Add parallel Print Page Options

58 ὁ δὲ Πέτρος ἠκολούθει αὐτῷ ἀπὸ μακρόθεν ἕως τῆς αὐλῆς τοῦ ἀρχιερέως, καὶ εἰσελθὼν ἔσω ἐκάθητο μετὰ τῶν ὑπηρετῶν ἰδεῖν τὸ τέλος. 59 οἱ δὲ ἀρχιερεῖς [a]καὶ τὸ συνέδριον ὅλον ἐζήτουν ψευδομαρτυρίαν κατὰ τοῦ Ἰησοῦ ὅπως [b]αὐτὸν θανατώσωσιν, 60 καὶ οὐχ εὗρον [c]πολλῶν προσελθόντων ψευδομαρτύρων. ὕστερον δὲ προσελθόντες δύο 61 εἶπαν· Οὗτος ἔφη· Δύναμαι καταλῦσαι τὸν ναὸν τοῦ θεοῦ καὶ διὰ τριῶν ἡμερῶν [d]οἰκοδομῆσαι. 62 καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ· Οὐδὲν ἀποκρίνῃ; τί οὗτοί σου καταμαρτυροῦσιν; 63 ὁ δὲ Ἰησοῦς ἐσιώπα. [e]καὶ ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ· Ἐξορκίζω σε κατὰ τοῦ θεοῦ τοῦ ζῶντος ἵνα ἡμῖν εἴπῃς εἰ σὺ εἶ ὁ χριστὸς ὁ υἱὸς τοῦ θεοῦ. 64 λέγει αὐτῷ ὁ Ἰησοῦς· Σὺ εἶπας· πλὴν λέγω ὑμῖν, ἀπ’ ἄρτι ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ. 65 τότε ὁ ἀρχιερεὺς διέρρηξεν τὰ ἱμάτια αὐτοῦ [f]λέγων· Ἐβλασφήμησεν· τί ἔτι χρείαν ἔχομεν μαρτύρων; ἴδε νῦν ἠκούσατε τὴν [g]βλασφημίαν· 66 τί ὑμῖν δοκεῖ; οἱ δὲ ἀποκριθέντες εἶπαν· Ἔνοχος θανάτου ἐστίν. 67 τότε ἐνέπτυσαν εἰς τὸ πρόσωπον αὐτοῦ καὶ ἐκολάφισαν αὐτόν, οἱ δὲ ἐράπισαν 68 λέγοντες· Προφήτευσον ἡμῖν, χριστέ, τίς ἐστιν ὁ παίσας σε;

69 Ὁ δὲ Πέτρος [h]ἐκάθητο ἔξω ἐν τῇ αὐλῇ· καὶ προσῆλθεν αὐτῷ μία παιδίσκη λέγουσα· Καὶ σὺ ἦσθα μετὰ Ἰησοῦ τοῦ Γαλιλαίου· 70 ὁ δὲ ἠρνήσατο [i]ἔμπροσθεν πάντων λέγων· Οὐκ οἶδα τί λέγεις. 71 ἐξελθόντα [j]δὲ εἰς τὸν πυλῶνα εἶδεν αὐτὸν ἄλλη καὶ λέγει [k]τοῖς ἐκεῖ· [l]Οὗτος ἦν μετὰ Ἰησοῦ τοῦ Ναζωραίου· 72 καὶ πάλιν ἠρνήσατο μετὰ ὅρκου ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον. 73 μετὰ μικρὸν δὲ προσελθόντες οἱ ἑστῶτες εἶπον τῷ Πέτρῳ· Ἀληθῶς καὶ σὺ ἐξ αὐτῶν εἶ, καὶ γὰρ ἡ λαλιά σου δῆλόν σε ποιεῖ· 74 τότε ἤρξατο καταθεματίζειν καὶ ὀμνύειν ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον. καὶ [m]εὐθέως ἀλέκτωρ ἐφώνησεν· 75 καὶ ἐμνήσθη ὁ Πέτρος τοῦ [n]ῥήματος Ἰησοῦ [o]εἰρηκότος ὅτι Πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με, καὶ ἐξελθὼν ἔξω ἔκλαυσεν πικρῶς.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:59 καὶ WH Treg NIV ] + οἱ πρεσβύτεροι καὶ RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:59 αὐτὸν θανατώσωσιν WH NIV ] αὐτὸν θανατώσουσιν Treg; θανατώσωσιν αὐτόν RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:60 πολλῶν προσελθόντων ψευδομαρτύρων. ὕστερον δὲ προσελθόντες δύο WH Treg NIV ] καὶ πολλῶν ψευδομαρτύρων προσελθόντων, οὐχ εὗρον. Ὕστερον δὲ προσελθόντες δύο ψευδομάρτυρες RP
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:61 οἰκοδομῆσαι WH Treg NIV ] + αὐτόν RP
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:63 καὶ WH Treg NIV ] + ἀποκριθεὶς RP
  6. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:65 λέγων WH Treg NIV ] + ὅτι RP
  7. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:65 βλασφημίαν WH Treg NIV ] + αὐτοῦ RP
  8. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:69 ἐκάθητο ἔξω WH Treg NIV ] ἔξω ἐκάθητο RP
  9. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:70 ἔμπροσθεν WH Treg NIV ] + αὐτῶν RP
  10. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:71 δὲ WH Treg NIV ] + αὐτὸν RP
  11. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:71 τοῖς WH Treg NIV ] αὐτοῖς RP
  12. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:71 Οὗτος WH NIV ] Καὶ οὗτος Treg RP
  13. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:74 εὐθέως NIV RP ] εὐθὺς WH Treg
  14. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:75 ῥήματος WH Treg NIV ] + τοῦ RP
  15. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:75 εἰρηκότος WH Treg NIV ] + αὐτῷ RP

