The Model Prayer(A)

“And when you pray, you shall not be like the [a]hypocrites. For they love to pray standing in the synagogues and on the corners of the streets, that they may be seen by men. Assuredly, I say to you, they have their reward. But you, when you pray, (B)go into your room, and when you have shut your door, pray to your Father who is in the secret place; and your Father who sees in secret will reward you [b]openly. And when you pray, (C)do not use vain repetitions as the heathen do. (D)For they think that they will be heard for their many words.

“Therefore do not be like them. For your Father (E)knows the things you have need of before you ask Him. In this (F)manner, therefore, pray:

(G)Our Father in heaven,
Hallowed be Your (H)name.
10 Your kingdom come.
(I)Your will be done
On earth (J)as it is in heaven.
11 Give us this day our (K)daily bread.
12 And (L)forgive us our debts,
As we forgive our debtors.
13 (M)And do not lead us into temptation,
But (N)deliver us from the evil one.
[c]For Yours is the kingdom and the power and the glory forever. Amen.

14 (O)“For if you forgive men their trespasses, your heavenly Father will also forgive you.

Read full chapter

Footnotes

  1. Matthew 6:5 pretenders
  2. Matthew 6:6 NU omits openly
  3. Matthew 6:13 NU omits the rest of v. 13.

Καὶ ὅταν [a]προσεύχησθε, οὐκ ἔσεσθε ὡς οἱ ὑποκριταί· ὅτι φιλοῦσιν ἐν ταῖς συναγωγαῖς καὶ ἐν ταῖς γωνίαις τῶν πλατειῶν ἑστῶτες προσεύχεσθαι, [b]ὅπως φανῶσιν τοῖς ἀνθρώποις· ἀμὴν λέγω [c]ὑμῖν, ἀπέχουσι τὸν μισθὸν αὐτῶν. σὺ δὲ ὅταν προσεύχῃ, εἴσελθε εἰς τὸ ταμεῖόν σου καὶ κλείσας τὴν θύραν σου πρόσευξαι τῷ πατρί σου τῷ ἐν τῷ κρυπτῷ· καὶ ὁ πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσει [d]σοι.

Προσευχόμενοι δὲ μὴ βατταλογήσητε ὥσπερ οἱ ἐθνικοί, δοκοῦσιν γὰρ ὅτι ἐν τῇ πολυλογίᾳ αὐτῶν εἰσακουσθήσονται· μὴ οὖν ὁμοιωθῆτε αὐτοῖς, οἶδεν γὰρ [e]ὁ πατὴρ ὑμῶν ὧν χρείαν ἔχετε πρὸ τοῦ ὑμᾶς αἰτῆσαι αὐτόν.

Οὕτως οὖν προσεύχεσθε ὑμεῖς· Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς· ἁγιασθήτω τὸ ὄνομά σου, 10 ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ [f]ἐπὶ γῆς· 11 τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· 12 καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς [g]ἀφήκαμεν τοῖς ὀφειλέταις ἡμῶν· 13 καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ [h]πονηροῦ. 14 ἐὰν γὰρ ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, ἀφήσει καὶ ὑμῖν ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος·

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 6:5 προσεύχησθε, οὐκ ἔσεσθε ὡς WH Treg NIV ] προσεύχῃ οὐκ ἔσῃ ὥσπερ RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 6:5 ὅπως WH Treg NIV ] + ἂν RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 6:5 ὑμῖν WH Treg NIV ] + ὅτι RP
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 6:6 σοι WH Treg NIV ] + ἐν τῷ φανερῷ RP
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 6:8 Treg NIV RP ] + θεὸς ὁ WH
  6. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 6:10 ἐπὶ WH Treg NIV ] + τῆς RP
  7. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 6:12 ἀφήκαμεν WH Treg NIV ] ἀφίεμεν RP
  8. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 6:13 πονηροῦ WH Treg NIV ] + Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα εἰς τοῦς αἰῶνας Ἀμήν RP