Add parallel Print Page Options

12 Καὶ εἰσῆλθεν [a]Ἰησοῦς εἰς τὸ [b]ἱερόν, καὶ ἐξέβαλεν πάντας τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν κατέστρεψεν καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστεράς, 13 καὶ λέγει αὐτοῖς· Γέγραπται· Ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται, ὑμεῖς δὲ αὐτὸν [c]ποιεῖτε σπήλαιον λῃστῶν.

14 Καὶ προσῆλθον αὐτῷ [d]τυφλοὶ καὶ χωλοὶ ἐν τῷ ἱερῷ, καὶ ἐθεράπευσεν αὐτούς. 15 ἰδόντες δὲ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τὰ θαυμάσια ἃ ἐποίησεν καὶ τοὺς παῖδας [e]τοὺς κράζοντας ἐν τῷ ἱερῷ καὶ λέγοντας· Ὡσαννὰ τῷ υἱῷ Δαυίδ ἠγανάκτησαν 16 καὶ εἶπαν αὐτῷ· Ἀκούεις τί οὗτοι λέγουσιν; ὁ δὲ Ἰησοῦς λέγει αὐτοῖς· Ναί. οὐδέποτε ἀνέγνωτε ὅτι Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον;

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:12 Ἰησοῦς WH Treg NIV ] ὁ Ἰησοῦς RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:12 ἱερόν WH Treg NIV ] + τοῦ θεοῦ RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:13 ποιεῖτε WH Treg NIV ] ἐποιήσατε RP
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:14 τυφλοὶ καὶ χωλοὶ WH Treg NIV ] χωλοὶ καὶ τυφλοὶ RP
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:15 τοὺς WH Treg NIV ] RP

12 και εισηλθεν ο ιησους εις το ιερον του θεου και εξεβαλεν παντας τους πωλουντας και αγοραζοντας εν τω ιερω και τας τραπεζας των κολλυβιστων κατεστρεψεν και τας καθεδρας των πωλουντων τας περιστερας

13 και λεγει αυτοις γεγραπται ο οικος μου οικος προσευχης κληθησεται υμεις δε αυτον εποιησατε σπηλαιον ληστων

14 και προσηλθον αυτω τυφλοι και χωλοι εν τω ιερω και εθεραπευσεν αυτους

15 ιδοντες δε οι αρχιερεις και οι γραμματεις τα θαυμασια α εποιησεν και τους παιδας κραζοντας εν τω ιερω και λεγοντας ωσαννα τω υιω δαβιδ ηγανακτησαν

16 και ειπον αυτω ακουεις τι ουτοι λεγουσιν ο δε ιησους λεγει αυτοις ναι ουδεποτε ανεγνωτε οτι εκ στοματος νηπιων και θηλαζοντων κατηρτισω αινον

Read full chapter