58 ο δε πετρος ηκολουθει αυτω απο μακροθεν εως της αυλης του αρχιερεως και εισελθων εσω εκαθητο μετα των υπηρετων ιδειν το τελος

59 οι δε αρχιερεις και οι πρεσβυτεροι και το συνεδριον ολον εζητουν ψευδομαρτυριαν κατα του ιησου οπως αυτον θανατωσωσιν

60 και ουχ ευρον και πολλων ψευδομαρτυρων προσελθοντων ουχ ευρον

61 υστερον δε προσελθοντες δυο ψευδομαρτυρες ειπον ουτος εφη δυναμαι καταλυσαι τον ναον του θεου και δια τριων ημερων οικοδομησαι αυτον

62 και αναστας ο αρχιερευς ειπεν αυτω ουδεν αποκρινη τι ουτοι σου καταμαρτυρουσιν

63 ο δε ιησους εσιωπα και αποκριθεις ο αρχιερευς ειπεν αυτω εξορκιζω σε κατα του θεου του ζωντος ινα ημιν ειπης ει συ ει ο χριστος ο υιος του θεου

64 λεγει αυτω ο ιησους συ ειπας πλην λεγω υμιν απ αρτι οψεσθε τον υιον του ανθρωπου καθημενον εκ δεξιων της δυναμεως και ερχομενον επι των νεφελων του ουρανου

65 τοτε ο αρχιερευς διερρηξεν τα ιματια αυτου λεγων οτι εβλασφημησεν τι ετι χρειαν εχομεν μαρτυρων ιδε νυν ηκουσατε την βλασφημιαν αυτου

66 τι υμιν δοκει οι δε αποκριθεντες ειπον ενοχος θανατου εστιν

67 τοτε ενεπτυσαν εις το προσωπον αυτου και εκολαφισαν αυτον οι δε ερραπισαν

68 λεγοντες προφητευσον ημιν χριστε τις εστιν ο παισας σε

69 ο δε πετρος εξω εκαθητο εν τη αυλη και προσηλθεν αυτω μια παιδισκη λεγουσα και συ ησθα μετα ιησου του γαλιλαιου

70 ο δε ηρνησατο εμπροσθεν παντων λεγων ουκ οιδα τι λεγεις

71 εξελθοντα δε αυτον εις τον πυλωνα ειδεν αυτον αλλη και λεγει τοις εκει και ουτος ην μετα ιησου του ναζωραιου

72 και παλιν ηρνησατο μεθ ορκου οτι ουκ οιδα τον ανθρωπον

73 μετα μικρον δε προσελθοντες οι εστωτες ειπον τω πετρω αληθως και συ εξ αυτων ει και γαρ η λαλια σου δηλον σε ποιει

74 τοτε ηρξατο καταναθεματιζειν και ομνυειν οτι ουκ οιδα τον ανθρωπον και ευθεως αλεκτωρ εφωνησεν

75 και εμνησθη ο πετρος του ρηματος του ιησου ειρηκοτος αυτω οτι πριν αλεκτορα φωνησαι τρις απαρνηση με και εξελθων εξω εκλαυσεν πικρως

Read full chapter