Add parallel Print Page Options

26 Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς πάντας τοὺς λόγους τούτους, εἶπεν τοῖς μαθηταῖς αὐτοῦ· Οἴδατε ὅτι μετὰ δύο ἡμέρας τὸ πάσχα γίνεται, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς τὸ σταυρωθῆναι.

Τότε συνήχθησαν οἱ [a]ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως τοῦ λεγομένου Καϊάφα, καὶ συνεβουλεύσαντο ἵνα τὸν Ἰησοῦν δόλῳ κρατήσωσιν καὶ ἀποκτείνωσιν· ἔλεγον δέ· Μὴ ἐν τῇ ἑορτῇ, ἵνα μὴ θόρυβος γένηται ἐν τῷ λαῷ.

Τοῦ δὲ Ἰησοῦ γενομένου ἐν Βηθανίᾳ ἐν οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ, προσῆλθεν αὐτῷ γυνὴ [b]ἔχουσα ἀλάβαστρον μύρου βαρυτίμου καὶ κατέχεεν ἐπὶ [c]τῆς κεφαλῆς αὐτοῦ ἀνακειμένου. ἰδόντες δὲ οἱ [d]μαθηταὶ ἠγανάκτησαν λέγοντες· Εἰς τί ἡ ἀπώλεια αὕτη; ἐδύνατο γὰρ [e]τοῦτο πραθῆναι πολλοῦ καὶ δοθῆναι πτωχοῖς. 10 γνοὺς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Τί κόπους παρέχετε τῇ γυναικί; ἔργον γὰρ καλὸν ἠργάσατο εἰς ἐμέ· 11 πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεθ’ ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε· 12 βαλοῦσα γὰρ αὕτη τὸ μύρον τοῦτο ἐπὶ τοῦ σώματός μου πρὸς τὸ ἐνταφιάσαι με ἐποίησεν. 13 ἀμὴν λέγω ὑμῖν, ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο ἐν ὅλῳ τῷ κόσμῳ, λαληθήσεται καὶ ὃ ἐποίησεν αὕτη εἰς μνημόσυνον αὐτῆς.

14 Τότε πορευθεὶς εἷς τῶν δώδεκα, ὁ λεγόμενος Ἰούδας Ἰσκαριώτης, πρὸς τοὺς ἀρχιερεῖς 15 εἶπεν· Τί θέλετέ μοι δοῦναι κἀγὼ ὑμῖν παραδώσω αὐτόν; οἱ δὲ ἔστησαν αὐτῷ τριάκοντα ἀργύρια. 16 καὶ ἀπὸ τότε ἐζήτει εὐκαιρίαν ἵνα αὐτὸν παραδῷ.

17 Τῇ δὲ πρώτῃ τῶν ἀζύμων προσῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ [f]λέγοντες· Ποῦ θέλεις [g]ἑτοιμάσωμέν σοι φαγεῖν τὸ πάσχα; 18 ὁ δὲ εἶπεν· Ὑπάγετε εἰς τὴν πόλιν πρὸς τὸν δεῖνα καὶ εἴπατε αὐτῷ· Ὁ διδάσκαλος λέγει· Ὁ καιρός μου ἐγγύς ἐστιν· πρὸς σὲ ποιῶ τὸ πάσχα μετὰ τῶν μαθητῶν μου. 19 καὶ ἐποίησαν οἱ μαθηταὶ ὡς συνέταξεν αὐτοῖς ὁ Ἰησοῦς, καὶ ἡτοίμασαν τὸ πάσχα.

20 Ὀψίας δὲ γενομένης ἀνέκειτο μετὰ τῶν δώδεκα [h]μαθητῶν 21 καὶ ἐσθιόντων αὐτῶν εἶπεν· Ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με. 22 καὶ λυπούμενοι σφόδρα ἤρξαντο λέγειν αὐτῷ [i]εἷς ἕκαστος· Μήτι ἐγώ εἰμι, κύριε; 23 ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ὁ ἐμβάψας μετ’ ἐμοῦ [j]τὴν χεῖρα ἐν τῷ τρυβλίῳ οὗτός με παραδώσει· 24 ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτοῦ, οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ δι’ οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος. 25 ἀποκριθεὶς δὲ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν εἶπεν· Μήτι ἐγώ εἰμι, ῥαββί; λέγει αὐτῷ· Σὺ εἶπας.

