Add parallel Print Page Options

14 καὶ [a]ἐξελθὼν εἶδεν πολὺν ὄχλον, καὶ ἐσπλαγχνίσθη ἐπ’ αὐτοῖς καὶ ἐθεράπευσεν τοὺς ἀρρώστους αὐτῶν. 15 ὀψίας δὲ γενομένης προσῆλθον αὐτῷ οἱ [b]μαθηταὶ λέγοντες· Ἔρημός ἐστιν ὁ τόπος καὶ ἡ ὥρα ἤδη παρῆλθεν· ἀπόλυσον τοὺς ὄχλους, ἵνα ἀπελθόντες εἰς τὰς κώμας ἀγοράσωσιν ἑαυτοῖς βρώματα. 16 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Οὐ χρείαν ἔχουσιν ἀπελθεῖν· δότε αὐτοῖς ὑμεῖς φαγεῖν. 17 οἱ δὲ λέγουσιν αὐτῷ· Οὐκ ἔχομεν ὧδε εἰ μὴ πέντε ἄρτους καὶ δύο ἰχθύας. 18 ὁ δὲ εἶπεν· Φέρετέ μοι [c]ὧδε αὐτούς. 19 καὶ κελεύσας τοὺς ὄχλους ἀνακλιθῆναι ἐπὶ [d]τοῦ χόρτου, λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν καὶ κλάσας ἔδωκεν τοῖς μαθηταῖς τοὺς ἄρτους οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις. 20 καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν, καὶ ἦραν τὸ περισσεῦον τῶν κλασμάτων δώδεκα κοφίνους πλήρεις. 21 οἱ δὲ ἐσθίοντες ἦσαν ἄνδρες ὡσεὶ πεντακισχίλιοι χωρὶς γυναικῶν καὶ παιδίων.

22 Καὶ εὐθέως [e]ἠνάγκασεν τοὺς μαθητὰς ἐμβῆναι [f]εἰς πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ἕως οὗ ἀπολύσῃ τοὺς ὄχλους. 23 καὶ ἀπολύσας τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος κατ’ ἰδίαν προσεύξασθαι. ὀψίας δὲ γενομένης μόνος ἦν ἐκεῖ. 24 τὸ δὲ πλοῖον ἤδη [g]σταδίους πολλοὺς ἀπὸ τῆς γῆς ἀπεῖχεν, βασανιζόμενον ὑπὸ τῶν κυμάτων, ἦν γὰρ ἐναντίος ὁ ἄνεμος. 25 τετάρτῃ δὲ φυλακῇ τῆς νυκτὸς [h]ἦλθεν πρὸς [i]αὐτοὺς περιπατῶν ἐπὶ [j]τὴν θάλασσαν. 26 [k]οἱ δὲ μαθηταὶ ἰδόντες αὐτὸν ἐπὶ [l]τῆς θαλάσσης περιπατοῦντα ἐταράχθησαν λέγοντες ὅτι Φάντασμά ἐστιν, καὶ ἀπὸ τοῦ φόβου ἔκραξαν. 27 [m]εὐθὺς δὲ ἐλάλησεν [n]αὐτοῖς ὁ Ἰησοῦς λέγων· Θαρσεῖτε, ἐγώ εἰμι· μὴ φοβεῖσθε.

28 Ἀποκριθεὶς δὲ [o]αὐτῷ ὁ Πέτρος εἶπεν· Κύριε, εἰ σὺ εἶ, κέλευσόν με [p]ἐλθεῖν πρὸς σὲ ἐπὶ τὰ ὕδατα· 29 ὁ δὲ εἶπεν· Ἐλθέ. καὶ καταβὰς ἀπὸ τοῦ [q]πλοίου Πέτρος περιεπάτησεν ἐπὶ τὰ ὕδατα [r]καὶ ἦλθεν πρὸς τὸν Ἰησοῦν. 30 βλέπων δὲ τὸν ἄνεμον [s]ἰσχυρὸν ἐφοβήθη, καὶ ἀρξάμενος καταποντίζεσθαι ἔκραξεν λέγων· Κύριε, σῶσόν με. 31 εὐθέως δὲ ὁ Ἰησοῦς ἐκτείνας τὴν χεῖρα ἐπελάβετο αὐτοῦ καὶ λέγει αὐτῷ· Ὀλιγόπιστε, εἰς τί ἐδίστασας; 32 καὶ [t]ἀναβάντων αὐτῶν εἰς τὸ πλοῖον ἐκόπασεν ὁ ἄνεμος. 33 οἱ δὲ ἐν τῷ [u]πλοίῳ προσεκύνησαν αὐτῷ λέγοντες· Ἀληθῶς θεοῦ υἱὸς εἶ.

