελθὼν [lo]ἐκεῖ προσεύξωμαι. 37 καὶ παραλαβὼν τὸν Πέτρον καὶ τοὺς δύο υἱοὺς Ζεβεδαίου ἤρξατο λυπεῖσθαι καὶ ἀδημονεῖν. 38 τότε λέγει [lp]αὐτοῖς· Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· μείνατε ὧδε καὶ γρηγορεῖτε μετ’ ἐμοῦ. 39 καὶ [lq]προελθὼν μικρὸν ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ προσευχόμενος καὶ λέγων· Πάτερ μου, εἰ δυνατόν ἐστιν, παρελθάτω ἀπ’ ἐμοῦ τὸ ποτήριον τοῦτο· πλὴν οὐχ ὡς ἐγὼ θέλω ἀλλ’ ὡς σύ. 40 καὶ ἔρχεται πρὸς τοὺς μαθητὰς καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ· Οὕτως οὐκ ἰσχύσατε μίαν ὥραν γρηγορῆσαι μετ’ ἐμοῦ; 41 γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν· τὸ μὲν πνεῦμα πρόθυμον ἡ δὲ σὰρξ ἀσθενής. 42 πάλιν ἐκ δευτέρου ἀπελθὼν προσηύξατο λέγων· Πάτερ μου, εἰ οὐ δύναται [lr]τοῦτο [ls]παρελθεῖν ἐὰν μὴ αὐτὸ πίω, γενηθήτω τὸ θέλημά σου. 43 καὶ ἐλθὼν [lt]πάλιν εὗρεν αὐτοὺς καθεύδοντας, ἦσαν γὰρ αὐτῶν οἱ ὀφθαλμοὶ βεβαρημένοι. 44 καὶ ἀφεὶς αὐτοὺς [lu]πάλιν ἀπελθὼν προσηύξατο ἐκ τρίτου τὸν αὐτὸν λόγον εἰπὼν [lv]πάλιν. 45 τότε ἔρχεται πρὸς τοὺς [lw]μαθητὰς καὶ λέγει αὐτοῖς· Καθεύδετε [lx]τὸ λοιπὸν καὶ ἀναπαύεσθε· ἰδοὺ ἤγγικεν ἡ ὥρα καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἁμαρτωλῶν. 46 ἐγείρεσθε ἄγωμεν· ἰδοὺ ἤγγικεν ὁ παραδιδούς με.

47 Καὶ ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ Ἰούδας εἷς τῶν δώδεκα ἦλθεν καὶ μετ’ αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων ἀπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων τοῦ λαοῦ. 48 ὁ δὲ παραδιδοὺς αὐτὸν ἔδωκεν αὐτοῖς σημεῖον λέγων· Ὃν ἂν φιλήσω αὐτός ἐστιν· κρατήσατε αὐτόν. 49 καὶ εὐθέως προσελθὼν τῷ Ἰησοῦ εἶπεν· Χαῖρε, ῥαββί· καὶ κατεφίλησεν αὐτόν. 50 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ· Ἑταῖρε, ἐφ’ [ly]ὃ πάρει. τότε προσελθόντες ἐπέβαλον τὰς χεῖρας ἐπὶ τὸν Ἰησοῦν καὶ ἐκράτησαν αὐτόν. 51 καὶ ἰδοὺ εἷς τῶν μετὰ Ἰησοῦ ἐκτείνας τὴν χεῖρα ἀπέσπασεν τὴν μάχαιραν αὐτοῦ καὶ πατάξας τὸν δοῦλον τοῦ ἀρχιερέως ἀφεῖλεν αὐτοῦ τὸ ὠτίον. 52 τότε λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἀπόστρεψον [lz]τὴν μάχαιράν σου εἰς τὸν τόπον αὐτῆς, πάντες γὰρ οἱ λαβόντες μάχαιραν ἐν μαχαίρῃ [ma]ἀπολοῦνται· 53 ἢ δοκεῖς ὅτι οὐ [mb]δύναμαι παρακαλέσαι τὸν πατέρα μου, καὶ παραστήσει μοι [mc]ἄρτι πλείω δώδεκα λεγιῶνας ἀγγέλων; 54 πῶς οὖν πληρωθῶσιν αἱ γραφαὶ ὅτι οὕτως δεῖ γενέσθαι; 55 ἐν ἐκείνῃ τῇ ὥρᾳ εἶπεν ὁ Ἰησοῦς τοῖς ὄχλοις· Ὡς ἐπὶ λῃστὴν ἐξήλθατε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με; καθ’ [md]ἡμέραν [me]ἐν τῷ ἱερῷ ἐκαθεζόμην διδάσκων καὶ οὐκ ἐκρατήσατέ με. 56 τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῶσιν αἱ γραφαὶ τῶν προφητῶν. τότε οἱ μαθηταὶ πάντες ἀφέντες αὐτὸν ἔφυγον.

57 Οἱ δὲ κρατήσαντες τὸν Ἰησοῦν ἀπήγαγον πρὸς Καϊάφαν τὸν ἀρχιερέα, ὅπου οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι συνήχθησαν. 58 ὁ δὲ Πέτρος ἠκολούθει αὐτῷ ἀπὸ μακρόθεν ἕως τῆς αὐλῆς τοῦ ἀρχιερέως, καὶ εἰσελθὼν ἔσω ἐκάθητο μετὰ τῶν ὑπηρετῶν ἰδεῖν τὸ τέλος. 59 οἱ δὲ ἀρχιερεῖς [mf]καὶ τὸ συνέδριον ὅλον ἐζήτουν ψευδομαρτυρίαν κατὰ τοῦ Ἰησοῦ ὅπως [mg]αὐτὸν θανατώσωσιν, 60 καὶ οὐχ εὗρον [mh]πολλῶν προσελθόντων ψευδομαρτύρων. ὕστερον δὲ προσελθόντες δύο 61 εἶπαν· Οὗτος ἔφη· Δύναμαι καταλῦσαι τὸν ναὸν τοῦ θεοῦ καὶ διὰ τριῶν ἡμερῶν [mi]οἰκοδομῆσαι. 62 καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ· Οὐδὲν ἀποκρίνῃ; τί οὗτοί σου καταμαρτυροῦσιν; 63 ὁ δὲ Ἰησοῦς ἐσιώπα. [mj]καὶ ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ· Ἐξορκίζω σε κατὰ τοῦ θεοῦ τοῦ ζῶντος ἵνα ἡμῖν εἴπῃς εἰ σὺ εἶ ὁ χριστὸς ὁ υἱὸς τοῦ θεοῦ. 64 λέγει αὐτῷ ὁ Ἰησοῦς· Σὺ εἶπας· πλὴν λέγω ὑμῖν, ἀπ’ ἄρτι ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ. 65 τότε ὁ ἀρχιερεὺς διέρρηξεν τὰ ἱμάτια αὐτοῦ [mk]λέγων· Ἐβλασφήμησεν· τί ἔτι χρείαν ἔχομεν μαρτύρων; ἴδε νῦν ἠκούσατε τὴν [ml]βλασφημίαν· 66 τί ὑμῖν δοκεῖ; οἱ δὲ ἀποκριθέντες εἶπαν· Ἔνοχος θανάτου ἐστίν. 67 τότε ἐνέπτυσαν εἰς τὸ πρόσωπον αὐτοῦ καὶ ἐκολάφισαν αὐτόν, οἱ δὲ ἐράπισαν 68 λέγοντες· Προφήτευσον ἡμῖν, χριστέ, τίς ἐστιν ὁ παίσας σε;

69 Ὁ δὲ Πέτρος [mm]ἐκάθητο ἔξω ἐν τῇ αὐλῇ· καὶ προσῆλθεν αὐτῷ μία παιδίσκη λέγουσα· Καὶ σὺ ἦσθα μετὰ Ἰησοῦ τοῦ Γαλιλαίου· 70 ὁ δὲ ἠρνήσατο [mn]ἔμπροσθεν πάντων λέγων· Οὐκ οἶδα τί λέγεις. 71 ἐξελθόντα [mo]δὲ εἰς τὸν πυλῶνα εἶδεν αὐτὸν ἄλλη καὶ λέγει [mp]τοῖς ἐκεῖ· [mq]Οὗτος ἦν μετὰ Ἰησοῦ τοῦ Ναζωραίου· 72 καὶ πάλιν ἠρνήσατο μετὰ ὅρκου ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον. 73 μετὰ μικρὸν δὲ προσελθόντες οἱ ἑστῶτες εἶπον τῷ Πέτρῳ· Ἀληθῶς καὶ σὺ ἐξ αὐτῶν εἶ, καὶ γὰρ ἡ λαλιά σου δῆλόν σε ποιεῖ· 74 τότε ἤρξατο καταθεματίζειν καὶ ὀμνύειν ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον. καὶ [mr]εὐθέως ἀλέκτωρ ἐφώνησεν· 75 καὶ ἐμνήσθη ὁ Πέτρος τοῦ [ms]ῥήματος Ἰησοῦ [mt]εἰρηκότος ὅτι Πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με, καὶ ἐξελθὼν ἔξω ἔκλαυσεν πικρῶς.

