Add parallel Print Page Options

Οὕτως οὖν προσεύχεσθε ὑμεῖς· Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς· ἁγιασθήτω τὸ ὄνομά σου, 10 ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ [a]ἐπὶ γῆς· 11 τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· 12 καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς [b]ἀφήκαμεν τοῖς ὀφειλέταις ἡμῶν· 13 καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ [c]πονηροῦ. 14 ἐὰν γὰρ ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, ἀφήσει καὶ ὑμῖν ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος· 15 ἐὰν δὲ μὴ ἀφῆτε τοῖς [d]ἀνθρώποις, οὐδὲ ὁ πατὴρ ὑμῶν ἀφήσει τὰ παραπτώματα ὑμῶν.

16 Ὅταν δὲ νηστεύητε, μὴ γίνεσθε [e]ὡς οἱ ὑποκριταὶ σκυθρωποί, ἀφανίζουσιν γὰρ τὰ πρόσωπα αὐτῶν ὅπως φανῶσιν τοῖς ἀνθρώποις νηστεύοντες· ἀμὴν λέγω [f]ὑμῖν, ἀπέχουσιν τὸν μισθὸν αὐτῶν. 17 σὺ δὲ νηστεύων ἄλειψαί σου τὴν κεφαλὴν καὶ τὸ πρόσωπόν σου νίψαι, 18 ὅπως μὴ φανῇς τοῖς ἀνθρώποις νηστεύων ἀλλὰ τῷ πατρί σου τῷ ἐν τῷ [g]κρυφαίῳ· καὶ ὁ πατήρ σου ὁ βλέπων ἐν τῷ [h]κρυφαίῳ ἀποδώσει σοι.

19 Μὴ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς, ὅπου σὴς καὶ βρῶσις ἀφανίζει, καὶ ὅπου κλέπται διορύσσουσιν καὶ κλέπτουσιν· 20 θησαυρίζετε δὲ ὑμῖν θησαυροὺς ἐν οὐρανῷ, ὅπου οὔτε σὴς οὔτε βρῶσις ἀφανίζει, καὶ ὅπου κλέπται οὐ διορύσσουσιν οὐδὲ κλέπτουσιν· 21 ὅπου γάρ ἐστιν ὁ θησαυρός [i]σου, ἐκεῖ ἔσται καὶ ἡ καρδία [j]σου.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 6:10 ἐπὶ WH Treg NIV ] + τῆς RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 6:12 ἀφήκαμεν WH Treg NIV ] ἀφίεμεν RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 6:13 πονηροῦ WH Treg NIV ] + Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα εἰς τοῦς αἰῶνας Ἀμήν RP
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 6:15 ἀνθρώποις Holmes WHmarg NA ] + τὰ παραπτώματα αὐτῶν WH Treg NIV RP
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 6:16 ὡς WH Treg NIV ] ὥσπερ RP
  6. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 6:16 ὑμῖν WH Treg NIV ] + ὅτι RP
  7. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 6:18 *κρυφαίῳ WH Treg NIV ] κρυπτῷ RP
  8. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 6:18 *κρυφαίῳ WH Treg NIV ] κρυπτῷ RP
  9. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 6:21 *σου WH Treg NIV ] ὑμῶν RP
  10. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 6:21 *σου WH Treg NIV ] ὑμῶν RP

ουτως ουν προσευχεσθε υμεις πατερ ημων ο εν τοις ουρανοις αγιασθητω το ονομα σου

10 ελθετω η βασιλεια σου γενηθητω το θελημα σου ως εν ουρανω και επι της γης

11 τον αρτον ημων τον επιουσιον δος ημιν σημερον

12 και αφες ημιν τα οφειληματα ημων ως και ημεις αφιεμεν τοις οφειλεταις ημων

13 και μη εισενεγκης ημας εις πειρασμον αλλα ρυσαι ημας απο του πονηρου οτι σου εστιν η βασιλεια και η δυναμις και η δοξα εις τους αιωνας αμην

14 εαν γαρ αφητε τοις ανθρωποις τα παραπτωματα αυτων αφησει και υμιν ο πατηρ υμων ο ουρανιος

15 εαν δε μη αφητε τοις ανθρωποις τα παραπτωματα αυτων ουδε ο πατηρ υμων αφησει τα παραπτωματα υμων

16 οταν δε νηστευητε μη γινεσθε ωσπερ οι υποκριται σκυθρωποι αφανιζουσιν γαρ τα προσωπα αυτων οπως φανωσιν τοις ανθρωποις νηστευοντες αμην λεγω υμιν οτι απεχουσιν τον μισθον αυτων

17 συ δε νηστευων αλειψαι σου την κεφαλην και το προσωπον σου νιψαι

18 οπως μη φανης τοις ανθρωποις νηστευων αλλα τω πατρι σου τω εν τω κρυπτω και ο πατηρ σου ο βλεπων εν τω κρυπτω αποδωσει σοι εν τω φανερω

19 μη θησαυριζετε υμιν θησαυρους επι της γης οπου σης και βρωσις αφανιζει και οπου κλεπται διορυσσουσιν και κλεπτουσιν

20 θησαυριζετε δε υμιν θησαυρους εν ουρανω οπου ουτε σης ουτε βρωσις αφανιζει και οπου κλεπται ου διορυσσουσιν ουδε κλεπτουσιν

21 οπου γαρ εστιν ο θησαυρος υμων εκει εσται και η καρδια υμων

Read full chapter