34 Καὶ διαπεράσαντες ἦλθον [v]ἐπὶ τὴν γῆν εἰς Γεννησαρέτ. 35 καὶ ἐπιγνόντες αὐτὸν οἱ ἄνδρες τοῦ τόπου ἐκείνου ἀπέστειλαν εἰς ὅλην τὴν περίχωρον ἐκείνην, καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας, 36 καὶ παρεκάλουν αὐτὸν ἵνα μόνον ἅψωνται τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ· καὶ ὅσοι ἥψαντο διεσώθησαν.

15 Τότε προσέρχονται τῷ [w]Ἰησοῦ ἀπὸ Ἱεροσολύμων [x]Φαρισαῖοι καὶ γραμματεῖς λέγοντες Διὰ τί οἱ μαθηταί σου παραβαίνουσιν τὴν παράδοσιν τῶν πρεσβυτέρων; οὐ γὰρ νίπτονται τὰς χεῖρας [y]αὐτῶν ὅταν ἄρτον ἐσθίωσιν. ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Διὰ τί καὶ ὑμεῖς παραβαίνετε τὴν ἐντολὴν τοῦ θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν; ὁ γὰρ θεὸς [z]εἶπεν· Τίμα τὸν πατέρα καὶ τὴν μητέρα, καί· Ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω· ὑμεῖς δὲ λέγετε· Ὃς ἂν εἴπῃ τῷ πατρὶ ἢ τῇ μητρί· Δῶρον ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς, [aa]οὐ μὴ [ab]τιμήσει τὸν πατέρα [ac]αὐτοῦ· καὶ ἠκυρώσατε [ad]τὸν λόγον τοῦ θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν. ὑποκριταί, καλῶς ἐπροφήτευσεν περὶ ὑμῶν Ἠσαΐας λέγων· [ae]Ὁ λαὸς οὗτος τοῖς χείλεσίν με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ’ ἐμοῦ· μάτην δὲ σέβονταί με, διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων.

10 Καὶ προσκαλεσάμενος τὸν ὄχλον εἶπεν αὐτοῖς· Ἀκούετε καὶ συνίετε· 11 οὐ τὸ εἰσερχόμενον εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὸ ἐκπορευόμενον ἐκ τοῦ στόματος τοῦτο κοινοῖ τὸν ἄνθρωπον. 12 Τότε προσελθόντες οἱ [af]μαθηταὶ [ag]λέγουσιν αὐτῷ· Οἶδας ὅτι οἱ Φαρισαῖοι ἀκούσαντες τὸν λόγον ἐσκανδαλίσθησαν; 13 ὁ δὲ ἀποκριθεὶς εἶπεν· Πᾶσα φυτεία ἣν οὐκ ἐφύτευσεν ὁ πατήρ μου ὁ οὐράνιος ἐκριζωθήσεται. 14 ἄφετε αὐτούς· [ah]τυφλοί εἰσιν ὁδηγοί τυφλῶν· τυφλὸς δὲ τυφλὸν ἐὰν ὁδηγῇ, ἀμφότεροι εἰς βόθυνον πεσοῦνται. 15 Ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν αὐτῷ· Φράσον ἡμῖν τὴν παραβολήν [ai]ταύτην. 16 [aj]δὲ εἶπεν· Ἀκμὴν καὶ ὑμεῖς ἀσύνετοί ἐστε; 17 [ak]οὐ νοεῖτε ὅτι πᾶν τὸ εἰσπορευόμενον εἰς τὸ στόμα εἰς τὴν κοιλίαν χωρεῖ καὶ εἰς ἀφεδρῶνα ἐκβάλλεται; 18 τὰ δὲ ἐκπορευόμενα ἐκ τοῦ στόματος ἐκ τῆς καρδίας ἐξέρχεται, κἀκεῖνα κοινοῖ τὸν ἄνθρωπον. 19 ἐκ γὰρ τῆς καρδίας ἐξέρχονται διαλογισμοὶ πονηροί, φόνοι, μοιχεῖαι, πορνεῖαι, κλοπαί, ψευδομαρτυρίαι, βλασφημίαι. 20 ταῦτά ἐστιν τὰ κοινοῦντα τὸν ἄνθρωπον, τὸ δὲ ἀνίπτοις χερσὶν φαγεῖν οὐ κοινοῖ τὸν ἄνθρωπον.

