ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:27-20:16
SBL Greek New Testament
27 Τότε ἀποκριθεὶς ὁ Πέτρος εἶπεν αὐτῷ· Ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι· τί ἄρα ἔσται ἡμῖν; 28 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν ὅτι ὑμεῖς οἱ ἀκολουθήσαντές μοι ἐν τῇ παλιγγενεσίᾳ, ὅταν καθίσῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, [a]καθήσεσθε καὶ [b]ὑμεῖς ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. 29 καὶ πᾶς [c]ὅστις ἀφῆκεν [d]οἰκίας ἢ ἀδελφοὺς ἢ ἀδελφὰς ἢ πατέρα ἢ μητέρα ἢ [e]γυναῖκα ἢ τέκνα ἢ [f]ἀγροὺς ἕνεκεν τοῦ [g]ὀνόματός μου, [h]ἑκατονταπλασίονα λήμψεται καὶ ζωὴν αἰώνιον κληρονομήσει. 30 πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι καὶ ἔσχατοι πρῶτοι.
20 Ὁμοία γάρ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ οἰκοδεσπότῃ ὅστις ἐξῆλθεν ἅμα πρωῒ μισθώσασθαι ἐργάτας εἰς τὸν ἀμπελῶνα αὐτοῦ. 2 [i]συμφωνήσας δὲ μετὰ τῶν ἐργατῶν ἐκ δηναρίου τὴν ἡμέραν ἀπέστειλεν αὐτοὺς εἰς τὸν ἀμπελῶνα αὐτοῦ. 3 καὶ ἐξελθὼν περὶ τρίτην ὥραν εἶδεν ἄλλους ἑστῶτας ἐν τῇ ἀγορᾷ ἀργούς· 4 καὶ ἐκείνοις εἶπεν· Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα, καὶ ὃ ἐὰν ᾖ δίκαιον δώσω ὑμῖν· 5 οἱ δὲ ἀπῆλθον. [j]πάλιν ἐξελθὼν περὶ ἕκτην καὶ ἐνάτην ὥραν ἐποίησεν ὡσαύτως. 6 περὶ δὲ τὴν [k]ἑνδεκάτην ἐξελθὼν εὗρεν ἄλλους [l]ἑστῶτας, καὶ λέγει αὐτοῖς· Τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί; 7 λέγουσιν αὐτῷ· Ὅτι οὐδεὶς ἡμᾶς ἐμισθώσατο. λέγει αὐτοῖς· Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν [m]ἀμπελῶνα. 8 ὀψίας δὲ γενομένης λέγει ὁ κύριος τοῦ ἀμπελῶνος τῷ ἐπιτρόπῳ αὐτοῦ· Κάλεσον τοὺς ἐργάτας καὶ ἀπόδος [n]αὐτοῖς τὸν μισθὸν ἀρξάμενος ἀπὸ τῶν ἐσχάτων ἕως τῶν πρώτων. 9 [o]καὶ ἐλθόντες οἱ περὶ τὴν ἑνδεκάτην ὥραν ἔλαβον ἀνὰ δηνάριον. 10 [p]καὶ ἐλθόντες οἱ πρῶτοι ἐνόμισαν ὅτι [q]πλεῖον λήμψονται· καὶ ἔλαβον [r]τὸ ἀνὰ δηνάριον καὶ αὐτοί. 11 λαβόντες δὲ ἐγόγγυζον κατὰ τοῦ οἰκοδεσπότου 12 [s]λέγοντες· Οὗτοι οἱ ἔσχατοι μίαν ὥραν ἐποίησαν, καὶ ἴσους [t]αὐτοὺς ἡμῖν ἐποίησας τοῖς βαστάσασι τὸ βάρος τῆς ἡμέρας καὶ τὸν καύσωνα. 13 ὁ δὲ ἀποκριθεὶς [u]ἑνὶ αὐτῶν εἶπεν· Ἑταῖρε, οὐκ ἀδικῶ σε· οὐχὶ δηναρίου συνεφώνησάς μοι; 14 ἆρον τὸ σὸν καὶ ὕπαγε· θέλω δὲ τούτῳ τῷ ἐσχάτῳ δοῦναι ὡς καὶ σοί· 15 [v]οὐκ ἔξεστίν μοι [w]ὃ θέλω ποιῆσαι ἐν τοῖς ἐμοῖς; [x]ἢ ὁ ὀφθαλμός σου πονηρός ἐστιν ὅτι ἐγὼ ἀγαθός εἰμι; 16 οὕτως ἔσονται οἱ ἔσχατοι πρῶτοι καὶ οἱ πρῶτοι [y]ἔσχατοι.
Footnotes
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:28 καθήσεσθε WH NIV ] καθίσεσθε Treg RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:28 ὑμεῖς WH NIV RP ] αὐτοὶ Treg
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:29 ὅστις WH Treg NIV ] ὅς RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:29 οἰκίας ἢ WH NIV RP ] – Treg
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:29 γυναῖκα ἢ RP ] – WH Treg NIV
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:29 ἀγροὺς WH NIV RP ] + ἢ οἰκίας Treg
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:29 ὀνόματός μου Treg NIV RP ] ἐμοῦ ὀνόματος WH
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:29 ἑκατονταπλασίονα NIV RP ] πολλαπλασίονα WH Treg
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:2 συμφωνήσας δὲ WH Treg NIV ] Καὶ συμφωνήσας RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:5 πάλιν NIV RP ] + δὲ WH Treg NA
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:6 ἑνδεκάτην WH Treg NIV ] + ὥραν RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:6 ἑστῶτας WH Treg NIV ] + ἀργούς RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:7 ἀμπελῶνα WH Treg NIV ] + καὶ ὃ ἐὰν ᾖ δίκαιον λήψεσθε RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:8 αὐτοῖς Treg NIV RP ] – WH
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:9 καὶ ἐλθόντες Treg NIV RP ] ἐλθόντες δὲ WH
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:10 καὶ ἐλθόντες WH Treg NIV ] Ἐλθόντες δὲ RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:10 πλεῖον WH Treg NIV ] πλεῖονα RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:10 τὸ ἀνὰ δηνάριον καὶ αὐτοί WH Treg NIV ] καὶ αὐτοὶ ἀνὰ δηνάριον RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:12 λέγοντες WH Treg NIV ] + ὅτι RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:12 αὐτοὺς ἡμῖν WH ] ἡμῖν αὐτοὺς Treg NIV RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:13 ἑνὶ αὐτῶν εἶπεν WH NIV ] εἶπεν ἑνὶ αὐτῶν Treg RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:15 οὐκ WH Treg NIV ] Ἢ οὐκ RP NA
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:15 ὃ θέλω ποιῆσαι WH Treg NIV ] ποιῆσαι ὃ θέλω RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:15 ἢ WH Treg NIV ] Εἰ RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:16 ἔσχατοι WH NIV ] + πολλοὶ γὰρ εἰσιν κλητοί ὀλίγοι δὲ ἐκλεκτοί Treg RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software