Add parallel Print Page Options

13 Τότε παραγίνεται ὁ Ἰησοῦς ἀπὸ τῆς Γαλιλαίας ἐπὶ τὸν Ἰορδάνην πρὸς τὸν Ἰωάννην τοῦ βαπτισθῆναι ὑπ’ αὐτοῦ. 14 ὁ δὲ [a]Ἰωάννης διεκώλυεν αὐτὸν λέγων· Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρός με; 15 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν [b]πρὸς αὐτόν· Ἄφες ἄρτι, οὕτως γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην. τότε ἀφίησιν αὐτόν. 16 [c]βαπτισθεὶς δὲ ὁ Ἰησοῦς [d]εὐθὺς ἀνέβη ἀπὸ τοῦ ὕδατος· καὶ ἰδοὺ [e]ἠνεῴχθησαν οἱ οὐρανοί, καὶ εἶδεν [f]πνεῦμα θεοῦ καταβαῖνον ὡσεὶ [g]περιστερὰν ἐρχόμενον ἐπ’ αὐτόν· 17 καὶ ἰδοὺ φωνὴ ἐκ τῶν οὐρανῶν λέγουσα· Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 3:14 Ἰωάννης Treg NIV RP ] WH
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 3:15 πρὸς αὐτόν Treg NIV RP ] αὐτῷ WH
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 3:16 βαπτισθεὶς δὲ WH Treg NIV ] Καὶ βαπτισθεὶς RP
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 3:16 εὐθὺς ἀνέβη WH Treg NIV ] ἀνέβη εὐθὺς RP
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 3:16 ἠνεῴχθησαν WH NIV ] + αὐτῷ Treg RP NA
  6. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 3:16 πνεῦμα WH ] τὸ πνεῦμα τοῦ Treg NIV RP
  7. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 3:16 περιστερὰν WH ] + καὶ Treg NIV RP

13 τοτε παραγινεται ο ιησους απο της γαλιλαιας επι τον ιορδανην προς τον ιωαννην του βαπτισθηναι υπ αυτου

14 ο δε ιωαννης διεκωλυεν αυτον λεγων εγω χρειαν εχω υπο σου βαπτισθηναι και συ ερχη προς με

15 αποκριθεις δε ο ιησους ειπεν προς αυτον αφες αρτι ουτως γαρ πρεπον εστιν ημιν πληρωσαι πασαν δικαιοσυνην τοτε αφιησιν αυτον

16 και βαπτισθεις ο ιησους ανεβη ευθυς απο του υδατος και ιδου ανεωχθησαν αυτω οι ουρανοι και ειδεν το πνευμα του θεου καταβαινον ωσει περιστεραν και ερχομενον επ αυτον

17 και ιδου φωνη εκ των ουρανων λεγουσα ουτος εστιν ο υιος μου ο αγαπητος εν ω ευδοκησα

Read full chapter