ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:23-26
SBL Greek New Testament
23 Ὁ δὲ Ἰησοῦς εἶπεν τοῖς μαθηταῖς αὐτοῦ· Ἀμὴν λέγω ὑμῖν ὅτι [a]πλούσιος δυσκόλως εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· 24 πάλιν δὲ λέγω ὑμῖν, εὐκοπώτερόν ἐστιν κάμηλον διὰ [b]τρυπήματος ῥαφίδος [c]εἰσελθεῖν ἢ πλούσιον [d]εἰς τὴν βασιλείαν τοῦ θεοῦ. 25 ἀκούσαντες δὲ οἱ [e]μαθηταὶ ἐξεπλήσσοντο σφόδρα λέγοντες· Τίς ἄρα δύναται σωθῆναι; 26 ἐμβλέψας δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Παρὰ ἀνθρώποις τοῦτο ἀδύνατόν ἐστιν, παρὰ δὲ θεῷ πάντα δυνατά.
Read full chapterFootnotes
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:23 πλούσιος δυσκόλως WH Treg NIV ] δυσκόλως πλούσιος RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:24 τρυπήματος Treg NIV RP ] τρήματος WH
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:24 εἰσελθεῖν WH Treg ] διελθεῖν NIV RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:24 εἰς τὴν βασιλείαν τοῦ θεοῦ WH ] εἰσελθεῖν εἰς … τοῦ θεοῦ NIV; εἰς … τοῦ θεοῦ εἰσελθεῖν RP; εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν Treg
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:25 μαθηταὶ WH Treg NIV ] + αὐτοῦ RP
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:23-26
1550 Stephanus New Testament
23 ο δε ιησους ειπεν τοις μαθηταις αυτου αμην λεγω υμιν οτι δυσκολως πλουσιος εισελευσεται εις την βασιλειαν των ουρανων
24 παλιν δε λεγω υμιν ευκοπωτερον εστιν καμηλον δια τρυπηματος ραφιδος διελθειν η πλουσιον εις την βασιλειαν του θεου εισελθειν
25 ακουσαντες δε οι μαθηται αυτου εξεπλησσοντο σφοδρα λεγοντες τις αρα δυναται σωθηναι
26 εμβλεψας δε ο ιησους ειπεν αυτοις παρα ανθρωποις τουτο αδυνατον εστιν παρα δε θεω παντα δυνατα εστιν
Read full chapterScripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software