27 Πρωΐας δὲ γενομένης συμβούλιον ἔλαβον πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ κατὰ τοῦ Ἰησοῦ ὥστε θανατῶσαι αὐτόν· καὶ δήσαντες αὐτὸν ἀπήγαγον καὶ [mu]παρέδωκαν Πιλάτῳ τῷ ἡγεμόνι.

Τότε ἰδὼν Ἰούδας ὁ [mv]παραδιδοὺς αὐτὸν ὅτι κατεκρίθη μεταμεληθεὶς [mw]ἔστρεψεν τὰ τριάκοντα ἀργύρια τοῖς ἀρχιερεῦσιν [mx]καὶ πρεσβυτέροις λέγων· Ἥμαρτον παραδοὺς αἷμα [my]ἀθῷον. οἱ δὲ εἶπαν· Τί πρὸς ἡμᾶς; σὺ [mz]ὄψῃ. καὶ ῥίψας τὰ ἀργύρια [na]εἰς τὸν ναὸν ἀνεχώρησεν, καὶ ἀπελθὼν ἀπήγξατο. οἱ δὲ ἀρχιερεῖς λαβόντες τὰ ἀργύρια εἶπαν· Οὐκ ἔξεστιν βαλεῖν αὐτὰ εἰς τὸν κορβανᾶν, ἐπεὶ τιμὴ αἵματός ἐστιν· συμβούλιον δὲ λαβόντες ἠγόρασαν ἐξ αὐτῶν τὸν Ἀγρὸν τοῦ Κεραμέως εἰς ταφὴν τοῖς ξένοις. διὸ ἐκλήθη ὁ ἀγρὸς ἐκεῖνος Ἀγρὸς Αἵματος ἕως τῆς σήμερον. τότε ἐπληρώθη τὸ ῥηθὲν διὰ Ἰερεμίου τοῦ προφήτου λέγοντος· Καὶ ἔλαβον τὰ τριάκοντα ἀργύρια, τὴν τιμὴν τοῦ τετιμημένου ὃν ἐτιμήσαντο ἀπὸ υἱῶν Ἰσραήλ, 10 καὶ ἔδωκαν αὐτὰ εἰς τὸν ἀγρὸν τοῦ κεραμέως, καθὰ συνέταξέν μοι κύριος.

11 Ὁ δὲ Ἰησοῦς [nb]ἐστάθη ἔμπροσθεν τοῦ ἡγεμόνος· καὶ ἐπηρώτησεν αὐτὸν ὁ ἡγεμὼν λέγων· Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; ὁ δὲ Ἰησοῦς [nc]ἔφη· Σὺ λέγεις. 12 καὶ ἐν τῷ κατηγορεῖσθαι αὐτὸν ὑπὸ τῶν ἀρχιερέων [nd]καὶ πρεσβυτέρων οὐδὲν ἀπεκρίνατο. 13 τότε λέγει αὐτῷ ὁ Πιλᾶτος· Οὐκ ἀκούεις πόσα σου καταμαρτυροῦσιν; 14 καὶ οὐκ ἀπεκρίθη αὐτῷ πρὸς οὐδὲ ἓν ῥῆμα, ὥστε θαυμάζειν τὸν ἡγεμόνα λίαν.

15 Κατὰ δὲ ἑορτὴν εἰώθει ὁ ἡγεμὼν ἀπολύειν ἕνα τῷ ὄχλῳ δέσμιον ὃν ἤθελον. 16 εἶχον δὲ τότε δέσμιον ἐπίσημον λεγόμενον [ne]Ἰησοῦν Βαραββᾶν. 17 συνηγμένων οὖν αὐτῶν εἶπεν αὐτοῖς ὁ Πιλᾶτος· Τίνα θέλετε ἀπολύσω ὑμῖν, [nf]Ἰησοῦν τὸν Βαραββᾶν ἢ Ἰησοῦν τὸν λεγόμενον χριστόν; 18 ᾔδει γὰρ ὅτι διὰ φθόνον παρέδωκαν αὐτόν. 19 Καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ βήματος ἀπέστειλεν πρὸς αὐτὸν ἡ γυνὴ αὐτοῦ λέγουσα· Μηδὲν σοὶ καὶ τῷ δικαίῳ ἐκείνῳ, πολλὰ γὰρ ἔπαθον σήμερον κατ’ ὄναρ δι’ αὐτόν. 20 Οἱ δὲ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι ἔπεισαν τοὺς ὄχλους ἵνα αἰτήσωνται τὸν Βαραββᾶν τὸν δὲ Ἰησοῦν ἀπολέσωσιν. 21 ἀποκριθεὶς δὲ ὁ ἡγεμὼν εἶπεν αὐτοῖς· Τίνα θέλετε ἀπὸ τῶν δύο ἀπολύσω ὑμῖν; οἱ δὲ εἶπαν· [ng]Τὸν Βαραββᾶν. 22 λέγει αὐτοῖς ὁ Πιλᾶτος· Τί οὖν ποιήσω Ἰησοῦν τὸν λεγόμενον χριστόν; [nh]λέγουσιν πάντες· Σταυρωθήτω. 23 [ni]δὲ ἔφη· Τί γὰρ κακὸν ἐποίησεν; οἱ δὲ περισσῶς ἔκραζον λέγοντες· Σταυρωθήτω.

24 ἰδὼν δὲ ὁ Πιλᾶτος ὅτι οὐδὲν ὠφελεῖ ἀλλὰ μᾶλλον θόρυβος γίνεται λαβὼν ὕδωρ ἀπενίψατο τὰς χεῖρας [nj]ἀπέναντι τοῦ ὄχλου λέγων· Ἀθῷός εἰμι ἀπὸ τοῦ [nk]αἵματος τούτου· ὑμεῖς ὄψεσθε. 25 καὶ ἀποκριθεὶς πᾶς ὁ λαὸς εἶπεν· Τὸ αἷμα αὐτοῦ ἐφ’ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν. 26 τότε ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν, τὸν δὲ Ἰησοῦν φραγελλώσας παρέδωκεν ἵνα σταυρωθῇ.

27 Τότε οἱ στρατιῶται τοῦ ἡγεμόνος παραλαβόντες τὸν Ἰησοῦν εἰς τὸ πραιτώριον συνήγαγον ἐπ’ αὐτὸν ὅλην τὴν σπεῖραν. 28 καὶ ἐκδύσαντες αὐτὸν [nl]χλαμύδα κοκκίνην περιέθηκαν αὐτῷ, 29 καὶ πλέξαντες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν ἐπὶ [nm]τῆς κεφαλῆς αὐτοῦ καὶ κάλαμον [nn]ἐν τῇ δεξιᾷ αὐτοῦ, καὶ γονυπετήσαντες ἔμπροσθεν αὐτοῦ [no]ἐνέπαιξαν αὐτῷ λέγοντες· Χαῖρε, [np]βασιλεῦ τῶν Ἰουδαίων, 30 καὶ ἐμπτύσαντες εἰς αὐτὸν ἔλαβον τὸν κάλαμον καὶ ἔτυπτον εἰς τὴν κεφαλὴν αὐτοῦ. 31 καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν χλαμύδα καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια αὐτοῦ καὶ ἀπήγαγον αὐτὸν εἰς τὸ σταυρῶσαι.

32 Ἐξερχόμενοι δὲ εὗρον ἄνθρωπον Κυρηναῖον ὀνόματι Σίμωνα· τοῦτον ἠγγάρευσαν ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ. 33 Καὶ ἐλθόντες εἰς τόπον λεγόμενον Γολγοθᾶ, ὅ ἐστιν [nq]Κρανίου Τόπος λεγόμενος, 34 ἔδωκαν αὐτῷ πιεῖν [nr]οἶνον μετὰ χολῆς μεμιγμένον· καὶ γευσάμενος οὐκ [ns]ἠθέλησεν πιεῖν. 35 σταυρώσαντες δὲ αὐτὸν διεμερίσαντο τὰ ἱμάτια αὐτοῦ βάλλοντες κλῆρον, 36 καὶ καθήμενοι ἐτήρουν αὐτὸν ἐκεῖ. 37 καὶ ἐπέθηκαν ἐπάνω τῆς κεφαλῆς αὐτοῦ τὴν αἰτίαν αὐτοῦ γεγραμμένην· Οὗτός ἐστιν Ἰησοῦς ὁ βασιλεῦς τῶν Ἰουδαίων.