21 Καὶ ἐξελθὼν ἐκεῖθεν ὁ Ἰησοῦς ἀνεχώρησεν εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος. 22 καὶ ἰδοὺ γυνὴ Χαναναία ἀπὸ τῶν ὁρίων ἐκείνων ἐξελθοῦσα [al]ἔκραζεν λέγουσα· Ἐλέησόν με, κύριε [am]υἱὸς Δαυίδ· ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται. 23 ὁ δὲ οὐκ ἀπεκρίθη αὐτῇ λόγον. καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ [an]ἠρώτουν αὐτὸν λέγοντες· Ἀπόλυσον αὐτήν, ὅτι κράζει ὄπισθεν ἡμῶν. 24 ὁ δὲ ἀποκριθεὶς εἶπεν· Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. 25 ἡ δὲ ἐλθοῦσα [ao]προσεκύνει αὐτῷ λέγουσα· Κύριε, βοήθει μοι. 26 ὁ δὲ ἀποκριθεὶς εἶπεν· Οὐκ ἔστιν καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ βαλεῖν τοῖς κυναρίοις. 27 ἡ δὲ εἶπεν· Ναί, κύριε, καὶ γὰρ τὰ κυνάρια ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν. 28 τότε ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτῇ· Ὦ γύναι, μεγάλη σου ἡ πίστις· γενηθήτω σοι ὡς θέλεις. καὶ ἰάθη ἡ θυγάτηρ αὐτῆς ἀπὸ τῆς ὥρας ἐκείνης.

29 Καὶ μεταβὰς ἐκεῖθεν ὁ Ἰησοῦς ἦλθεν παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας, καὶ ἀναβὰς εἰς τὸ ὄρος ἐκάθητο ἐκεῖ. 30 καὶ προσῆλθον αὐτῷ ὄχλοι πολλοὶ ἔχοντες μεθ’ ἑαυτῶν [ap]κωφούς, τυφλούς, χωλούς, κυλλούς, καὶ ἑτέρους πολλούς, καὶ ἔρριψαν αὐτοὺς παρὰ τοὺς πόδας [aq]αὐτοῦ, καὶ ἐθεράπευσεν αὐτούς· 31 ὥστε [ar]τὸν ὄχλον θαυμάσαι βλέποντας κωφοὺς λαλοῦντας [as]κυλλοὺς ὑγιεῖς [at]καὶ χωλοὺς περιπατοῦντας καὶ τυφλοὺς βλέποντας· καὶ ἐδόξασαν τὸν θεὸν Ἰσραήλ.

32 Ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ εἶπεν· Σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον, ὅτι ἤδη ἡμέραι τρεῖς προσμένουσίν μοι καὶ οὐκ ἔχουσιν τί φάγωσιν· καὶ ἀπολῦσαι αὐτοὺς νήστεις οὐ θέλω, μήποτε ἐκλυθῶσιν ἐν τῇ ὁδῷ. 33 καὶ λέγουσιν αὐτῷ οἱ [au]μαθηταί· Πόθεν ἡμῖν ἐν ἐρημίᾳ ἄρτοι τοσοῦτοι ὥστε χορτάσαι ὄχλον τοσοῦτον;

