Add parallel Print Page Options

33 Πάλιν ἠκούσατε ὅτι ἐρρέθη τοῖς ἀρχαίοις· Οὐκ ἐπιορκήσεις, ἀποδώσεις δὲ τῷ κυρίῳ τοὺς ὅρκους σου. 34 ἐγὼ δὲ λέγω ὑμῖν μὴ ὀμόσαι ὅλως· μήτε ἐν τῷ οὐρανῷ, ὅτι θρόνος ἐστὶν τοῦ θεοῦ· 35 μήτε ἐν τῇ γῇ, ὅτι ὑποπόδιόν ἐστιν τῶν ποδῶν αὐτοῦ· μήτε εἰς Ἱεροσόλυμα, ὅτι πόλις ἐστὶν τοῦ μεγάλου βασιλέως· 36 μήτε ἐν τῇ κεφαλῇ σου ὀμόσῃς, ὅτι οὐ δύνασαι μίαν τρίχα λευκὴν [a]ποιῆσαι ἢ μέλαιναν. 37 ἔστω δὲ ὁ λόγος ὑμῶν ναὶ ναί, οὒ οὔ· τὸ δὲ περισσὸν τούτων ἐκ τοῦ πονηροῦ ἐστιν.

38 Ἠκούσατε ὅτι ἐρρέθη· Ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ καὶ ὀδόντα ἀντὶ ὀδόντος. 39 ἐγὼ δὲ λέγω ὑμῖν μὴ ἀντιστῆναι τῷ πονηρῷ· ἀλλ’ ὅστις σε [b]ῥαπίζει [c]εἰς τὴν δεξιὰν [d]σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην· 40 καὶ τῷ θέλοντί σοι κριθῆναι καὶ τὸν χιτῶνά σου λαβεῖν, ἄφες αὐτῷ καὶ τὸ ἱμάτιον· 41 καὶ ὅστις σε ἀγγαρεύσει μίλιον ἕν, ὕπαγε μετ’ αὐτοῦ δύο. 42 τῷ αἰτοῦντί σε [e]δός, καὶ τὸν θέλοντα ἀπὸ σοῦ δανίσασθαι μὴ ἀποστραφῇς.

43 Ἠκούσατε ὅτι ἐρρέθη· Ἀγαπήσεις τὸν πλησίον σου καὶ μισήσεις τὸν ἐχθρόν σου. 44 ἐγὼ δὲ λέγω ὑμῖν, ἀγαπᾶτε τοὺς ἐχθροὺς [f]ὑμῶν καὶ προσεύχεσθε ὑπὲρ [g]τῶν διωκόντων ὑμᾶς· 45 ὅπως γένησθε υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ [h]ἐν οὐρανοῖς, ὅτι τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. 46 ἐὰν γὰρ ἀγαπήσητε τοὺς ἀγαπῶντας ὑμᾶς, τίνα μισθὸν ἔχετε; οὐχὶ καὶ οἱ τελῶναι [i]τὸ αὐτὸ ποιοῦσιν; 47 καὶ ἐὰν ἀσπάσησθε τοὺς [j]ἀδελφοὺς ὑμῶν μόνον, τί περισσὸν ποιεῖτε; οὐχὶ καὶ οἱ [k]ἐθνικοὶ [l]τὸ αὐτὸ ποιοῦσιν; 48 Ἔσεσθε οὖν ὑμεῖς τέλειοι [m]ὡς ὁ πατὴρ ὑμῶν ὁ [n]οὐράνιος τέλειός ἐστιν.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:36 ποιῆσαι ἢ μέλαιναν WH Treg NIV ] ἢ μέλαιναν ποιῆσαι RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:39 ῥαπίζει WH Treg NIV ] ῥαπίσει RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:39 εἰς WH Treg NIV ] ἐπί RP
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:39 σιαγόνα NIV RP ] + σου WH Treg NA
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:42 δός WH Treg NIV ] δίδου RP
  6. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:44 ὑμῶν WH Treg NIV ] + εὐλογεῖτε τοὺς καταρωμένους ὑμᾶς καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς RP
  7. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:44 τῶν WH Treg NIV ] + ἐπηρεαζόντων ὑμᾶς καὶ RP
  8. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:45 ἐν WH Treg NIV ] + τοῖς RP
  9. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:46 τὸ αὐτὸ WH NIV RP ] οὕτως Treg
  10. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:47 ἀδελφοὺς WH Treg NIV ] φίλους RP
  11. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:47 ἐθνικοὶ WH Treg NIV ] τελῶναι RP
  12. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:47 τὸ αὐτὸ WH Treg NIV ] οὕτως RP
  13. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:48 ὡς WH Treg NIV ] ὥσπερ RP
  14. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:48 οὐράνιος WH Treg NIV ] ἐν τοῖς οὐρανοῖς RP

33 παλιν ηκουσατε οτι ερρεθη τοις αρχαιοις ουκ επιορκησεις αποδωσεις δε τω κυριω τους ορκους σου

34 εγω δε λεγω υμιν μη ομοσαι ολως μητε εν τω ουρανω οτι θρονος εστιν του θεου

35 μητε εν τη γη οτι υποποδιον εστιν των ποδων αυτου μητε εις ιεροσολυμα οτι πολις εστιν του μεγαλου βασιλεως

36 μητε εν τη κεφαλη σου ομοσης οτι ου δυνασαι μιαν τριχα λευκην η μελαιναν ποιησαι

37 εστω δε ο λογος υμων ναι ναι ου ου το δε περισσον τουτων εκ του πονηρου εστιν

38 ηκουσατε οτι ερρεθη οφθαλμον αντι οφθαλμου και οδοντα αντι οδοντος

39 εγω δε λεγω υμιν μη αντιστηναι τω πονηρω αλλ οστις σε ραπισει επι την δεξιαν σου σιαγονα στρεψον αυτω και την αλλην

40 και τω θελοντι σοι κριθηναι και τον χιτωνα σου λαβειν αφες αυτω και το ιματιον

41 και οστις σε αγγαρευσει μιλιον εν υπαγε μετ αυτου δυο

42 τω αιτουντι σε διδου και τον θελοντα απο σου δανεισασθαι μη αποστραφης

43 ηκουσατε οτι ερρεθη αγαπησεις τον πλησιον σου και μισησεις τον εχθρον σου

44 εγω δε λεγω υμιν αγαπατε τους εχθρους υμων ευλογειτε τους καταρωμενους υμας καλως ποιειτε τους μισουντας υμας και προσευχεσθε υπερ των επηρεαζοντων υμας και διωκοντων υμας

45 οπως γενησθε υιοι του πατρος υμων του εν ουρανοις οτι τον ηλιον αυτου ανατελλει επι πονηρους και αγαθους και βρεχει επι δικαιους και αδικους

46 εαν γαρ αγαπησητε τους αγαπωντας υμας τινα μισθον εχετε ουχι και οι τελωναι το αυτο ποιουσιν

47 και εαν ασπασησθε τους αδελφους υμων μονον τι περισσον ποιειτε ουχι και οι τελωναι ουτως ποιουσιν

48 εσεσθε ουν υμεις τελειοι ωσπερ ο πατηρ υμων ο εν τοις ουρανοις τελειος εστιν

Read full chapter