38 Τότε σταυροῦνται σὺν αὐτῷ δύο λῃσταί, εἷς ἐκ δεξιῶν καὶ εἷς ἐξ εὐωνύμων. 39 οἱ δὲ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν κινοῦντες τὰς κεφαλὰς αὐτῶν 40 καὶ λέγοντες· Ὁ καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν, σῶσον σεαυτόν· εἰ υἱὸς εἶ τοῦ θεοῦ, [nt]κατάβηθι ἀπὸ τοῦ σταυροῦ. 41 ὁμοίως [nu]καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες μετὰ τῶν γραμματέων καὶ [nv]πρεσβυτέρων ἔλεγον· 42 Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι· [nw]βασιλεὺς Ἰσραήλ ἐστιν, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ καὶ πιστεύσομεν ἐπ’ [nx]αὐτόν. 43 πέποιθεν ἐπὶ τὸν θεόν, ῥυσάσθω [ny]νῦν εἰ θέλει αὐτόν· εἶπεν γὰρ ὅτι Θεοῦ εἰμι υἱός. 44 τὸ δ’ αὐτὸ καὶ οἱ λῃσταὶ οἱ συσταυρωθέντες [nz]σὺν αὐτῷ ὠνείδιζον αὐτόν.

45 Ἀπὸ δὲ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἕως ὥρας ἐνάτης. 46 περὶ δὲ τὴν ἐνάτην ὥραν [oa]ἀνεβόησεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ λέγων· [ob]Ἠλὶ ἠλὶ λεμὰ σαβαχθάνι; τοῦτ’ ἔστιν· Θεέ μου θεέ μου, ἱνατί με ἐγκατέλιπες; 47 τινὲς δὲ τῶν ἐκεῖ [oc]ἑστηκότων ἀκούσαντες ἔλεγον ὅτι Ἠλίαν φωνεῖ οὗτος. 48 καὶ εὐθέως δραμὼν εἷς ἐξ αὐτῶν καὶ λαβὼν σπόγγον πλήσας τε ὄξους καὶ περιθεὶς καλάμῳ ἐπότιζεν αὐτόν. 49 οἱ δὲ λοιποὶ [od]ἔλεγον· Ἄφες ἴδωμεν εἰ ἔρχεται Ἠλίας σώσων [oe]αὐτόν. 50 ὁ δὲ Ἰησοῦς πάλιν κράξας φωνῇ μεγάλῃ ἀφῆκεν τὸ πνεῦμα. 51 καὶ ἰδοὺ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη [of]ἀπ’ ἄνωθεν ἕως κάτω εἰς δύο, καὶ ἡ γῆ ἐσείσθη, καὶ αἱ πέτραι ἐσχίσθησαν, 52 καὶ τὰ μνημεῖα ἀνεῴχθησαν καὶ πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων [og]ἠγέρθησαν, 53 καὶ ἐξελθόντες ἐκ τῶν μνημείων μετὰ τὴν ἔγερσιν αὐτοῦ εἰσῆλθον εἰς τὴν ἁγίαν πόλιν καὶ ἐνεφανίσθησαν πολλοῖς. 54 Ὁ δὲ ἑκατόνταρχος καὶ οἱ μετ’ αὐτοῦ τηροῦντες τὸν Ἰησοῦν ἰδόντες τὸν σεισμὸν καὶ τὰ [oh]γενόμενα ἐφοβήθησαν σφόδρα λέγοντες· Ἀληθῶς [oi]θεοῦ υἱὸς ἦν οὗτος.

55 Ἦσαν δὲ ἐκεῖ γυναῖκες πολλαὶ ἀπὸ μακρόθεν θεωροῦσαι, αἵτινες ἠκολούθησαν τῷ Ἰησοῦ ἀπὸ τῆς Γαλιλαίας διακονοῦσαι αὐτῷ· 56 ἐν αἷς ἦν Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ τοῦ Ἰακώβου καὶ [oj]Ἰωσὴφ μήτηρ καὶ ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου.

57 Ὀψίας δὲ γενομένης ἦλθεν ἄνθρωπος πλούσιος ἀπὸ Ἁριμαθαίας, τοὔνομα Ἰωσήφ, ὃς καὶ αὐτὸς [ok]ἐμαθητεύθη τῷ Ἰησοῦ· 58 οὗτος προσελθὼν τῷ Πιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ. τότε ὁ Πιλᾶτος ἐκέλευσεν [ol]ἀποδοθῆναι. 59 καὶ λαβὼν τὸ σῶμα ὁ Ἰωσὴφ ἐνετύλιξεν [om]αὐτὸ σινδόνι καθαρᾷ, 60 καὶ ἔθηκεν αὐτὸ ἐν τῷ καινῷ αὐτοῦ μνημείῳ ὃ ἐλατόμησεν ἐν τῇ πέτρᾳ, καὶ προσκυλίσας λίθον μέγαν τῇ θύρᾳ τοῦ μνημείου ἀπῆλθεν. 61 ἦν δὲ ἐκεῖ [on]Μαριὰμ ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία καθήμεναι ἀπέναντι τοῦ τάφου.

62 Τῇ δὲ ἐπαύριον, ἥτις ἐστὶν μετὰ τὴν παρασκευήν, συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι πρὸς Πιλᾶτον 63 λέγοντες· Κύριε, ἐμνήσθημεν ὅτι ἐκεῖνος ὁ πλάνος εἶπεν ἔτι ζῶν· Μετὰ τρεῖς ἡμέρας ἐγείρομαι· 64 κέλευσον οὖν ἀσφαλισθῆναι τὸν τάφον ἕως τῆς τρίτης ἡμέρας, μήποτε ἐλθόντες οἱ μαθηταὶ [oo]αὐτοῦ κλέψωσιν αὐτὸν καὶ εἴπωσιν τῷ λαῷ· Ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ ἔσται ἡ ἐσχάτη πλάνη χείρων τῆς πρώτης. 65 [op]ἔφη αὐτοῖς ὁ Πιλᾶτος· Ἔχετε κουστωδίαν· ὑπάγετε ἀσφαλίσασθε ὡς οἴδατε. 66 οἱ δὲ πορευθέντες ἠσφαλίσαντο τὸν τάφον σφραγίσαντες τὸν λίθον μετὰ τῆς κουστωδίας.

28 Ὀψὲ δὲ σαββάτων, τῇ ἐπιφωσκούσῃ εἰς μίαν σαββάτων, ἦλθεν [oq]Μαριὰμ ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία θεωρῆσαι τὸν τάφον. καὶ ἰδοὺ σεισμὸς ἐγένετο μέγας· ἄγγελος γὰρ κυρίου καταβὰς ἐξ οὐρανοῦ [or]καὶ προσελθὼν ἀπεκύλισε τὸν [os]λίθον καὶ ἐκάθητο ἐπάνω αὐτοῦ. ἦν δὲ ἡ εἰδέα αὐτοῦ [ot]ὡς ἀστραπὴ καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡς χιών. ἀπὸ δὲ τοῦ φόβου αὐτοῦ ἐσείσθησαν οἱ τηροῦντες καὶ ἐγενήθησαν [ou]ὡς νεκροί. ἀποκριθεὶς δὲ ὁ ἄγγελος εἶπεν ταῖς γυναιξίν· Μὴ φοβεῖσθε ὑμεῖς, οἶδα γὰρ ὅτι Ἰησοῦν τὸν ἐσταυρωμένον ζητεῖτε· οὐκ ἔστιν ὧδε, ἠγέρθη γὰρ καθὼς εἶπεν· δεῦτε ἴδετε τὸν τόπον ὅπου [ov]ἔκειτο· καὶ ταχὺ πορευθεῖσαι εἴπατε τοῖς μαθηταῖς αὐτοῦ ὅτι Ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ ἰδοὺ προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν, ἐκεῖ αὐτὸν ὄψεσθε· ἰδοὺ εἶπον ὑμῖν. καὶ [ow]ἀπελθοῦσαι ταχὺ ἀπὸ τοῦ μνημείου μετὰ φόβου καὶ χαρᾶς μεγάλης ἔδραμον ἀπαγγεῖλαι τοῖς μαθηταῖς αὐτοῦ. [ox]καὶ [oy]ἰδοὺ Ἰησοῦς [oz]ὑπήντησεν αὐταῖς λέγων· Χαίρετε· αἱ δὲ προσελθοῦσαι ἐκράτησαν αὐτοῦ τοὺς πόδας καὶ προσεκύνησαν αὐτῷ. 10 τότε λέγει αὐταῖς ὁ Ἰησοῦς· Μὴ φοβεῖσθε· ὑπάγετε ἀπαγγείλατε τοῖς ἀδελφοῖς μου ἵνα ἀπέλθωσιν εἰς τὴν Γαλιλαίαν, κἀκεῖ με ὄψονται.

