Add parallel Print Page Options

23 Καὶ ἐμβάντι αὐτῷ [a]εἰς πλοῖον ἠκολούθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ. 24 καὶ ἰδοὺ σεισμὸς μέγας ἐγένετο ἐν τῇ θαλάσσῃ, ὥστε τὸ πλοῖον καλύπτεσθαι ὑπὸ τῶν κυμάτων, αὐτὸς δὲ ἐκάθευδεν. 25 καὶ [b]προσελθόντες ἤγειραν αὐτὸν λέγοντες· Κύριε, [c]σῶσον, ἀπολλύμεθα. 26 καὶ λέγει αὐτοῖς· Τί δειλοί ἐστε, ὀλιγόπιστοι; τότε ἐγερθεὶς ἐπετίμησεν τοῖς ἀνέμοις καὶ τῇ θαλάσσῃ, καὶ ἐγένετο γαλήνη μεγάλη. 27 οἱ δὲ ἄνθρωποι ἐθαύμασαν λέγοντες· Ποταπός ἐστιν οὗτος ὅτι καὶ οἱ ἄνεμοι καὶ ἡ θάλασσα [d]αὐτῷ ὑπακούουσιν;

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 8:23 εἰς WH Treg ] + τὸ NIV RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 8:25 προσελθόντες WH Treg NIV ] + οἱ μαθηταὶ RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 8:25 σῶσον WH Treg NA ] + ἡμᾶς NIV RP
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 8:27 αὐτῷ ὑπακούουσιν WH Treg NIV ] ὑπακούουσιν αὐτῷ RP

23 και εμβαντι αυτω εις το πλοιον ηκολουθησαν αυτω οι μαθηται αυτου

24 και ιδου σεισμος μεγας εγενετο εν τη θαλασση ωστε το πλοιον καλυπτεσθαι υπο των κυματων αυτος δε εκαθευδεν

25 και προσελθοντες οι μαθηται αυτου ηγειραν αυτον λεγοντες κυριε σωσον ημας απολλυμεθα

26 και λεγει αυτοις τι δειλοι εστε ολιγοπιστοι τοτε εγερθεις επετιμησεν τοις ανεμοις και τη θαλασση και εγενετο γαληνη μεγαλη

27 οι δε ανθρωποι εθαυμασαν λεγοντες ποταπος εστιν ουτος οτι και οι ανεμοι και η θαλασσα υπακουουσιν αυτω

Read full chapter