Add parallel Print Page Options

34 Οἱ δὲ Φαρισαῖοι ἀκούσαντες ὅτι ἐφίμωσεν τοὺς Σαδδουκαίους συνήχθησαν ἐπὶ τὸ αὐτό. 35 καὶ ἐπηρώτησεν εἷς ἐξ αὐτῶν νομικὸς πειράζων [a]αὐτόν· 36 Διδάσκαλε, ποία ἐντολὴ μεγάλη ἐν τῷ νόμῳ; 37 [b]δὲ ἔφη αὐτῷ· Ἀγαπήσεις κύριον τὸν θεόν σου ἐν ὅλῃ [c]τῇ καρδίᾳ σου καὶ ἐν ὅλῃ [d]τῇ ψυχῇ σου καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου· 38 αὕτη ἐστὶν [e]ἡ μεγάλη καὶ πρώτη ἐντολή. 39 Δευτέρα [f]δὲ ὁμοία [g]αὐτῇ· Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. 40 ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος [h]κρέμαται καὶ οἱ προφῆται.

41 Συνηγμένων δὲ τῶν Φαρισαίων ἐπηρώτησεν αὐτοὺς ὁ Ἰησοῦς 42 λέγων· Τί ὑμῖν δοκεῖ περὶ τοῦ χριστοῦ; τίνος υἱός ἐστιν; λέγουσιν αὐτῷ· Τοῦ Δαυίδ. 43 λέγει αὐτοῖς· Πῶς οὖν Δαυὶδ ἐν πνεύματι [i]καλεῖ αὐτὸν κύριον λέγων· 44 [j]Εἶπεν κύριος τῷ κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου [k]ὑποκάτω τῶν ποδῶν σου; 45 εἰ οὖν Δαυὶδ καλεῖ αὐτὸν κύριον, πῶς υἱὸς αὐτοῦ ἐστιν; 46 καὶ οὐδεὶς ἐδύνατο [l]ἀποκριθῆναι αὐτῷ λόγον, οὐδὲ ἐτόλμησέν τις ἀπ’ ἐκείνης τῆς ἡμέρας ἐπερωτῆσαι αὐτὸν οὐκέτι.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22:35 αὐτόν WH Treg NIV ] + καὶ λέγων RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22:37 δὲ WH Treg NIV ] + Ἰησοῦς RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22:37 *τῇ Treg NIV ] WH RP
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22:37 *τῇ WH Treg NIV ] RP
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22:38 ἡ μεγάλη καὶ πρώτη WH Treg NIV ] πρώτη καὶ μεγάλη RP
  6. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22:39 δὲ Treg NIV RP ] WH
  7. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22:39 αὐτῇ Treg NIV RP ] αὕτη WH
  8. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22:40 κρέμαται καὶ οἱ προφῆται WH Treg NIV ] καὶ οἱ προφῆται κρέμανται RP
  9. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22:43 καλεῖ αὐτὸν κύριον WH Treg NIV ] κύριον αὐτὸν καλεῖ RP
  10. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22:44 Εἶπεν WH Treg NIV ] + ὁ RP
  11. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22:44 ὑποκάτω WH Treg NIV ] ὑποπόδιον RP
  12. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22:46 ἀποκριθῆναι αὐτῷ WH Treg NIV ] αὐτῷ ἀποκριθῆναι RP

34 οι δε φαρισαιοι ακουσαντες οτι εφιμωσεν τους σαδδουκαιους συνηχθησαν επι το αυτο

35 και επηρωτησεν εις εξ αυτων νομικος πειραζων αυτον και λεγων

36 διδασκαλε ποια εντολη μεγαλη εν τω νομω

37 ο δε ιησους ειπεν αυτω αγαπησεις κυριον τον θεον σου εν ολη τη καρδια σου και εν ολη τη ψυχη σου και εν ολη τη διανοια σου

38 αυτη εστιν πρωτη και μεγαλη εντολη

39 δευτερα δε ομοια αυτη αγαπησεις τον πλησιον σου ως σεαυτον

40 εν ταυταις ταις δυσιν εντολαις ολος ο νομος και οι προφηται κρεμανται

41 συνηγμενων δε των φαρισαιων επηρωτησεν αυτους ο ιησους

42 λεγων τι υμιν δοκει περι του χριστου τινος υιος εστιν λεγουσιν αυτω του δαβιδ

43 λεγει αυτοις πως ουν δαβιδ εν πνευματι κυριον αυτον καλει λεγων

44 ειπεν ο κυριος τω κυριω μου καθου εκ δεξιων μου εως αν θω τους εχθρους σου υποποδιον των ποδων σου

45 ει ουν δαβιδ καλει αυτον κυριον πως υιος αυτου εστιν

46 και ουδεις εδυνατο αυτω αποκριθηναι λογον ουδε ετολμησεν τις απ εκεινης της ημερας επερωτησαι αυτον ουκετι

Read full chapter