11 Πορευομένων δὲ αὐτῶν ἰδού τινες τῆς κουστωδίας ἐλθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν τοῖς ἀρχιερεῦσιν ἅπαντα τὰ γενόμενα. 12 καὶ συναχθέντες μετὰ τῶν πρεσβυτέρων συμβούλιόν τε λαβόντες ἀργύρια ἱκανὰ ἔδωκαν τοῖς στρατιώταις 13 λέγοντες· Εἴπατε ὅτι Οἱ μαθηταὶ αὐτοῦ νυκτὸς ἐλθόντες ἔκλεψαν αὐτὸν ἡμῶν κοιμωμένων· 14 καὶ ἐὰν ἀκουσθῇ τοῦτο [pa]ἐπὶ τοῦ ἡγεμόνος, ἡμεῖς πείσομεν [pb]αὐτὸν καὶ ὑμᾶς ἀμερίμνους ποιήσομεν. 15 οἱ δὲ λαβόντες [pc]τὰ ἀργύρια ἐποίησαν ὡς ἐδιδάχθησαν. Καὶ διεφημίσθη ὁ λόγος οὗτος παρὰ Ἰουδαίοις μέχρι τῆς σήμερον [pd]ἡμέρας.

16 Οἱ δὲ ἕνδεκα μαθηταὶ ἐπορεύθησαν εἰς τὴν Γαλιλαίαν εἰς τὸ ὄρος οὗ ἐτάξατο αὐτοῖς ὁ Ἰησοῦς, 17 καὶ ἰδόντες αὐτὸν [pe]προσεκύνησαν, οἱ δὲ ἐδίστασαν. 18 καὶ προσελθὼν ὁ Ἰησοῦς ἐλάλησεν αὐτοῖς λέγων· Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ [pf]τῆς γῆς· 19 πορευθέντες [pg]οὖν μαθητεύσατε πάντα τὰ ἔθνη, [ph]βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, 20 διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν· καὶ ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ [pi]αἰῶνος.

