Add parallel Print Page Options

13 γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν [a]ὥραν.

14 Ὥσπερ γὰρ ἄνθρωπος ἀποδημῶν ἐκάλεσεν τοὺς ἰδίους δούλους καὶ παρέδωκεν αὐτοῖς τὰ ὑπάρχοντα αὐτοῦ, 15 καὶ ᾧ μὲν ἔδωκεν πέντε τάλαντα ᾧ δὲ δύο ᾧ δὲ ἕν, ἑκάστῳ κατὰ τὴν ἰδίαν δύναμιν, καὶ ἀπεδήμησεν. εὐθέως 16 [b]πορευθεὶς ὁ τὰ πέντε τάλαντα λαβὼν ἠργάσατο ἐν αὐτοῖς καὶ [c]ἐκέρδησεν ἄλλα [d]πέντε· 17 [e]ὡσαύτως ὁ τὰ δύο [f]ἐκέρδησεν ἄλλα δύο· 18 ὁ δὲ τὸ ἓν λαβὼν ἀπελθὼν ὤρυξεν [g]γῆν καὶ [h]ἔκρυψεν τὸ ἀργύριον τοῦ κυρίου αὐτοῦ. 19 μετὰ δὲ [i]πολὺν χρόνον ἔρχεται ὁ κύριος τῶν δούλων ἐκείνων καὶ συναίρει [j]λόγον μετ’ αὐτῶν 20 καὶ προσελθὼν ὁ τὰ πέντε τάλαντα λαβὼν προσήνεγκεν ἄλλα πέντε τάλαντα λέγων· Κύριε, πέντε τάλαντά μοι παρέδωκας· ἴδε ἄλλα πέντε τάλαντα [k]ἐκέρδησα. 21 [l]ἔφη αὐτῷ ὁ κύριος αὐτοῦ· Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ, ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου. 22 προσελθὼν [m]δὲ καὶ ὁ τὰ δύο [n]τάλαντα εἶπεν· Κύριε, δύο τάλαντά μοι παρέδωκας· ἴδε ἄλλα δύο τάλαντα [o]ἐκέρδησα. 23 ἔφη αὐτῷ ὁ κύριος αὐτοῦ· Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ, ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου. 24 προσελθὼν δὲ καὶ ὁ τὸ ἓν τάλαντον εἰληφὼς εἶπεν· Κύριε, ἔγνων σε ὅτι σκληρὸς εἶ ἄνθρωπος, θερίζων ὅπου οὐκ ἔσπειρας καὶ συνάγων ὅθεν οὐ διεσκόρπισας· 25 καὶ φοβηθεὶς ἀπελθὼν ἔκρυψα τὸ τάλαντόν σου ἐν τῇ γῇ· ἴδε ἔχεις τὸ σόν. 26 ἀποκριθεὶς δὲ ὁ κύριος αὐτοῦ εἶπεν αὐτῷ· Πονηρὲ δοῦλε καὶ ὀκνηρέ, ᾔδεις ὅτι θερίζω ὅπου οὐκ ἔσπειρα καὶ συνάγω ὅθεν οὐ διεσκόρπισα; 27 ἔδει [p]σε οὖν βαλεῖν [q]τὰ ἀργύριά μου τοῖς τραπεζίταις, καὶ ἐλθὼν ἐγὼ ἐκομισάμην ἂν τὸ ἐμὸν σὺν τόκῳ. 28 ἄρατε οὖν ἀπ’ αὐτοῦ τὸ τάλαντον καὶ δότε τῷ ἔχοντι τὰ δέκα τάλαντα· 29 τῷ γὰρ ἔχοντι παντὶ δοθήσεται καὶ περισσευθήσεται· [r]τοῦ δὲ μὴ ἔχοντος καὶ ὃ ἔχει ἀρθήσεται ἀπ’ αὐτοῦ. 30 καὶ τὸν ἀχρεῖον δοῦλον ἐκβάλετε εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:13 ὥραν WH Treg NIV ] + ἐν ᾗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:16 πορευθεὶς WH NIV ] + δὲ Treg RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:16 ἐκέρδησεν WH Treg NIV ] ἐποίησεν RP
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:16 πέντε WH Treg NIV ] + τάλαντα RP
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:17 ὡσαύτως WH NIV ] + καὶ Treg RP
  6. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:17 ἐκέρδησεν WH Treg NIV ] + καὶ αὐτὸς RP
  7. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:18 γῆν WH Treg NIV ] ἐν τῇ γῇ RP
  8. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:18 ἔκρυψεν WH Treg NIV ] ἀπέκρυψεν RP
  9. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:19 πολὺν χρόνον WH Treg NIV ] χρόνον πολὺν RP
  10. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:19 λόγον μετ᾽ αὐτῶν WH Treg NIV ] μετ᾽ αὐτῶν λόγον RP
  11. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:20 ἐκέρδησα WH Treg NIV ] + ἐπ᾽ αὐτοῖς RP
  12. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:21 ἔφη WH Treg NIV ] + δὲ RP
  13. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:22 δὲ Treg NIV RP ] WH
  14. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:22 τάλαντα WH Treg NIV ] + λαβὼν RP
  15. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:22 ἐκέρδησα WH Treg NIV ] + ἐπ᾽ αὐτοῖς RP
  16. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:27 σε οὖν WH Treg NIV ] οὖν σε RP
  17. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:27 τὰ ἀργύριά WH NIV ] τὸ ἀργύριόν Treg RP
  18. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:29 τοῦ δὲ WH Treg NIV ] ἀπὸ δὲ τοῦ RP