26 Ἐσθιόντων δὲ αὐτῶν λαβὼν ὁ Ἰησοῦς [k]ἄρτον καὶ [l]εὐλογήσας ἔκλασεν καὶ [m]δοὺς τοῖς μαθηταῖς εἶπεν· Λάβετε φάγετε, τοῦτό ἐστιν τὸ σῶμά μου. 27 καὶ [n]λαβὼν ποτήριον καὶ εὐχαριστήσας ἔδωκεν αὐτοῖς λέγων· Πίετε ἐξ αὐτοῦ πάντες, 28 τοῦτο γάρ ἐστιν τὸ αἷμά [o]μου [p]τῆς διαθήκης τὸ περὶ πολλῶν ἐκχυννόμενον εἰς ἄφεσιν ἁμαρτιῶν· 29 λέγω δὲ [q]ὑμῖν, οὐ μὴ πίω ἀπ’ ἄρτι ἐκ τούτου τοῦ γενήματος τῆς ἀμπέλου ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω μεθ’ ὑμῶν καινὸν ἐν τῇ βασιλείᾳ τοῦ πατρός μου. 30 καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν.

31 Τότε λέγει αὐτοῖς ὁ Ἰησοῦς· Πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ, γέγραπται γάρ· Πατάξω τὸν ποιμένα, καὶ [r]διασκορπισθήσονται τὰ πρόβατα τῆς ποίμνης· 32 μετὰ δὲ τὸ ἐγερθῆναί με προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν. 33 ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν αὐτῷ· Εἰ πάντες σκανδαλισθήσονται ἐν σοί, [s]ἐγὼ οὐδέποτε σκανδαλισθήσομαι. 34 ἔφη αὐτῷ ὁ Ἰησοῦς· Ἀμὴν λέγω σοι ὅτι ἐν ταύτῃ τῇ νυκτὶ πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με. 35 λέγει αὐτῷ ὁ Πέτρος· Κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν, οὐ μή σε [t]ἀπαρνήσομαι. [u]ὁμοίως καὶ πάντες οἱ μαθηταὶ εἶπαν.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:3 ἀρχιερεῖς WH Treg NIV ] + καὶ οἱ γραμματεῖς RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:7 ἔχουσα ἀλάβαστρον μύρου WH Treg NIV ] ἀλάβαστρον μύρου ἔχουσα RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:7 τῆς κεφαλῆς WH Treg NIV ] τὴν κεφαλὴν RP
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:8 μαθηταὶ WH Treg NIV ] + αὐτοῦ RP
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:9 τοῦτο WH Treg NA ] + τὸ μύρον NIV RP
  6. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:17 λέγοντες WH Treg NIV ] αὐτῷ RP
  7. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:17 ἑτοιμάσωμέν WH Treg NIV ] ἑτοιμάσομέν RP
  8. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:20 μαθητῶν WH ] Treg NIV RP
  9. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:22 εἷς ἕκαστος WH Treg NIV ] ἕκαστος αὐτῶν RP
  10. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:23 τὴν χεῖρα ἐν τῷ τρυβλίῳ WH Treg NIV ] ἐν τῷ τρυβλίῳ τὴν χεῖρα RP
  11. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:26 ἄρτον WH Treg NIV ] τὸν ἄρτον RP
  12. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:26 εὐλογήσας WH Treg NIV ] εὐχαριστήσας RP
  13. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:26 δοὺς τοῖς μαθηταῖς WH Treg NIV ] ἐδίδου τοῖς μαθηταῖς καὶ RP
  14. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:27 λαβὼν WH Treg NIV ] + τὸ RP
  15. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:28 μου WH Treg NIV ] + τὸ RP
  16. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:28 τῆς WH NIV ] + καινῆς Treg RP
  17. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:29 ὑμῖν WH Treg NIV ] + ὅτι RP
  18. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:31 διασκορπισθήσονται WH Treg NIV ] διασκορπισθήσεται RP
  19. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:33 ἐγὼ WH Treg NIV ] + δὲ RP
  20. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:35 ἀπαρνήσομαι WH Treg NIV ] ἀπαρνήσωμαι RP
  21. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:35 ὁμοίως WH Treg NIV ] + δὲ RP

26 και εγενετο οτε ετελεσεν ο ιησους παντας τους λογους τουτους ειπεν τοις μαθηταις αυτου

οιδατε οτι μετα δυο ημερας το πασχα γινεται και ο υιος του ανθρωπου παραδιδοται εις το σταυρωθηναι

τοτε συνηχθησαν οι αρχιερεις και οι γραμματεις και οι πρεσβυτεροι του λαου εις την αυλην του αρχιερεως του λεγομενου καιαφα

και συνεβουλευσαντο ινα τον ιησουν κρατησωσιν δολω και αποκτεινωσιν

ελεγον δε μη εν τη εορτη ινα μη θορυβος γενηται εν τω λαω

του δε ιησου γενομενου εν βηθανια εν οικια σιμωνος του λεπρου

προσηλθεν αυτω γυνη αλαβαστρον μυρου εχουσα βαρυτιμου και κατεχεεν επι την κεφαλην αυτου ανακειμενου