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:2 προσκαλεσάμενος WH Treg NIV ] + ὁ Ἰησοῦς RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:5 ἐὰν WH NIV RP ] ἂν Treg
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:5 ἓν παιδίον τοιοῦτο WH NIV ] ἓν παιδίον τοιοῦτον Treg; παιδίον τοιοῦτον ἓν RP
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:6 εἰς RP ] περὶ WH Treg NIV
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:7 γὰρ WH Treg NIV ] + ἐστιν RP
  6. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:7 ἀνθρώπῳ WH Treg NIV ] + ἐκείνῳ RP
  7. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:8 αὐτὸν WH Treg NIV ] αὐτὰ RP
  8. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:8 κυλλὸν ἢ χωλόν WH NIV ] χωλὸν ἢ κυλλόν Treg RP
  9. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:10 οὐρανοῖς WH Treg NIV ] + 11 Ἦλθεν γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου σῶσαι τὸ ἀπολωλός. RP
  10. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:12 ἀφήσει WH Treg NIV ] ἀφεὶς RP
  11. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:12 καὶ WH Treg NIV ] RP
  12. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:14 ἔμπροσθεν WH Treg RP NA ] NIV
  13. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:14 ὑμῶν NIV RP ] μου WH Treg
  14. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:14 ἓν WH Treg NIV ] εἷς RP
  15. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:15 εἰς σὲ Treg NIV RP ] WH
  16. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:15 ὕπαγε WH Treg NIV ] + καὶ RP
  17. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:18 ἐὰν WH NIV RP ] ἂν Treg
  18. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:18 *ἐν WH NIV ] + τῷ Treg RP
  19. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:18 *ἐν WH NIV ] + τῷ Treg RP
  20. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:19 ἀμὴν WH Treg RP NA ] NIV
  21. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:19 συμφωνήσωσιν ἐξ ὑμῶν WH Treg NIV ] ὑμῶν συμφωνήσωσιν RP
  22. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:21 αὐτῷ ὁ Πέτρος εἶπεν RP ] ὁ Πέτρος εἶπεν αὐτῷ WH Treg NIV
  23. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:24 προσηνέχθη NIV RP ] προσήχθη WH Treg
  24. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:24 αὐτῷ εἷς Treg NIV RP ] εἷς αὐτῷ WH
  25. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:25 κύριος WH Treg NIV ] + αὐτοῦ RP
  26. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:25 γυναῖκα WH NIV ] + αὐτοῦ Treg RP
  27. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:25 ἔχει WH Treg NIV ] εἶχεν RP
  28. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:26 Μακροθύμησον WH Treg NIV ] Κύριε Μακροθύμησον RP
  29. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:26 ἐμοί WH NIV RP ] ἐμέ Treg
  30. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:26 ἀποδώσω σοι WH Treg NIV ] σοι ἀποδώσω RP
  31. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:28 Ἀπόδος WH Treg NIV ] + μοι RP
  32. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:29 αὐτοῦ WH Treg NIV ] + εἰς τοὺς πόδας αὐτοῦ RP
  33. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:29 ἐμοί WH NIV RP ] ἐμέ Treg
  34. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:30 οὗ RP ] – WH Treg NIV
  35. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:31 οὖν WH Treg NIV ] δὲ RP
  36. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:34 ὀφειλόμενον WH Treg NIV ] + αὐτῷ RP
  37. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:35 οὐράνιος WH Treg NIV ] ἐπουράνιος RP
  38. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:35 ὑμῶν WH Treg NIV ] + τὰ παραπτώματα αὐτῶν RP
  39. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:3 αὐτῷ WH Treg NIV ] + οἱ RP
  40. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:3 λέγοντες WH Treg NIV ] + αὐτῷ RP
  41. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:3 ἀνθρώπῳ Treg NIV RP ] WH
  42. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:4 εἶπεν WH Treg NIV ] + αὐτοῖς RP
  43. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:4 κτίσας WH Treg NIV ] ποιήσας RP
  44. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:5 Ἕνεκα WH Treg NIV ] Ἕνεκεν RP
  45. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:5 κολληθήσεται WH Treg NIV ] προσκολληθήσεται RP
  46. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:7 αὐτήν NIV RP ] WH Treg
  47. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:9 ὅτι WH NIV RP ] Treg
  48. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:9 καὶ ὁ ἀπολελυμένην γαμήσας μοιχᾶται Treg RP ] WH NIV
  49. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:10 μαθηταί WH NIV ] + αὐτοῦ Treg RP NA
  50. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:11 τοῦτον Treg NIV RP ] WH
  51. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:13 προσηνέχθησαν WH Treg NIV ] προσηνέχθη RP
  52. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:15 τὰς χεῖρας αὐτοῖς WH Treg NIV ] αὐτοῖς τὰς χεῖρας RP
  53. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:16 αὐτῷ εἶπεν WH Treg NIV ] εἶπεν αὐτῷ RP
  54. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:16 Διδάσκαλε WH Treg NIV ] + ἀγαθέ RP
  55. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:16 σχῶ WH Treg NIV ] ἔχω RP
  56. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:17 ἐρωτᾷς περὶ τοῦ ἀγαθοῦ; εἷς ἐστιν ὁ ἀγαθός WH Treg NIV ] λέγεις ἀγαθόν; Οὐδεὶς ἀγαθός εἰ μὴ εἷς ὁ θεός RP
  57. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:17 εἰς τὴν ζωὴν εἰσελθεῖν WH Treg NIV ] εἰσελθεῖν εἰς τὴν ζωήν RP
  58. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:17 τήρησον NIV RP ] τήρει WH Treg
  59. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:18 εἶπεν Treg NIV RP ] ἔφη WH
  60. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:20 Πάντα ταῦτα NIV RP ] Ταῦτα πάντα WH Treg
  61. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:20 ἐφύλαξα WH Treg NIV ] ἐφυλαξάμην ἐκ νεότητός μου RP
  62. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:21 δὸς RP ] + τοῖς WH Treg NIV
  63. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:21 οὐρανοῖς WH Treg NIV ] οὐρανῷ RP
  64. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:22 λόγον Treg NIV RP ] + τοῦτον WH
  65. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:23 πλούσιος δυσκόλως WH Treg NIV ] δυσκόλως πλούσιος RP
  66. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:24 τρυπήματος Treg NIV RP ] τρήματος WH
  67. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:24 εἰσελθεῖν WH Treg ] διελθεῖν NIV RP
  68. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:24 εἰς τὴν βασιλείαν τοῦ θεοῦ WH ] εἰσελθεῖν εἰς … τοῦ θεοῦ NIV; εἰς … τοῦ θεοῦ εἰσελθεῖν RP; εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν Treg
  69. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:25 μαθηταὶ WH Treg NIV ] + αὐτοῦ RP
  70. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:28 καθήσεσθε WH NIV ] καθίσεσθε Treg RP
  71. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:28 ὑμεῖς WH NIV RP ] αὐτοὶ Treg
  72. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:29 ὅστις WH Treg NIV ] ὅς RP
  73. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:29 οἰκίας ἢ WH NIV RP ] Treg
  74. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:29 γυναῖκα ἢ RP ] WH Treg NIV
  75. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:29 ἀγροὺς WH NIV RP ] + ἢ οἰκίας Treg
  76. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:29 ὀνόματός μου Treg NIV RP ] ἐμοῦ ὀνόματος WH
  77. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:29 ἑκατονταπλασίονα NIV RP ] πολλαπλασίονα WH Treg
  78. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:2 συμφωνήσας δὲ WH Treg NIV ] Καὶ συμφωνήσας RP
  79. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:5 πάλιν NIV RP ] + δὲ WH Treg NA
  80. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:6 ἑνδεκάτην WH Treg NIV ] + ὥραν RP
  81. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:6 ἑστῶτας WH Treg NIV ] + ἀργούς RP
  82. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:7 ἀμπελῶνα WH Treg NIV ] + καὶ ὃ ἐὰν ᾖ δίκαιον λήψεσθε RP
  83. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:8 αὐτοῖς Treg NIV RP ] WH
  84. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:9 καὶ ἐλθόντες Treg NIV RP ] ἐλθόντες δὲ WH
  85. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:10 καὶ ἐλθόντες WH Treg NIV ] Ἐλθόντες δὲ RP
  86. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:10 πλεῖον WH Treg NIV ] πλεῖονα RP
  87. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:10 τὸ ἀνὰ δηνάριον καὶ αὐτοί WH Treg NIV ] καὶ αὐτοὶ ἀνὰ δηνάριον RP
  88. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:12 λέγοντες WH Treg NIV ] + ὅτι RP
  89. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:12 αὐτοὺς ἡμῖν WH ] ἡμῖν αὐτοὺς Treg NIV RP
  90. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:13 ἑνὶ αὐτῶν εἶπεν WH NIV ] εἶπεν ἑνὶ αὐτῶν Treg RP
  91. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:15 οὐκ WH Treg NIV ] Ἢ οὐκ RP NA
  92. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:15 ὃ θέλω ποιῆσαι WH Treg NIV ] ποιῆσαι ὃ θέλω RP
  93. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:15 WH Treg NIV ] Εἰ RP
  94. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:16 ἔσχατοι WH NIV ] + πολλοὶ γὰρ εἰσιν κλητοί ὀλίγοι δὲ ἐκλεκτοί Treg RP
  95. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:17 Καὶ ἀναβαίνων ὁ Treg NIV RP ] Μέλλων δὲ ἀναβαίνειν WH
  96. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:17 μαθητὰς WH NIV RP ] Treg
  97. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:17 καὶ ἐν τῇ ὁδῷ WH Treg NA ] ἐν τῇ ὁδῷ καὶ RP; καὶ NIV
  98. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:19 ἐγερθήσεται WH Treg NIV ] ἀναστήσεται RP
  99. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:20 παρ᾽ RP ] ἀπ᾽ WH Treg NIV
  100. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:21 σου Treg NIV RP ] WH
  101. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:22 πίνειν WH Treg NIV ] + ἢ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι RP
  102. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:23 λέγει WH Treg NIV ] Καὶ λέγει RP
  103. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:23 πίεσθε WH Treg NIV ] + καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθήσεσθε RP
  104. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:23 εὐωνύμων WH Treg NIV ] + μου RP
  105. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:23 ἐμὸν WH Treg NIV RP ] + τοῦτο WHmarg NA
  106. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:26 ἔσται NIV ] δέ ἔσται RP; ἐστὶν WH Treg
  107. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:26 ἂν WH Treg ] ἐὰν NIV RP