13 γρηγορειτε ουν οτι ουκ οιδατε την ημεραν ουδε την ωραν εν η ο υιος του ανθρωπου ερχεται

14 ωσπερ γαρ ανθρωπος αποδημων εκαλεσεν τους ιδιους δουλους και παρεδωκεν αυτοις τα υπαρχοντα αυτου

15 και ω μεν εδωκεν πεντε ταλαντα ω δε δυο ω δε εν εκαστω κατα την ιδιαν δυναμιν και απεδημησεν ευθεως

16 πορευθεις δε ο τα πεντε ταλαντα λαβων ειργασατο εν αυτοις και εποιησεν αλλα πεντε ταλαντα

17 ωσαυτως και ο τα δυο εκερδησεν και αυτος αλλα δυο

18 ο δε το εν λαβων απελθων ωρυξεν εν τη γη και απεκρυψεν το αργυριον του κυριου αυτου

19 μετα δε χρονον πολυν ερχεται ο κυριος των δουλων εκεινων και συναιρει μετ αυτων λογον

20 και προσελθων ο τα πεντε ταλαντα λαβων προσηνεγκεν αλλα πεντε ταλαντα λεγων κυριε πεντε ταλαντα μοι παρεδωκας ιδε αλλα πεντε ταλαντα εκερδησα επ αυτοις

21 εφη δε αυτω ο κυριος αυτου ευ δουλε αγαθε και πιστε επι ολιγα ης πιστος επι πολλων σε καταστησω εισελθε εις την χαραν του κυριου σου

22 προσελθων δε και ο τα δυο ταλαντα λαβων ειπεν κυριε δυο ταλαντα μοι παρεδωκας ιδε αλλα δυο ταλαντα εκερδησα επ αυτοις

23 εφη αυτω ο κυριος αυτου ευ δουλε αγαθε και πιστε επι ολιγα ης πιστος επι πολλων σε καταστησω εισελθε εις την χαραν του κυριου σου

24 προσελθων δε και ο το εν ταλαντον ειληφως ειπεν κυριε εγνων σε οτι σκληρος ει ανθρωπος θεριζων οπου ουκ εσπειρας και συναγων οθεν ου διεσκορπισας

25 και φοβηθεις απελθων εκρυψα το ταλαντον σου εν τη γη ιδε εχεις το σον

26 αποκριθεις δε ο κυριος αυτου ειπεν αυτω πονηρε δουλε και οκνηρε ηδεις οτι θεριζω οπου ουκ εσπειρα και συναγω οθεν ου διεσκορπισα

27 εδει ουν σε βαλειν το αργυριον μου τοις τραπεζιταις και ελθων εγω εκομισαμην αν το εμον συν τοκω

28 αρατε ουν απ αυτου το ταλαντον και δοτε τω εχοντι τα δεκα ταλαντα

29 τω γαρ εχοντι παντι δοθησεται και περισσευθησεται απο δε του μη εχοντος και ο εχει αρθησεται απ αυτου

30 και τον αχρειον δουλον εκβαλλετε εις το σκοτος το εξωτερον εκει εσται ο κλαυθμος και ο βρυγμος των οδοντων

Read full chapter