ιδοντες δε οι μαθηται αυτου ηγανακτησαν λεγοντες εις τι η απωλεια αυτη

ηδυνατο γαρ τουτο το μυρον πραθηναι πολλου και δοθηναι πτωχοις

10 γνους δε ο ιησους ειπεν αυτοις τι κοπους παρεχετε τη γυναικι εργον γαρ καλον ειργασατο εις εμε

11 παντοτε γαρ τους πτωχους εχετε μεθ εαυτων εμε δε ου παντοτε εχετε

12 βαλουσα γαρ αυτη το μυρον τουτο επι του σωματος μου προς το ενταφιασαι με εποιησεν

13 αμην λεγω υμιν οπου εαν κηρυχθη το ευαγγελιον τουτο εν ολω τω κοσμω λαληθησεται και ο εποιησεν αυτη εις μνημοσυνον αυτης

14 τοτε πορευθεις εις των δωδεκα ο λεγομενος ιουδας ισκαριωτης προς τους αρχιερεις

15 ειπεν τι θελετε μοι δουναι καγω υμιν παραδωσω αυτον οι δε εστησαν αυτω τριακοντα αργυρια

16 και απο τοτε εζητει ευκαιριαν ινα αυτον παραδω

17 τη δε πρωτη των αζυμων προσηλθον οι μαθηται τω ιησου λεγοντες αυτω που θελεις ετοιμασωμεν σοι φαγειν το πασχα

18 ο δε ειπεν υπαγετε εις την πολιν προς τον δεινα και ειπατε αυτω ο διδασκαλος λεγει ο καιρος μου εγγυς εστιν προς σε ποιω το πασχα μετα των μαθητων μου

19 και εποιησαν οι μαθηται ως συνεταξεν αυτοις ο ιησους και ητοιμασαν το πασχα

20 οψιας δε γενομενης ανεκειτο μετα των δωδεκα

21 και εσθιοντων αυτων ειπεν αμην λεγω υμιν οτι εις εξ υμων παραδωσει με

22 και λυπουμενοι σφοδρα ηρξαντο λεγειν αυτω εκαστος αυτων μητι εγω ειμι κυριε

23 ο δε αποκριθεις ειπεν ο εμβαψας μετ εμου εν τω τρυβλιω την χειρα ουτος με παραδωσει

24 ο μεν υιος του ανθρωπου υπαγει καθως γεγραπται περι αυτου ουαι δε τω ανθρωπω εκεινω δι ου ο υιος του ανθρωπου παραδιδοται καλον ην αυτω ει ουκ εγεννηθη ο ανθρωπος εκεινος

25 αποκριθεις δε ιουδας ο παραδιδους αυτον ειπεν μητι εγω ειμι ραββι λεγει αυτω συ ειπας

26 εσθιοντων δε αυτων λαβων ο ιησους τον αρτον και ευλογησας εκλασεν και εδιδου τοις μαθηταις και ειπεν λαβετε φαγετε τουτο εστιν το σωμα μου

27 και λαβων το ποτηριον και ευχαριστησας εδωκεν αυτοις λεγων πιετε εξ αυτου παντες

28 τουτο γαρ εστιν το αιμα μου το της καινης διαθηκης το περι πολλων εκχυνομενον εις αφεσιν αμαρτιων

29 λεγω δε υμιν οτι ου μη πιω απ αρτι εκ τουτου του γεννηματος της αμπελου εως της ημερας εκεινης οταν αυτο πινω μεθ υμων καινον εν τη βασιλεια του πατρος μου

30 και υμνησαντες εξηλθον εις το ορος των ελαιων

31 τοτε λεγει αυτοις ο ιησους παντες υμεις σκανδαλισθησεσθε εν εμοι εν τη νυκτι ταυτη γεγραπται γαρ παταξω τον ποιμενα και διασκορπισθησεται τα προβατα της ποιμνης

32 μετα δε το εγερθηναι με προαξω υμας εις την γαλιλαιαν

33 αποκριθεις δε ο πετρος ειπεν αυτω ει και παντες σκανδαλισθησονται εν σοι εγω ουδεποτε σκανδαλισθησομαι

34 εφη αυτω ο ιησους αμην λεγω σοι οτι εν ταυτη τη νυκτι πριν αλεκτορα φωνησαι τρις απαρνηση με

35 λεγει αυτω ο πετρος καν δεη με συν σοι αποθανειν ου μη σε απαρνησομαι ομοιως και παντες οι μαθηται ειπον

Read full chapter