  108. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:27 ἂν WH Treg NIV ] ἐὰν RP
  109. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:27 ἔσται WH Treg NIV ] ἔστω RP
  110. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:30 Κύριε ἐλέησον ἡμᾶς WH Treg NIV ] Ἐλέησον ἡμᾶς κύριε RP NA
  111. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:30 υἱὸς WH Treg RP NA ] υἱὲ NIV
  112. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:31 ἔκραξαν WH Treg NIV ] ἔκραζον RP
  113. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:31 Κύριε ἐλέησον ἡμᾶς WH Treg NIV ] Ἐλέησον ἡμᾶς κύριε RP NA
  114. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:31 υἱὸς WH Treg RP NA ] υἱὲ NIV
  115. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:33 ἀνοιγῶσιν οἱ ὀφθαλμοὶ ἡμῶν WH Treg NIV ] ἀνοιχθῶσιν ἡμῶν οἱ ὀφθαλμοί RP
  116. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:34 ὀμμάτων WH Treg NIV ] ὀφθαλμῶν RP
  117. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:34 ἀνέβλεψαν WH Treg NIV ] + αὐτῶν οἱ ὀφθαλμοί RP
  118. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:1 εἰς WH Treg NIV ] πρὸς RP
  119. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:1 Ἰησοῦς WH NIV ] ὁ Ἰησοῦς Treg RP
  120. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:2 Πορεύεσθε WH Treg NIV ] Πορεύθητε RP
  121. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:2 κατέναντι WH Treg NIV ] ἀπέναντι RP
  122. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:2 εὐθέως Treg NIV RP ] εὐθὺς WH
  123. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:2 ἀγάγετέ WH NIV RP ] ἄγετέ Treg
  124. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:3 εὐθὺς WH Treg NIV ] εὐθέως RP
  125. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:3 ἀποστελεῖ WH Treg NIV ] ἀποστέλλει RP
  126. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:4 δὲ WH Treg NIV ] + ὅλον RP
  127. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:5 ἐπὶ WH Treg NIV ] RP
  128. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:6 συνέταξεν WH Treg NIV ] προσέταξεν RP
  129. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:7 ἐπ᾽ WH Treg NIV ] ἐπάνω RP
  130. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:7 ἱμάτια WH Treg NIV ] + αὐτῶν RP
  131. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:9 αὐτὸν WH Treg NIV ] RP
  132. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:11 ὁ προφήτης Ἰησοῦς WH Treg NIV ] Ἰησοῦς ὁ προφήτης RP
  133. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:12 Ἰησοῦς WH Treg NIV ] ὁ Ἰησοῦς RP
  134. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:12 ἱερόν WH Treg NIV ] + τοῦ θεοῦ RP
  135. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:13 ποιεῖτε WH Treg NIV ] ἐποιήσατε RP
  136. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:14 τυφλοὶ καὶ χωλοὶ WH Treg NIV ] χωλοὶ καὶ τυφλοὶ RP
  137. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:15 τοὺς WH Treg NIV ] RP
  138. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:18 Πρωῒ WH Treg NIV ] Πρωῒας RP
  139. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:18 ἐπανάγων Treg NIV RP ] ἐπαναγαγὼν WH
  140. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:19 Μηκέτι Treg NIV RP ] Οὐ μηκέτι WH
  141. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:22 ἂν WH NIV ] ἐὰν Treg RP
  142. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:23 ἐλθόντος αὐτοῦ WH Treg NIV ] ἐλθόντι αὐτῷ RP
  143. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:25 τὸ WH Treg NIV ] RP
  144. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:25 ἐν WH Treg NIV ] παρ᾽ RP
  145. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:26 ὡς προφήτην ἔχουσιν τὸν Ἰωάννην WH Treg NIV ] ἔχουσιν τὸν Ἰωάννην ὡς προφήτην RP
  146. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:28 προσελθὼν WH ] καὶ προσελθὼν Treg NIV RP
  147. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:28 ἀμπελῶνι WH Treg NIV ] + μου RP
  148. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:29 Οὐ θέλω ὕστερον δὲ μεταμεληθεὶς Treg NIV RP ] Ἐγώ κύριε καὶ οὐκ WH
  149. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:30 προσελθὼν δὲ WH Treg NIV ] Καὶ προσελθὼν RP
  150. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:30 δευτέρῳ WH Treg RP ] ἑτέρῳ NIV
  151. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:30 Ἐγώ κύριε καὶ οὐκ Treg NIV RP ] Οὐ θέλω ὕστερον μεταμεληθεὶς WH
  152. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:31 λέγουσιν WH Treg NIV ] + αὐτῷ RP
  153. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:31 πρῶτος NIV RP ] ὕστερος WH Treg
  154. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:32 Ἰωάννης πρὸς ὑμᾶς WH Treg NIV ] πρὸς ὑμᾶς Ἰωάννης RP
  155. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:32 οὐδὲ WH Treg NIV ] οὐ RP
  156. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:33 Ἄνθρωπος WH Treg NIV ] + τις RP
  157. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:38 σχῶμεν WH Treg NIV ] κατάσχωμεν RP
  158. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:44 Καὶ … αὐτόν. WH Treg NIV RP ] WHmarg
  159. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:46 ἐπεὶ εἰς WH Treg NIV ] ἐπειδὴ ὡς RP
  160. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22:1 ἐν παραβολαῖς αὐτοῖς WH Treg NIV ] αὐτοῖς ἐν παραβολαῖς RP
  161. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22:4 ἡτοίμακα WH Treg NIV ] ἡτοίμασα RP
  162. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22:5 *ὃς WH Treg NIV ] ὁ RP
  163. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22:5 *ὃς WH Treg NIV ] ὁ RP
  164. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22:5 ἐπὶ WH Treg NIV ] εἰς RP
  165. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22:7 ὁ δὲ βασιλεὺς WH Treg NIV ] Καὶ ἀκούσας ὁ βασιλεὺς ἐκεῖνος RP
  166. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22:9 ἐὰν WH Treg NIV ] ἂν RP
  167. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22:10 οὓς WH NIV ] ὅσους Treg RP
  168. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22:10 γάμος Treg NIV RP ] νυμφὼν WH
  169. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22:13 ὁ βασιλεὺς εἶπεν WH Treg NIV ] εἶπεν ὁ βασιλεὺς RP
  170. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22:13 ἐκβάλετε αὐτὸν WH Treg NIV ] ἄρατε αὐτὸν καὶ ἐκβάλετε RP
  171. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22:16 λέγοντες NIV RP ] λέγοντας WH Treg
  172. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22:21 αὐτῷ Treg NIV RP ] WH
  173. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22:23 λέγοντες WH Treg NIV ] οἱ λέγοντες RP
  174. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22:25 γήμας WH Treg NIV ] γαμήσας RP
  175. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22:27 WH NIV ] καὶ ἡ Treg RP
  176. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22:28 ἀναστάσει οὖν WH Treg NIV ] οὖν ἀναστάσει RP
  177. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22:30 γαμίζονται WH Treg NIV ] ἐκγαμίζονται RP
  178. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22:30 θεοῦ Holmes ] τοῦ θεοῦ RP; WH Treg NIV
  179. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22:30 τῷ WH Treg NIV ] RP
  180. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22:32 ὁ θεὸς WH Treg NIV ] ὁ θεὸς θεὸς RP; θεὸς WHmarg
  181. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22:35 αὐτόν WH Treg NIV ] + καὶ λέγων RP
  182. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22:37 δὲ WH Treg NIV ] + Ἰησοῦς RP
  183. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22:37 *τῇ Treg NIV ] WH RP
  184. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22:37 *τῇ WH Treg NIV ] RP
  185. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22:38 ἡ μεγάλη καὶ πρώτη WH Treg NIV ] πρώτη καὶ μεγάλη RP
  186. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22:39 δὲ Treg NIV RP ] WH
  187. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22:39 αὐτῇ Treg NIV RP ] αὕτη WH
  188. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22:40 κρέμαται καὶ οἱ προφῆται WH Treg NIV ] καὶ οἱ προφῆται κρέμανται RP
  189. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22:43 καλεῖ αὐτὸν κύριον WH Treg NIV ] κύριον αὐτὸν καλεῖ RP
  190. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22:44 Εἶπεν WH Treg NIV ] + ὁ RP
  191. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22:44 ὑποκάτω WH Treg NIV ] ὑποπόδιον RP
  192. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22:46 ἀποκριθῆναι αὐτῷ WH Treg NIV ] αὐτῷ ἀποκριθῆναι RP
  193. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:3 ἐὰν WH NIV RP ] ἂν Treg
  194. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:3 ποιήσατε καὶ τηρεῖτε WH Treg NIV ] τηρεῖν τηρεῖτε καὶ ποιεῖτε RP
  195. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:4 δὲ WH Treg NIV ] γὰρ RP
  196. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:4 βαρέα WH NIV ] + καὶ δυσβάστακτα Treg RP NA
  197. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:4 αὐτοὶ δὲ τῷ WH Treg NIV ] τῷ δὲ RP
  198. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:5 γὰρ WH Treg NIV ] δὲ RP
  199. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:5 κράσπεδα WH Treg NA ] + τῶν ἱματίων αὐτῶν NIV RP
  200. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:6 δὲ WH Treg NIV ] τε RP
  201. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:7 Ῥαββί WH Treg NIV ] + Ῥαββί RP
  202. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:8 διδάσκαλος WH Treg NIV ] καθηγητής ὁ χριστός RP
  203. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:9 ὑμῶν ὁ πατὴρ WH Treg NIV ] ὁ πατὴρ ὑμῶν RP
  204. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:9 οὐράνιος WH Treg NIV ] ἐν τοῖς οὐρανοῖς RP
  205. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:10 ὅτι καθηγητὴς ὑμῶν ἐστιν εἷς WH Treg NIV ] εἷς γὰρ ὑμῶν ἐστιν ὁ καθηγητής RP
  206. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:12 ὑψωθήσεται WH Treg NIV ] + 13 Οὐαὶ δέ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι κατεσθίετε τὰς οἰκίας τῶν χηρῶν, καὶ προφάσει μακρὰ προσευχόμενοι· διὰ τοῦτο λήψεσθε περισσότερον κρίμα (and re-number SBL v. 13 as 14) RP
  207. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:13 δὲ WH Treg NIV] RP
  208. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:13 εἰσελθεῖν WH Treg NIV RP ] + 14 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι κατεσθίετε τὰς οἰκίας τῶν χηρῶν καὶ προφάσει μακρὰ προσευχόμενοι· διὰ τοῦτο λήψεσθε περισσότερον κρίμα TR
  209. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:17 ἁγιάσας WH Treg NIV ] ἁγιάζων RP
  210. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:18 ἂν WH Treg NIV ] ἐὰν RP