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 14:14 ἐξελθὼν WH Treg NIV ] + ὁ Ἰησοῦς RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 14:15 μαθηταὶ WH Treg NIV ] + αὐτοῦ RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 14:18 ὧδε αὐτούς WH Treg NIV ] αὐτοὺς ὧδε RP
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 14:19 τοῦ χόρτου WH Treg NIV ] τοὺς χόρτους RP
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 14:22 ἠνάγκασεν WH Treg NIV ] + ὁ Ἰησοῦς RP
  6. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 14:22 εἰς WH Treg ] + τὸ NIV RP
  7. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 14:24 σταδίους πολλοὺς ἀπὸ τῆς γῆς ἀπεῖχεν WH Treg NIV ] μέσον τῆς θαλάσσης ἦν RP
  8. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 14:25 ἦλθεν WH Treg NA ] ἀπῆλθεν NIV RP
  9. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 14:25 αὐτοὺς WH Treg NIV ] + ὁ Ἰησοῦς RP
  10. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 14:25 τὴν θάλασσαν WH Treg NIV ] τῆς θαλάσσης RP
  11. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 14:26 οἱ δὲ μαθηταὶ ἰδόντες αὐτὸν WH NIV ] καὶ ἰδόντες αὐτὸν οἱ μαθηταὶ Treg RP
  12. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 14:26 τῆς θαλάσσης WH Treg NIV ] τὴν θάλασσαν RP
  13. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 14:27 εὐθὺς WH Treg NIV ] Εὐθέως RP
  14. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 14:27 αὐτοῖς ὁ Ἰησοῦς Treg RP ] ὁ Ἰησοῦς αὐτοῖς WH NIV
  15. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 14:28 αὐτῷ ὁ Πέτρος εἶπεν Treg NIV RP ] ὁ Πέτρος εἶπεν αὐτῷ WH
  16. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 14:28 ἐλθεῖν πρὸς σὲ WH Treg NIV ] πρός σε ἐλθεῖν RP
  17. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 14:29 πλοίου WH Treg ] + ὁ NIV RP
  18. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 14:29 καὶ ἦλθεν WH NIV ] ἐλθεῖν Treg RP
  19. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 14:30 ἰσχυρὸν Treg RP NA ] WH NIV
  20. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 14:32 ἀναβάντων WH Treg NIV ] ἐμβάντων RP
  21. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 14:33 πλοίῳ WH NIV ] + ἐλθόντες Treg RP
  22. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 14:34 ἐπὶ τὴν γῆν εἰς WH Treg NIV ] εἰς τὴν γῆν RP
  23. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:1 Ἰησοῦ WH Treg NIV ] + οἱ RP
  24. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:1 Φαρισαῖοι καὶ γραμματεῖς WH Treg NIV ] γραμματεῖς καὶ Φαρισαῖοι RP
  25. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:2 αὐτῶν Treg NIV RP ] WH
  26. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:4 εἶπεν WH Treg NIV ] ἐνετείλατο λέγων RP
  27. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:6 οὐ WH Treg NIV ] καὶ οὐ RP
  28. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:6 τιμήσει WH Treg NIV ] τιμήσῃ RP
  29. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:6 αὐτοῦ WH NIV ] + ἢ τὴν μητέρα αὐτοῦ Treg RP
  30. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:6 τὸν λόγον WH Treg NIV ] τὴν ἐντολὴν RP
  31. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:8 Ὁ λαὸς οὗτος WH Treg NIV ] Ἐγγίζει μοι ὁ λαὸς οὗτος τῷ στόματι αὐτῶν καὶ RP
  32. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:12 μαθηταὶ WH NIV ] + αὐτοῦ Treg RP
  33. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:12 λέγουσιν WH Treg NIV ] εἶπον RP
  34. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:14 τυφλοί εἰσιν ὁδηγοί τυφλῶν Treg NA ] τυφλοί εἰσιν ὁδηγοί WH NIV; ὁδηγοί εἰσιν τυφλοὶ τυφλῶν RP
  35. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:15 ταύτην NIV RP ] WH Treg
  36. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:16 δὲ WH Treg NIV ] + Ἰησοῦς RP
  37. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:17 οὐ WH Treg NIV ] Οὔπω RP
  38. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:22 ἔκραζεν WH Treg NIV ] ἐκραύγασεν αὐτῷ RP
  39. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:22 υἱὸς WH Treg NIV ] υἱὲ RP
  40. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:23 ἠρώτουν WH Treg NIV ] ἠρώτων RP
  41. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:25 προσεκύνει WH Treg NIV ] προσεκύνησεν RP
  42. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:30 κωφούς, τυφλούς, χωλούς, κυλλούς Holmes ] χωλούς, κυλλούς, τυφλούς, κωφούς WH; χωλούς, τυφλούς, κωφούς, κυλλούς Treg RP; χωλούς, τυφλούς, κυλλούς, κωφούς NIV
  43. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:30 αὐτοῦ WH Treg NIV ] τοῦ Ἰησοῦ RP
  44. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:31 τὸν ὄχλον WH NIV ] τοὺς ὄχλους Treg RP
  45. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:31 κυλλοὺς ὑγιεῖς Treg NIV RP ] – WH
  46. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:31 καὶ WH Treg NIV ] RP
  47. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:33 μαθηταί WH NIV ] + αὐτοῦ Treg RP