Font Size
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 14:28-32
SBL Greek New Testament
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 14:28-32
SBL Greek New Testament
28 Ἀποκριθεὶς δὲ [a]αὐτῷ ὁ Πέτρος εἶπεν· Κύριε, εἰ σὺ εἶ, κέλευσόν με [b]ἐλθεῖν πρὸς σὲ ἐπὶ τὰ ὕδατα· 29 ὁ δὲ εἶπεν· Ἐλθέ. καὶ καταβὰς ἀπὸ τοῦ [c]πλοίου Πέτρος περιεπάτησεν ἐπὶ τὰ ὕδατα [d]καὶ ἦλθεν πρὸς τὸν Ἰησοῦν. 30 βλέπων δὲ τὸν ἄνεμον [e]ἰσχυρὸν ἐφοβήθη, καὶ ἀρξάμενος καταποντίζεσθαι ἔκραξεν λέγων· Κύριε, σῶσόν με. 31 εὐθέως δὲ ὁ Ἰησοῦς ἐκτείνας τὴν χεῖρα ἐπελάβετο αὐτοῦ καὶ λέγει αὐτῷ· Ὀλιγόπιστε, εἰς τί ἐδίστασας; 32 καὶ [f]ἀναβάντων αὐτῶν εἰς τὸ πλοῖον ἐκόπασεν ὁ ἄνεμος.
Read full chapterFootnotes
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 14:28 αὐτῷ ὁ Πέτρος εἶπεν Treg NIV RP ] ὁ Πέτρος εἶπεν αὐτῷ WH
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 14:28 ἐλθεῖν πρὸς σὲ WH Treg NIV ] πρός σε ἐλθεῖν RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 14:29 πλοίου WH Treg ] + ὁ NIV RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 14:29 καὶ ἦλθεν WH NIV ] ἐλθεῖν Treg RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 14:30 ἰσχυρὸν Treg RP NA ] – WH NIV
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 14:32 ἀναβάντων WH Treg NIV ] ἐμβάντων RP
SBL Greek New Testament (SBLGNT)
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software