  211. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:19 τυφλοί WH Treg NIV ] Μωροὶ καὶ τυφλοί RP
  212. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:21 κατοικοῦντι WH NIV ] κατοικήσαντι Treg RP
  213. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:23 τὸ ἔλεος WH Treg NIV ] τὸν ἔλεον RP
  214. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:23 ταῦτα NIV RP ] + δὲ WH Treg NA
  215. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:23 ἀφιέναι WH NIV RP ] ἀφεῖναι Treg
  216. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:24 οἱ Treg NIV RP ] WH
  217. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:25 ἀκρασίας WH Treg NIV ] ἀδικίας RP
  218. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:26 καὶ τῆς παροψίδος WH Treg NIV RP ] WHmarg NA
  219. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:26 αὐτοῦ WH Treg NIV ] αὐτῶν RP
  220. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:27 παρομοιάζετε WH NIV RP ] ὁμοιάζετε Treg
  221. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:28 ἐστε μεστοὶ WH Treg NIV ] μεστοί ἐστε RP
  222. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:30 *ἤμεθα WH Treg NIV ] ἦμεν RP
  223. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:30 *ἤμεθα WH Treg NIV ] ἦμεν RP
  224. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:30 αὐτῶν κοινωνοὶ WH Treg NIV ] κοινωνοὶ αὐτῶν RP
  225. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:34 ἐξ WH Treg NIV ] καὶ ἐξ RP
  226. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:36 ἥξει WH Treg NIV ] ὅτι ἥξει RP
  227. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:36 ταῦτα πάντα WH NIV ] πάντα ταῦτα Treg RP
  228. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:37 ἀποκτείνουσα WH Treg NIV ] ἀποκτένουσα RP
  229. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:37 ὄρνις ἐπισυνάγει WH Treg NIV ] ἐπισυνάγει ὄρνις RP
  230. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:37 αὐτῆς WH Treg NIV ] ἑαυτῆς RP
  231. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:38 ἔρημος Treg NIV RP ] WH
  232. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:1 ἀπὸ τοῦ ἱεροῦ ἐπορεύετο WH Treg NIV ] ἐπορεύετο ἀπὸ τοῦ ἱεροῦ RP
  233. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:2 ἀποκριθεὶς WH Treg NIV ] Ἰησοῦς RP
  234. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:2 ταῦτα πάντα WH Treg NIV ] πάντα ταῦτα RP
  235. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:3 καὶ WH Treg NIV ] + τῆς RP
  236. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:6 γὰρ WH Treg NIV ] + πάντα RP
  237. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:7 λιμοὶ WH Treg NIV ] + καὶ λοιμοὶ RP
  238. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:15 ἑστὸς WH Treg NIV ] ἑστὼς RP
  239. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:16 ἐπὶ RP ] εἰς WH Treg NIV
  240. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:17 καταβάτω WH Treg NIV ] καταβαινέτω RP
  241. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:18 τὸ ἱμάτιον WH Treg NIV ] τὰ ἱμάτια RP
  242. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:24 πλανῆσαι NIV RP ] πλανᾶσθαι WH Treg
  243. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:27 ἔσται WH Treg NIV ] + καὶ RP
  244. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:28 ὅπου WH Treg NIV ] + γὰρ RP
  245. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:30 τῷ RP ] WH Treg NIV
  246. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:31 σάλπιγγος WH NIV ] + φωνῆς Treg RP
  247. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:31 τῶν WH Treg NIV ] – RP
  248. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:33 πάντα ταῦτα WH NIV ] ταῦτα πάντα Treg RP
  249. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:34 ὅτι WH Treg NIV ] RP
  250. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:35 παρελεύσεται WH Treg NIV ] παρελεύσονται RP
  251. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:36 οὐδὲ ὁ υἱός WH NIV ] Treg RP
  252. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:36 πατὴρ WH Treg NIV ] + μου RP
  253. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:37 γὰρ WH Treg NIV ] δὲ RP
  254. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:37 ἔσται WH Treg NIV ] + καὶ RP
  255. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:38 ὡς WH Treg NIV ] Ὥσπερ RP
  256. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:38 ἡμέραις NIV RP ] + ἐκείναις WH Treg NA
  257. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:38 γαμίζοντες WH NIV ] ἐκγαμίζοντες Treg RP
  258. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:39 καὶ RP NA ] – WH Treg NIV
  259. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:40 δύο ἔσονται Treg NIV RP ] ἔσονται δύο WH
  260. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:40 *εἷς WH Treg NIV ] ὁ εἷς RP
  261. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:40 *εἷς WH Treg NIV ] ὁ εἷς RP
  262. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:41 μύλῳ WH Treg NIV ] μύλωνι RP
  263. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:42 ἡμέρᾳ WH Treg NIV ] ὥρᾳ RP
  264. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:44 οὐ δοκεῖτε ὥρᾳ WH Treg NIV ] ὥρᾳ οὐ δοκεῖτε RP
  265. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:45 κύριος WH Treg NIV ] + αὐτοῦ RP
  266. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:45 οἰκετείας WH Treg NIV ] θεραπείας RP
  267. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:45 δοῦναι WH Treg NIV ] διδόναι RP
  268. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:46 οὕτως ποιοῦντα WH Treg NIV ] ποιοῦντα οὕτως RP
  269. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:48 μου ὁ κύριος WH Treg NIV ] ὁ κύριός μου ἐλθεῖν RP
  270. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:49 αὐτοῦ ἐσθίῃ δὲ καὶ πίνῃ WH Treg NIV ] ἐσθίειν δὲ καὶ πίνειν RP
  271. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:1 ἑαυτῶν WH Treg NIV ] ἀυτῶν RP
  272. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:1 ὑπάντησιν WH Treg NIV ] ἀπάντησιν RP
  273. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:2 ἐξ αὐτῶν ἦσαν WH Treg NIV ] ἦσαν ἐξ αὐτῶν RP
  274. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:2 μωραὶ καὶ πέντε φρόνιμοι WH Treg NIV ] φρόνιμοι καὶ αἱ πέντε μωραί RP
  275. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:3 αἱ γὰρ WH Treg NIV ] Αἵτινες RP
  276. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:4 ἀγγείοις WH Treg NIV ] + αὐτῶν RP
  277. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:4 ἑαυτῶν WH NIV ] αὐτῶν Treg RP
  278. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:6 νυμφίος WH Treg NIV ] + ἔρχεται RP
  279. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:6 αὐτοῦ Treg NIV RP ] WH
  280. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:7 ἑαυτῶν WH Treg NIV ] ἀυτῶν RP
  281. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:9 οὐ μὴ WH Treg NIV ] οὐκ RP
  282. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:9 πορεύεσθε WH Treg NIV ] + δὲ RP
  283. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:13 ὥραν WH Treg NIV ] + ἐν ᾗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται RP
  284. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:16 πορευθεὶς WH NIV ] + δὲ Treg RP
  285. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:16 ἐκέρδησεν WH Treg NIV ] ἐποίησεν RP
  286. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:16 πέντε WH Treg NIV ] + τάλαντα RP
  287. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:17 ὡσαύτως WH NIV ] + καὶ Treg RP
  288. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:17 ἐκέρδησεν WH Treg NIV ] + καὶ αὐτὸς RP
  289. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:18 γῆν WH Treg NIV ] ἐν τῇ γῇ RP
  290. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:18 ἔκρυψεν WH Treg NIV ] ἀπέκρυψεν RP
  291. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:19 πολὺν χρόνον WH Treg NIV ] χρόνον πολὺν RP
  292. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:19 λόγον μετ᾽ αὐτῶν WH Treg NIV ] μετ᾽ αὐτῶν λόγον RP
  293. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:20 ἐκέρδησα WH Treg NIV ] + ἐπ᾽ αὐτοῖς RP
  294. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:21 ἔφη WH Treg NIV ] + δὲ RP
  295. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:22 δὲ Treg NIV RP ] WH
  296. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:22 τάλαντα WH Treg NIV ] + λαβὼν RP
  297. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:22 ἐκέρδησα WH Treg NIV ] + ἐπ᾽ αὐτοῖς RP
  298. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:27 σε οὖν WH Treg NIV ] οὖν σε RP
  299. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:27 τὰ ἀργύριά WH NIV ] τὸ ἀργύριόν Treg RP
  300. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:29 τοῦ δὲ WH Treg NIV ] ἀπὸ δὲ τοῦ RP
  301. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:31 οἱ WH Treg NIV ] + ἅγιοι RP
  302. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:32 συναχθήσονται WH Treg NIV ] συναχθήσεται RP
  303. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:39 ἀσθενοῦντα WH Treg NIV ] ἀσθενῆ RP
  304. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:41 οἱ Treg NIV RP ] WH
  305. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:42 ἐδίψησα Treg NIV RP ] καὶ ἐδίψησα WH
  306. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:3 ἀρχιερεῖς WH Treg NIV ] + καὶ οἱ γραμματεῖς RP
  307. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:7 ἔχουσα ἀλάβαστρον μύρου WH Treg NIV ] ἀλάβαστρον μύρου ἔχουσα RP
  308. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:7 τῆς κεφαλῆς WH Treg NIV ] τὴν κεφαλὴν RP
  309. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:8 μαθηταὶ WH Treg NIV ] + αὐτοῦ RP
  310. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:9 τοῦτο WH Treg NA ] + τὸ μύρον NIV RP
  311. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:17 λέγοντες WH Treg NIV ] αὐτῷ RP
  312. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:17 ἑτοιμάσωμέν WH Treg NIV ] ἑτοιμάσομέν RP
  313. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:20 μαθητῶν WH ] Treg NIV RP
  314. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:22 εἷς ἕκαστος WH Treg NIV ] ἕκαστος αὐτῶν RP
  315. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:23 τὴν χεῖρα ἐν τῷ τρυβλίῳ WH Treg NIV ] ἐν τῷ τρυβλίῳ τὴν χεῖρα RP
  316. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:26 ἄρτον WH Treg NIV ] τὸν ἄρτον RP
  317. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:26 εὐλογήσας WH Treg NIV ] εὐχαριστήσας RP
  318. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:26 δοὺς τοῖς μαθηταῖς WH Treg NIV ] ἐδίδου τοῖς μαθηταῖς καὶ RP
  319. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:27 λαβὼν WH Treg NIV ] + τὸ RP
  320. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:28 μου WH Treg NIV ] + τὸ RP
  321. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:28 τῆς WH NIV ] + καινῆς Treg RP
  322. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:29 ὑμῖν WH Treg NIV ] + ὅτι RP
  323. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:31 διασκορπισθήσονται WH Treg NIV ] διασκορπισθήσεται RP
  324. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:33 ἐγὼ WH Treg NIV ] + δὲ RP
  325. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:35 ἀπαρνήσομαι WH Treg NIV ] ἀπαρνήσωμαι RP
  326. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:35 ὁμοίως WH Treg NIV ] + δὲ RP
  327. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:36 ἐκεῖ προσεύξωμαι WH Treg NIV ] προσεύξωμαι ἐκεῖ RP
  328. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:38 αὐτοῖς WH Treg NIV ] + ὁ Ἰησοῦς RP
  329. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:39 προελθὼν WH NIV ] προσελθὼν Treg RP
  330. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:42 τοῦτο WH Treg NIV ] + τὸ ποτήριον RP
  331. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:42 παρελθεῖν WH Treg NIV ] + ἀπ᾽ ἐμοῦ RP
  332. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:43 πάλιν εὗρεν αὐτοὺς WH Treg NIV ] εὑρίσκει αὐτοὺς πάλιν RP
  333. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:44 πάλιν ἀπελθὼν WH Treg NIV ] ἀπελθὼν πάλιν RP
  334. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:44 πάλιν WH NIV ] Treg RP
  335. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:45 μαθητὰς WH Treg NIV ] + αὐτοῦ RP
  336. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:45 τὸ Treg NIV RP ] WH
  337. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:50 WH Treg NIV ] ᾧ RP
  338. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:52 τὴν μάχαιράν σου WH Treg NIV ] σου τὴν μάχαιραν RP
  339. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:52 ἀπολοῦνται WH Treg NIV ] ἀποθανοῦνται RP
  340. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:53 δύναμαι WH Treg NIV ] + ἄρτι RP
  341. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:53 ἄρτι πλείω WH Treg NIV ] πλείους ἢ RP
  342. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:55 ἡμέραν WH NIV ] + πρὸς ὑμᾶς Treg RP
  343. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:55 ἐν τῷ ἱερῷ ἐκαθεζόμην διδάσκων WH Treg NIV ] ἐκαθεζόμην διδάσκων ἐν τῷ ἱερῷ RP
  344. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:59 καὶ WH Treg NIV ] + οἱ πρεσβύτεροι καὶ RP
  345. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:59 αὐτὸν θανατώσωσιν WH NIV ] αὐτὸν θανατώσουσιν Treg; θανατώσωσιν αὐτόν RP
  346. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:60 πολλῶν προσελθόντων ψευδομαρτύρων. ὕστερον δὲ προσελθόντες δύο WH Treg NIV ] καὶ πολλῶν ψευδομαρτύρων προσελθόντων, οὐχ εὗρον. Ὕστερον δὲ προσελθόντες δύο ψευδομάρτυρες RP
  347. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:61 οἰκοδομῆσαι WH Treg NIV ] + αὐτόν RP
  348. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:63 καὶ WH Treg NIV ] + ἀποκριθεὶς RP
  349. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:65 λέγων WH Treg NIV ] + ὅτι RP
  350. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:65 βλασφημίαν WH Treg NIV ] + αὐτοῦ RP
  351. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:69 ἐκάθητο ἔξω WH Treg NIV ] ἔξω ἐκάθητο RP
  352. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:70 ἔμπροσθεν WH Treg NIV ] + αὐτῶν RP
  353. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:71 δὲ WH Treg NIV ] + αὐτὸν RP
  354. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:71 τοῖς WH Treg NIV ] αὐτοῖς RP
  355. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:71 Οὗτος WH NIV ] Καὶ οὗτος Treg RP
  356. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:74 εὐθέως NIV RP ] εὐθὺς WH Treg
  357. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:75 ῥήματος WH Treg NIV ] + τοῦ RP
  358. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:75 εἰρηκότος WH Treg NIV ] + αὐτῷ RP
  359. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:2 παρέδωκαν WH Treg NIV ] + αὐτὸν Ποντίῳ RP
  360. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:3 παραδιδοὺς Treg NIV RP ] παραδοὺς WH
  361. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:3 ἔστρεψεν WH Treg NIV ] ἀπέστρεψεν RP
  362. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:3 καὶ WH Treg NIV ] + τοῖς RP
  363. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:4 ἀθῷον Treg NIV RP ] δίκαιον WH
  364. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:4 ὄψῃ WH Treg NIV ] ὄψει RP
  365. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:5 εἰς τὸν ναὸν WH Treg NIV ] ἐν τῷ ναῷ RP
  366. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:11 ἐστάθη WH Treg NIV ] ἔστη RP
  367. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:11 ἔφη WH NIV ] + αὐτῷ Treg RP
  368. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:12 καὶ WH NIV ] + τῶν Treg RP
  369. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:16 Ἰησοῦν Holmes NA ] WH Treg NIV RP
  370. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:17 Ἰησοῦν τὸν Holmes NA ] τὸν WH; Treg NIV RP
  371. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:21 Τὸν WH Treg NIV ] RP
  372. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:22 λέγουσιν WH Treg NIV ] + αὐτῷ RP
  373. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:23 δὲ WH Treg NIV ] + ἡγεμὼν RP
  374. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:24 ἀπέναντι NIV RP ] κατέναντι WH Treg
  375. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:24 αἵματος WH NIV ] + τοῦ δικαίου Treg RP
  376. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:28 χλαμύδα κοκκίνην περιέθηκαν αὐτῷ WH Treg NIV ] περιέθηκαν αὐτῷ χλαμύδα κοκκίνην RP
  377. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:29 τῆς κεφαλῆς WH Treg NIV ] τὴν κεφαλὴν RP
  378. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:29 ἐν τῇ δεξιᾷ WH Treg NIV ] ἐπὶ τὴν δεξιὰν RP
  379. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:29 ἐνέπαιξαν WH NIV ] ἐνέπαιζον Treg RP
  380. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:29 βασιλεῦ WH Treg NIV ] ὁ βασιλεὺς RP
  381. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:33 Κρανίου Τόπος λεγόμενος WH Treg NIV ] λεγόμενος Κρανίου Τόπος RP
  382. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:34 οἶνον WH Treg NIV ] ὄξος RP
  383. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:34 ἠθέλησεν WH Treg NIV ] ἤθελεν RP
  384. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:40 κατάβηθι WH Treg NIV RP ] καὶ κατάβηθι NA
  385. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:41 καὶ WH NIV ] δὲ καὶ Treg RP
  386. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:41 πρεσβυτέρων WH Treg NIV ] + καὶ Φαρισαίων RP
  387. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:42 βασιλεὺς WH Treg NIV ] Εἰ βασιλεὺς RP
  388. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:42 αὐτόν WH Treg NIV ] αὐτῷ RP
  389. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:43 νῦν WH NIV ] + αὐτόν Treg RP
  390. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:44 σὺν WH Treg NIV ] RP
  391. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:46 ἀνεβόησεν NIV RP ] ἐβόησεν WH Treg
  392. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:46 Ἠλὶ ἠλὶ Treg RP NA ] Ἐλωῒ ἐλωῒ WH NIV
  393. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:47 ἑστηκότων WH Treg NIV ] ἑστώτων RP
  394. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:49 ἔλεγον NIV RP ] εἶπαν WH Treg
  395. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:49 αὐτόν Treg NIV RP ] + [[ἄλλος δὲ λαβὼν λόγχην ἔνυξεν αὐτοῦ τὴν πλευράν, καὶ ἐξῆλθεν ὕδωρ καὶ αἷμα]] WH
  396. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:51 ἀπ᾽ ἄνωθεν ἕως κάτω εἰς δύο WH Treg NIV ] εἰς δύο ἀπὸ ἄνωθεν ἕως κάτω RP
  397. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:52 ἠγέρθησαν WH Treg NIV ] ἠγέρθη RP
  398. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:54 γενόμενα NIV RP ] γινόμενα WH Treg
  399. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:54 θεοῦ υἱὸς WH NIV RP ] υἱὸς θεοῦ Treg
  400. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:56 Ἰωσὴφ WH NA ] Ἰωσῆ Treg NIV RP
  401. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:57 ἐμαθητεύθη WH Treg NIV ] ἐμαθήτευσεν RP
  402. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:58 ἀποδοθῆναι WH NIV ] + τὸ σῶμα Treg RP
  403. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:59 αὐτὸ RP ] + ἐν WH Treg NIV
  404. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:61 Μαριὰμ WH NIV ] Μαρία Treg RP
  405. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:64 αὐτοῦ Treg NIV] WH; αὐτοῦ νυκτὸς RP
  406. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:65 ἔφη WH Treg NIV ] + δὲ RP
  407. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 28:1 Μαριὰμ NIV ] Μαρία WH Treg RP
  408. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 28:2 καὶ WH Treg NIV ] RP
  409. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 28:2 λίθον WH Treg NIV ] + ἀπὸ τῆς θύρας RP
  410. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 28:3 ὡς WH Treg NIV ] ὡσεὶ RP
  411. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 28:4 ὡς WH Treg NIV ] ὡσεὶ RP
  412. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 28:6 ἔκειτο WH NIV ] + ὁ κύριος Treg RP
  413. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 28:8 ἀπελθοῦσαι WH Treg NIV ] ἐξελθοῦσαι RP
  414. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 28:9 καὶ WH Treg NIV] Ὡς δὲ ἐπορεύοντο ἀπαγγεῖλαι τοῖς μαθηταῖς αὐτοῦ καὶ RP
  415. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 28:9 ἰδοὺ WH NIV RP ] + ὁ Treg
  416. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 28:9 ὑπήντησεν WH Treg NIV ] ἀπήντησεν RP
  417. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 28:14 ἐπὶ WH NIV RP ] ὑπὸ Treg
  418. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 28:14 αὐτὸν Treg NIV RP ] WH
  419. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 28:15 τὰ Treg NIV RP ] WH
  420. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 28:15 ἡμέρας WH Treg NIV ] RP
  421. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 28:17 προσεκύνησαν WH Treg NIV ] + αὐτῷ RP
  422. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 28:18 τῆς WH Treg NA ] NIV RP
  423. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 28:19 οὖν WH Treg NIV ] RP
  424. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 28:19 βαπτίζοντες WH NIV RP ] βαπτίσαντες Treg
  425. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 28:20 αἰῶνος WH Treg NIV ] + Ἀμήν RP